← 色诺芬

拉刻代蒙人国制

§2.1-2.7

斯巴达男孩的公立教育与严苛训练

作者对比了其他希腊城邦与斯巴达在男孩教育上的差异,详细阐述了斯巴达如何在公立督童官管理下,通过赤足、单衣、节食以及允许盗窃来培养少年的机略与军事素养。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1

ἐγὼ μέντοι, ἐπεὶ καὶ περὶ γενέσεως ἐξήγημαι, βούλομαι καὶ τὴν παιδείαν ἑκατέρων1 σαφηνίσαι. τῶν μὲν τοίνυν ἄλλων Ἑλλήνων οἱ φάσκοντες κάλλιστα τοὺς υἱεῖς παιδεύειν, ἐπειδὰν τάχιστα αὐτοῖς οἱ παῖδες τὰ λεγόμενα ξυνιῶσιν, εὐθὺς μὲν ἐπʼ αὐτοῖς παιδαγωγοὺς θεράποντας ἐφιστᾶσιν, εὐθὺς δὲ πέμπουσιν εἰς διδασκάλων2 μαθησομένους καὶ γράμματα καὶ μουσικὴν καὶ τὰ ἐν παλαίστρᾳ. πρὸς δὲ τούτοις τῶν παίδων πόδας μὲν ὑποδήμασιν ἁπαλύνουσι, σώματα δὲ ἱματίων μεταβολαῖς διαθρύπτουσι· σίτου γε μὴν αὐτοῖς γαστέρα μέτρον νομίζουσιν.

既然我已经阐述了关于繁育后代的风俗,我也希望阐明双方在教育方面的做法。在其他希腊人中,那些自称最懂得教育儿子的人,一旦男童能听懂所说的话,便立刻委派仆人充当随从监护他们,并立刻把他们送到教师那里去学习读写、音乐以及角力学校的技艺。除此以外,他们还用鞋子使孩子的双脚娇嫩,用更换衣服使身体柔弱,在饮食上则以胃口为度量。

§2.2

ὁ δὲ Λυκοῦργος, ἀντὶ μὲν τοῦ ἰδίᾳ ἕκαστον παιδαγωγοὺς δούλους ἐφιστάναι, ἄνδρα ἐπέστησε κρατεῖν αὐτῶν ἐξ ὧνπερ αἱ μέγισται ἀρχαὶ καθίστανται, ὃς δὴ καὶ παιδονόμος καλεῖται, τοῦτον δὲ κύριον ἐποίησε καὶ ἁθροίζειν τοὺς παῖδας καὶ ἐπισκοποῦντα, εἴ τις ῥᾳδιουργοίη, ἰσχυρῶς κολάζειν. ἔδωκε δʼ αὐτῷ καὶ τῶν ἡβώντων μαστιγοφόρους, ὅπως τιμωροῖεν ὁπότε δέοι, ὥστε πολλὴν μὲν αἰδῶ, πολλὴν δὲ πειθὼ ἐκεῖ συμπαρεῖναι.

然而,吕库古并没有让各家私自指派奴隶充当监护人,而是从选拔最高官职的公民中指派了一位男子来管辖他们,此人正被称为督童官;吕库古赋予他召集男童的权力,并赋予他在监督时若有人懈怠偷懒便严加惩处的权力。吕库古还从青年中拨给他执鞭者,以便在必要时施加惩罚,从而使那里既充满了敬畏,又充满了顺从。

§2.3

ἀντί γε μὴν τοῦ ἁπαλύνειν τοὺς πόδας ὑποδήμασιν ἔταξεν ἀνυποδησίᾳ κρατύνειν, νομίζων, εἰ τοῦτʼ ἀσκήσειαν, πολὺ μὲν ῥᾷον ἂν ὀρθιάδε ἐκβαίνειν, ἀσφαλέστερον δὲ πρανῆ καταβαίνειν, καὶ πηδῆσαι δὲ καὶ ἀναθορεῖν καὶ δραμεῖν θᾶττον.

此外,他没有用鞋子娇惯双脚,而是规定以赤足来强健脚力,认为如果他们锻炼这项本领,攀登陡坡会容易得多,走下斜坡也会更安全,而且跳跃、腾跃和奔跑都能更加迅捷。

§2.4

καὶ ἀντί γε τοῦ ἱματίοις διαθρύπτεσθαι ἐνόμιζεν ἑνὶ ἱματίῳ διʼ ἔτους προσεθίζεσθαι, νομίζων οὕτως καὶ πρὸς ψύχη καὶ πρὸς θάλπη ἄμεινον ἂν παρεσκευάσθαι.

而且,他没有让他们因更换衣物而变得娇柔,而是规定一年到头习惯只穿一件外衣,认为这样他们无论抵御严寒还是酷暑都会有更好的准备。

§2.5

σῖτόν γε μὴν ἔταξε τοσοῦτον ἔχοντα συμβολεύειν τὸν εἴρενα3 ὡς ὑπὸ πλησμονῆς μὲν μήποτε βαρύνεσθαι, τοῦ δὲ ἐνδεεστέρως διάγειν μὴ ἀπείρως ἔχειν, νομίζων τοὺς οὕτω παιδευομένους μᾶλλον μὲν ἂν δύνασθαι, εἰ δεήσειεν, ἀσιτήσαντας ἐπιπονῆσαι, μᾶλλον δʼ ἄν, εἰ παραγγελθείη, ἀπὸ τοῦ αὐτοῦ σίτου πλείω χρόνον ἐπιταθῆναι, ἧττον δʼ ἂν ὄψου δεῖσθαι, εὐχερέστερον δὲ πρὸς πᾶν ἔχειν βρῶμα, καὶ ὑγιεινοτέρως δʼ ἂν διάγειν· καὶ εἰς μῆκος ἂν τὴν αὐξάνεσθαι ῥαδινὰ τὰ σώματα ποιοῦσαν τροφὴν μᾶλλον συλλαμβάνειν ἡγήσατο ἢ τὴν διαπλατύνουσαν τῷ σίτῳ.4

关于伙食,他还规定青年统领持有并分配适量的口粮,以使他们绝不致因过饱而行动迟重,也不致对匮乏的生活感到生疏;因为他认为,如此受教的人在必要时断食劳作的能力会更强,在接到命令时靠同样的口粮坚持更久的能力也更强,对配菜的需求会更少,对任何食物的适应性会更高,生活也会更健康。他还认为,使身体保持精瘦的饮食,比起用过多食物使身体发福膨胀的饮食,更能促进身材长高。

§2.6

ὡς δὲ μὴ ὑπὸ λιμοῦ ἄγαν αὖ πιέζοιντο, ἀπραγμόνως μὲν αὐτοῖς οὐκ ἔδωκε λαμβάνειν ὧν ἂν προσδέωνται, κλέπτειν δʼ ἐφῆκεν ἔστιν ἃ τῷ λιμῷ ἐπικουροῦντας.

另一方面,为了不让他们受到饥饿的过分折磨,他并没有让他们毫不费力地获取所需之物,而是准许他们为了救急饥饿去偷窃某些东西。

§2.7

καὶ ὡς μὲν οὐκ ἀπορῶν ὅ τι δοίη ἐφῆκεν αὐτοῖς γε μηχανᾶσθαι τὴν τροφήν, οὐδένα οἶμαι τοῦτο ἀγνοεῖν·5 δῆλον δʼ ὅτι τὸν μέλλοντα κλωπεύειν καὶ νυκτὸς ἀγρυπνεῖν δεῖ καὶ μεθʼ ἡμέραν ἀπατᾶν καὶ ἐνεδρεύειν, καὶ κατασκόπους δὲ ἑτοιμάζειν τὸν μέλλοντά τι λήψεσθαι. ταῦτα οὖν δὴ πάντα δῆλον ὅτι μηχανικωτέρους τῶν ἐπιτηδείων βουλόμενος τοὺς παῖδας ποιεῖν καὶ πολεμικωτέρους οὕτως ἐπαίδευσεν.

至于他准许他们自己设法谋取食物,绝不是因为缺乏东西提供给他们,我想没有人会不明白这一点;而很显然,打算行窃的人必须夜不能寐,白天必须欺诈并设下埋伏,而且打算有所收获的人还必须预备斥候。因此很显然,他正是希望使男童在谋取必需品上更有谋略,也更加具有战士的素养,才通过这一切手段如此教育他们。

语法注5 条
  1. 2.1ἑκατέρων

    位于 παιδείαν 前的属格 ἑκατέρων 充当所有格或主格性属格,承接上文关于繁育后代的论述,指代本文始终对比的“双方”(即斯巴达人与其他希腊人)。

  2. 2.1εἰς διδασκάλων

    介词 εἰς 后面接属格复数 διδασκάλων 是希腊语的常见省略惯用句,省略了名词 οἶκον(或 οἰκίαν),意为“到老师家中(或私塾)”。

  3. 2.5συμβολεύειν τὸν εἴρενα

    εἴρην 指斯巴达二十岁左右的青年统领,是不定词 συμβολεύειν 的逻辑主语。动词 συμβολεύω 涉及共同伙食的统筹与分发,在此指青年统领负责筹备并分配规定分量的适度口粮。

  4. 2.5καὶ εἰς μῆκος ἂν τὴν αὐξάνεσθαι ῥαδινὰ τὰ σώματα ποιοῦσαν τροφὴν μᾶλλον συλλαμβάνειν ἡγήσατο ἢ τὴν διαπλατύνουσαν τῷ σίτῳ

    这是一个带有语序倒装的长句。骨架为 ἡγήσατο 引出的间接引语不定词从句 [τροφὴν ... μᾶλλον συλλαμβάνειν ἂν εἰς μῆκος ἢ ...]。分词短语 ῥαδινὰ τὰ σώματα ποιοῦσαν 修饰 τροφήν,其中 ῥαδινά 作表结果的宾语补足语(“使身体精瘦”)。不定词 αὐξάνεσθαι 与 εἰς μῆκος 连用(“在高度上的增长”),由 συλλαμβάνειν(有助于)管辖。ἄν 修饰不定词 συλλαμβάνειν 表示潜势。

  5. 2.7καὶ ὡς μὲν οὐκ ἀπορῶν ὅ τι δοίη ἐφῆκεν αὐτοῖς γε μηχανᾶσθαι τὴν τροφήν, οὐδένα οἶμαι τοῦτο ἀγνοεῖν

    句首的 ὡς 从句通过前置(prolepsis)引出陈述内容,随后由代词 τοῦτο 承接并作 οἶμαι οὐδένα ἀγνοεῖν(“我想没有人会不明白这一点”)的宾语。ὅ τι δοίη 是在过去时态语境下使用希求法的间接疑问句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg010.humanitext-grc2:2.1-2.7