- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg010.humanitext-grc2:2.8-2.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者解释了男童行窃被捕受罚的原因,以及在督官缺席时维持纪律的监督体制,并阐明了斯巴达排斥肉体关系而注重心灵交往的独特少年恋风俗,将其与其他希腊城邦进行对比。
εἴποι δʼ ἂν οὖν τις, τί δῆτα, εἴπερ τὸ κλέπτειν ἀγαθὸν ἐνόμιζε, πολλὰς πληγὰς ἐπέβαλλε τῷ ἁλισκομένῳ; ὅτι, φημὶ ἐγώ, καὶ τἆλλα, ὅσα ἄνθρωποι διδάσκουσι, κολάζουσι τὸν μὴ καλῶς ὑπηρετοῦντα. κἀκεῖνοι οὖν τοὺς ἁλισκομένους ὡς κακῶς κλέπτοντας τιμωροῦνται.
那么有人可能会问:“既然他认为偷窃是好事,为何还要对被抓住的人施加许多下鞭笞呢?”我回答说:因为在人们传授的其他一切事情上,也都会惩罚没有尽职尽责的人。因此,他们同样把被抓住的人当作拙劣的窃贼加以惩罚。
δηλοῦται δὲ ἐν τούτῳ ὅτι καὶ ὅπου τάχους δεῖ ὁ βλακεύων ἐλάχιστα μὲν ὠφελεῖται, πλεῖστα δὲ πράγματα λαμβάνει.
而这一点正表明,在需要迅速敏捷的地方,懈怠迟缓者同样所获利益极微,招致的麻烦却最多。
ὅπως δὲ μηδʼ εἰ ὁ παιδονόμος ἀπέλθοι, ἔρημοί ποτε οἱ παῖδες εἶεν ἄρχοντος, ἐποίησε τὸν ἀεὶ παρόντα τῶν πολιτῶν κύριον εἶναι καὶ ἐπιτάττειν τοῖς παισὶν ὅ τι ἀγαθὸν δοκοίη εἶναι, καὶ κολάζειν, εἴ τι ἁμαρτάνοιεν. τοῦτο δὲ ποιήσας διέπραξε καὶ αἰδημονεστέρους εἶναι τοὺς παῖδας· οὐδὲν γὰρ οὕτως αἰδοῦνται οὔτε παῖδες οὔτε ἄνδρες ὡς τοὺς ἄρχοντας.
此外,为了使男童即使在督童官离去时也绝不会处于无人管辖的状态,他规定凡是当时在场的公民,都有权向男童下达任何看似有益的命令,并在他们犯错时予以惩处。他通过这一做法,也使得男童更加懂得敬畏和知耻;因为无论是男童还是成年男子,所敬畏的无一能甚于他们的长官。
ὡς δὲ καὶ εἴ ποτε μηδεὶς τύχοι ἀνὴρ παρών, μηδʼ ὣς1 ἔρημοι οἱ παῖδες ἄρχοντος εἶεν, ἔθηκε τῆς ἴλης ἑκάστης τὸν τορώτατον τῶν εἰρένων ἄρχειν· ὥστε οὐδέποτε ἐκεῖ οἱ παῖδες ἔρημοι ἄρχοντός εἰσι.
而为了在万一没有成年男子在场的情况下,男童即便如此也不会无人管辖,他指派每队青年统领中最敏达者施行统领;因此,那里的男童绝不会无人管辖。
λεκτέον δέ μοι δοκεῖ εἶναι καὶ περὶ τῶν παιδικῶν ἐρώτων· ἔστι γάρ τι καὶ τοῦτο πρὸς παιδείαν. οἱ μὲν τοίνυν ἄλλοι Ἕλληνες ἢ ὥσπερ Βοιωτοὶ ἀνὴρ καὶ παῖς συζυγέντες ὁμιλοῦσιν, ἢ ὥσπερ Ἠλεῖοι διὰ χαρίτων τῇ ὥρᾳ χρῶνται· εἰσὶ δὲ καὶ οἳ παντάπασι τοῦ διαλέγεσθαι τοὺς ἐραστὰς εἴργουσιν ἀπὸ τῶν παίδων.
我认为也有必要谈一谈对男童的恋情;因为这也关乎教育。在其他希腊人中,要么像玻俄提亚人那样男子与男童结为伴侣而同居,要么像伊利斯人那样通过施惠而享乐于韶华;但也有人完全禁止爱慕者与男童交谈。
ὁ δὲ Λυκοῦργος ἐναντία καὶ τούτοις πᾶσι γνούς, εἰ μέν τις αὐτὸς ὢν οἷον δεῖ2 ἀγασθεὶς ψυχὴν παιδὸς πειρῷτο ἄμεμπτον φίλον ἀποτελέσασθαι καὶ συνεῖναι, ἐπῄνει καὶ καλλίστην παιδείαν ταύτην ἐνόμιζεν· εἰ δέ τις παιδὸς σώματος ὀρεγόμενος φανείη, αἴσχιστον τοῦτο θεὶς ἐποίησεν ἐν Λακεδαίμονι μηδὲν ἧττον ἐραστὰς παιδικῶν ἀπέχεσθαι ἢ γονεῖς παίδων ἢ καὶ ἀδελφοὶ ἀδελφῶν εἰς ἀφροδίσια ἀπέχονται.3
然而吕库古的看法与所有这些人完全相反:如果一个人自身品行端正,赞赏男童的心灵,试图使其成为无可挑剔的朋友并与之交往,吕库古对此表示赞许,并视之为最崇高的教育;但如果有人显露出觊觎男童的肉体,他将此定为至可耻之事,并使得在拉刻代蒙,爱慕者戒绝男童,丝毫不亚于父母对于子女、兄弟对于兄弟在肉欲上的戒绝。
τὸ μέντοι ταῦτα ἀπιστεῖσθαι ὑπό τινων οὐ θαυμάζω· ἐν πολλαῖς γὰρ τῶν πόλεων οἱ νόμοι οὐκ ἐναντιοῦνται ταῖς πρὸς τοὺς παῖδας ἐπιθυμίαις. ἡ μὲν δὴ παιδεία εἴρηται ἥ τε Λακωνικὴ καὶ ἡ τῶν ἄλλων Ἑλλήνων· ἐξ ὁποτέρας δʼ αὐτῶν καὶ εὐπειθέστεροι καὶ αἰδημονέστεροι καὶ ὧν δεῖ ἐγκρατέστεροι4 ἄνδρες ἀποτελοῦνται, ὁ βουλόμενος καὶ ταῦτα ἐπισκοπείσθω.
然而,对于有些人不相信这些事情,我并不感到惊奇;因为在许多城邦中,法律并不反对针对男童的欲望。 斯巴达式的教育与其他希腊人的教育至此已经阐述完毕;愿意探究的人不妨也考察一下:究竟从这两种教育中的哪一种,能造就更加服从、更加知耻、并在该节制之事上更加自制的人。
- 2.11μηδʼ ὣς
带重音的 ὣς 是相当于指示副词 οὕτως(如此、那样)的古雅形式,与否定词连用时表示“即便如此也(不)”、“在那种情况下也(不)”。
- 2.13αὐτὸς ὢν οἷον δεῖ
关系从句 οἷον δεῖ 是省略了 εἶναι 的惯用表达(“应有的那种人、端正者”),作分词 ὢν 的表语。条件从句使用无 ἄν 的祈愿气(πειρῷτο),与主句的过去直陈式(ἐπῄνει, ἐνόμιζεν)搭配,构成过去一般条件句(past general condition)。
- 2.13ἐποίησεν ἐν Λακεδαίμονι μηδὲν ἧττον ἐραστὰς παιδικῶν ἀπέχεσθαι ἢ γονεῖς παίδων ἢ καὶ ἀδελφοὶ ἀδελφῶν εἰς ἀφροδίσια ἀπέχονται
受致使动词 ἐποίησεν 支配的“宾格加不定式”结构(ἐραστὰς ... ἀπέχεσθαι)在比较词 ἢ 之后发生了句式转换:比较句后半部分转为由主格名词(γονεῖς, ἀδελφοί)和直陈式现在时动词(ἀπέχονται)构成的独立事实从句,意为“使爱慕者戒绝男童,丝毫不亚于父母对于子女戒绝……”。
- 2.14ὧν δεῖ ἐγκρατέστεροι
关系代词 ὧν 受比较级形容词 ἐγκρατέστεροι 支配而取属格。此处省略了指示代词先行词(即 τούτων ὧν δεῖ [ἐγκρατεῖς εἶναι]),结构压缩为“在那些理应节制的事物上更为自制”。
