← 色诺芬

拉刻代蒙人国制

§1.1-1.10

吕库古立法与女性教育及婚姻制度

作者将斯巴达虽人口较少却异常强盛的原因归功于吕库古的立法,重点阐述了其在女子身体锻炼、婚姻及优生繁育方面与希腊其他城邦截然相反的制度。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1

ἀλλʼ ἐγὼ ἐννοήσας ποτὲ ὡς ἡ Σπάρτη τῶν ὀλιγανθρωποτάτων πόλεων οὖσα1 δυνατωτάτη τε καὶ ὀνομαστοτάτη ἐν τῇ Ἑλλάδι ἐφάνη, ἐθαύμασα ὅτῳ ποτὲ τρόπῳ τοῦτʼ ἐγένετο· ἐπεὶ μέντοι κατενόησα τὰ ἐπιτηδεύματα τῶν Σπαρτιατῶν, οὐκέτι ἐθαύμαζον.

我曾经思考过,斯巴达虽然是人口最少的城邦之一,却何以展现为希腊最强大、最著名的城邦,并为这究竟是通过何种方式实现的而感到惊异;然而,当我理解了斯巴达人的风俗制度时,我便不再感到惊异了。

§1.2

Λυκοῦργον μέντοι τὸν θέντα αὐτοῖς τοὺς νόμους, οἷς πειθόμενοι ηὐδαιμόνησαν, τοῦτον καὶ θαυμάζω καὶ εἰς τὰ ἔσχατα σοφὸν ἡγοῦμαι. ἐκεῖνος γὰρ οὐ μιμησάμενος τὰς ἄλλας πόλεις, ἀλλὰ καὶ ἐναντία γνοὺς ταῖς πλείσταις, προέχουσαν εὐδαιμονίᾳ τὴν πατρίδα ἐπέδειξεν.

对于给他们制定了法律的吕库古——他们正是由于遵从这些法律而繁荣昌盛——我既钦佩他,又认为他极具智慧。因为他不仅没有模仿其他城邦,反而采取了与大多数城邦截然相反的主张,使自己的祖国在繁荣上卓尔不群。

§1.3

αὐτίκα γὰρ περὶ τεκνοποιίας, ἵνα ἐξ ἀρχῆς ἄρξωμαι, οἱ μὲν ἄλλοι τὰς μελλούσας τίκτειν καὶ καλῶς δοκούσας κόρας παιδεύεσθαι καὶ σίτῳ ᾗ ἁνυστὸν μετριωτάτῳ τρέφουσι καὶ ὄψῳ ᾗ δυνατὸν μικροτάτῳ· οἴνου γε μὴν ἢ πάμπαν ἀπεχομένας ἢ ὑδαρεῖ χρωμένας διάγουσιν.2 ὥσπερ δὲ οἱ πολλοὶ τῶν τὰς τέχνας ἐχόντων ἑδραῖοί εἰσιν, οὕτω καὶ τὰς κόρας οἱ ἄλλοι Ἕλληνες ἠρεμιζούσας ἐριουργεῖν ἀξιοῦσι. τὰς μὲν οὖν οὕτω τρεφομένας πῶς χρὴ προσδοκῆσαι μεγαλεῖον ἄν τι γεννῆσαι;

为了从头说起,首先在繁育后代方面:其他人对于将要生育且被认为受到良好教养的少女,用尽可能适度的谷物来抚养,配以尽可能微薄的菜肴;至于酒,则让她们在要么完全戒绝、要么饮用掺水稀释的酒中度日。正如大多数手艺人是静坐劳作一样,其他希腊人也要求少女安坐不动地纺线织毛。那么,人们怎能指望以这种方式抚养出来的女子生下强壮的后代呢?

§1.4

ὁ δὲ Λυκοῦργος ἐσθῆτας μὲν καὶ δούλας παρέχειν ἱκανὰς ἡγήσατο εἶναι, ταῖς δʼ ἐλευθέραις μέγιστον νομίσας εἶναι τὴν τεκνοποιίαν πρῶτον μὲν σωμασκεῖν ἔταξεν οὐδὲν ἧττον τὸ θῆλυ τοῦ ἄρρενος φύλου· ἔπειτα δὲ δρόμου καὶ ἰσχύος, ὥσπερ καὶ τοῖς ἀνδράσιν, οὕτω καὶ ταῖς θηλείαις ἀγῶνας πρὸς ἀλλήλας ἐποίησε, νομίζων ἐξ ἀμφοτέρων ἰσχυρῶν καὶ τὰ ἔκγονα ἐρρωμενέστερα γίγνεσθαι.

但吕库古认为,提供衣物让女奴去做就足够了,而对自由妇女来说,繁育后代是最重大的职责;于是他首先规定,女性也同男性一样必须锻炼身体;接着,正如对男子那样,他也为女子设立了相互之间的奔跑和力量竞技,认为如果父母双方都强壮,其后代也会更加健壮。

§1.5

ἐπεί γε μὴν γυνὴ πρὸς ἄνδρα ἔλθοι, ὁρῶν τοὺς ἄλλους τὸν πρῶτον τοῦ χρόνου ἀμέτρως ταῖς γυναιξὶ συνόντας, καὶ τούτου τἀναντία ἔγνω· ἔθηκε γὰρ αἰδεῖσθαι μὲν εἰσιόντα ὀφθῆναι, αἰδεῖσθαι δʼ ἐξιόντα. οὕτω δὲ συνόντων ποθεινοτέρως μὲν ἀνάγκη σφῶν αὐτῶν ἔχειν, ἐρρωμενέστερα δὲ γίγνεσθαι, εἴ τι βλάστοι οὕτω, μᾶλλον ἢ εἰ διάκοροι ἀλλήλων εἶεν.

此外,当女子嫁给男子后,看到其他人起初无节制地与妻子同居,他也采取了相反的做法;因为他规定,〔丈夫〕进屋时被人看见应当感到羞耻,离开时被人看见同样应当感到羞耻。他们以这种方式相聚,必然会更加渴望彼此;如果以此种方式怀胎,孩子也必然比双方相互厌倦时所生的更加强壮有力。

§1.6

πρὸς δὲ τούτοις καὶ ἀποπαύσας τοῦ ὁπότε βούλοιντο ἕκαστοι γυναῖκα ἄγεσθαι, ἔταξεν ἐν ἀκμαῖς τῶν σωμάτων τοὺς γάμους ποιεῖσθαι, καὶ τοῦτο συμφέρον τῇ εὐγονίᾳ νομίζων.

除了这些措施外,他还废除了各人随意挑选时间娶妻的陋习,规定应当在身体最鼎盛的时期成婚,认为这同样有益于优生优育。

§1.7

εἴ γε μέντοι συμβαίη γεραιῷ νέαν ἔχειν, ὁρῶν τοὺς τηλικούτους φυλάττοντας μάλιστα τὰς γυναῖκας, τἀναντία καὶ τούτου ἐνόμισε· τῷ γὰρ πρεσβύτῃ ἐποίησεν, ὁποίου ἀνδρὸς σῶμά τε καὶ ψυχὴν ἀγασθείη, τοῦτον ἐπαγαγομένῳ τεκνοποιήσασθαι.3

然而,如果年长男子娶了年轻妻子,看到这个年纪的人往往极严密地防范妻子,吕库古在这一点上也制定了相反的规矩:他允许老年男子在赞赏某位男子的体魄与心灵时,将那人引荐进来,借此繁育后代。

§1.8

εἰ δέ τις αὖ γυναικὶ μὲν συνοικεῖν μὴ βούλοιτο, τέκνων δὲ ἀξιολόγων ἐπιθυμοίη, καὶ τοῦτο νόμιμον ἐποίησεν, ἥντινα εὔτεκνον καὶ γενναίαν ὁρῴη, πείσαντα τὸν ἔχοντα ἐκ ταύτης τεκνοποιεῖσθαι.4

反之,如果有人不愿与女人共同生活,但又渴望获得优秀的子女,他也使之成为合法:只要那人说服了他所见到的多产且高贵的女子的丈夫,便可借由该女子繁育后代。

§1.9

καὶ πολλὰ μὲν τοιαῦτα συνεχώρει. αἵ τε γὰρ γυναῖκες διττοὺς οἴκους βούλονται κατέχειν, οἵ τε ἄνδρες ἀδελφοὺς τοῖς παισὶ προσλαμβάνειν, οἳ τοῦ μὲν γένους καὶ τῆς δυνάμεως κοινωνοῦσι, τῶν δὲ χρημάτων οὐκ ἀντιποιοῦνται.

他准许了许多此类做法。因为女人们希望执掌两个家室,而男人们则希望为自己的儿子增添兄弟——这些兄弟共享家族血统与权势,却不争夺财产。

§1.10

περὶ μὲν δὴ τεκνοποιίας οὕτω τἀναντία γνοὺς τοῖς ἄλλοις εἴ τι διαφέροντας καὶ κατὰ μέγεθος καὶ κατʼ ἰσχὺν ἄνδρας τῇ Σπάρτῃ ἀπετέλεσεν, ὁ βουλόμενος ἐπισκοπείτω.

关于繁育后代,他在采取了与其他人如此相反的主张之后,是否为斯巴达造就了在身材与力量上都出类拔萃的男子,且让愿意考究的人去自行审察罢。

语法注4 条
  1. 1.1τῶν ὀλιγανθρωποτάτων πόλεων οὖσα

    最高级属格短语 τῶν ὀλιγανθρωποτάτων πόλεων 与分词 οὖσα 连用,充当表语性的部分属格(“属于人口最稀少的城邦之一”)。此处分词具有让步含义,与后文的最高级 δυνατωτάτη τε καὶ ὀνομαστοτάτη 形成鲜明对照。

  2. 1.3οἴνου γε μὴν ἢ πάμπαν ἀπεχομένας ἢ ὑδαρεῖ χρωμένας διάγουσιν

    动词 διάγω 与后接的宾格分词(ἀπεχομένας, χρωμένας)构成补足分词结构,其逻辑宾语承接前文的 τὰς... κόρας,意为“使她们在……的状态中度日”。虽然 διάγω 亦可不及物地表示主语“度日”,但在此处与宾格分词连用,表使役或外向动作更符文意。

  3. 1.7τῷ γὰρ πρεσβύτῃ ἐποίησεν, ὁποίου ἀνδρὸς σῶμά τε καὶ ψυχὴν ἀγασθείη, τοῦτον ἐπαγαγομένῳ τεκνοποιήσασθαι

    句子主干为 ἐποίησεν τῷ πρεσβύτῃ... ἐπαγαγομένῳ τεκνοποιήσασθαι(“他允许/使老年人引进……来繁育后代”)。与格分词 ἐπαγαγομένῳ 与 τῷ πρεσβύτῃ 性数格一致。关系从句中发生先行词内移(ὁποίου ἀνδρός),并在主句中由复指代词 τοῦτον 呼应,充当分词 ἐπαγαγομένῳ 的直接宾语。

  4. 1.8πείσαντα τὸν ἔχοντα ἐκ ταύτης τεκνοποιεῖσθαι

    宾格分词 πείσαντα 呼应前面条件从句中的主语 τις,充当不定式 τεκνοποιεῖσθαι 的逻辑主语。与前一段落采用与格结构(τῷ πρεσβύτῃ... ἐπαγαγομένῳ)不同,此处转换为了标准的宾格加不定式结构。τὸν ἔχοντα 为分词名词化用法,意指“拥有该女子的男子”,即其丈夫。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg010.humanitext-grc2:1.1-1.10