- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg010.humanitext-grc2:14.1-14.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者严厉批判当下的斯巴达,指出其公民背离了往昔的克制与守法传统,转而贪恋财货并在外邦争夺统治权,最终导致其丧失了希腊诸城邦的信任与统领地位。
εἰ δέ τίς με ἔροιτο εἰ καὶ νῦν ἔτι μοι δοκοῦσιν οἱ Λυκούργου νόμοι ἀκίνητοι διαμένειν, τοῦτο μὰ Δία οὐκ ἂν ἔτι θρασέως εἴποιμι.
然而,如果有人问我,吕库古的法律在我看来如今是否依然未被动摇地保持着,凭宙斯起誓,我再也不敢如此断言了。
οἶδα γὰρ πρότερον μὲν Λακεδαιμονίους αἱρουμένους οἴκοι τὰ μέτρια ἔχοντας ἀλλήλοις συνεῖναι μᾶλλον ἢ ἁρμόζοντας ἐν ταῖς πόλεσι καὶ κολακευομένους διαφθείρεσθαι.
因为我知道,从前拉刻代蒙人宁愿在本土过着适度的生活而彼此共处,也不愿在各城邦充当军政官并受奉承而腐化堕落。
καὶ πρόσθεν μὲν οἶδα αὐτοὺς φοβουμένους χρυσίον ἔχοντας φαίνεσθαι· νῦν δʼ ἔστιν οὓς καὶ καλλωπιζομένους1 ἐπὶ τῷ κεκτῆσθαι.
我也知道,以前他们唯恐被人看见持有黄金;如今却有些人甚至以占有黄金为荣。
ἐπίσταμαι δὲ καὶ πρόσθεν τούτου ἕνεκα ξενηλασίας γιγνομένας καὶ ἀποδημεῖν οὐκ ἐξόν,2 ὅπως μὴ ῥᾳδιουργίας οἱ πολῖται ἀπὸ τῶν ξένων ἐμπίμπλαιντο· νῦν δʼ ἐπίσταμαι τοὺς δοκοῦντας πρώτους εἶναι ἐσπουδακότας ὡς μηδέποτε παύωνται ἁρμόζοντες ἐπὶ ξένης.
我还知道,以前正是为此才实行驱逐异邦人制度,且不准本邦公民出境,以免公民从外人那里沾染上怠惰放纵;但如今我知道,那些被视为居于首位之人却竭力追求永不停止在异邦担任军政官。
καὶ ἦν μὲν ὅτε ἐπεμελοῦντο ὅπως ἄξιοι εἶεν ἡγεῖσθαι· νῦν δὲ πολὺ μᾶλλον πραγματεύονται ὅπως ἄρξουσιν ἢ ὅπως ἄξιοι τούτων ἔσονται.
曾经有过一个时期,他们专注于使自己配得上充当领袖;但如今他们费尽心机钻营如何谋取统治,远甚于谋求如何配得上此种统治。
τοιγαροῦν οἱ Ἕλληνες πρότερον μὲν ἰόντες εἰς Λακεδαίμονα ἐδέοντο αὐτῶν ἡγεῖσθαι ἐπὶ τοὺς δοκοῦντας ἀδικεῖν· νῦν δὲ πολλοὶ παρακαλοῦσιν ἀλλήλους ἐπὶ τὸ διακωλύειν ἄρξαι πάλιν αὐτούς.
因此,希腊人从前曾奔赴拉刻代蒙,央求他们率军讨伐被视为行不义之人;如今许多人却相互号召,力图阻止他们再次确立统治地位。
οὐδὲν μέντοι δεῖ θαυμάζειν τούτων τῶν ἐπιψόγων αὐτοῖς γιγνομένων, ἐπειδὴ φανεροί εἰσιν οὔτε τῷ θεῷ πειθόμενοι οὔτε τοῖς Λυκούργου νόμοις.3
然而,这些指责落在他们身上绝非怪事,因为他们显然既不遵从神意,也不遵从吕库古的法律。
- 14.3νῦν δʼ ἔστιν οὓς καὶ καλλωπιζομένους
习语 ἔστιν οἵ(“有些人……”)在受前文认知动词 οἶδα 支配时转化为宾格形式(ἔστιν οὕς)。表语分词 καλλωπιζομένους 与 οὕς 在性、数、格上一致,构成“(我知道)甚至有些人以……为荣”。
- 14.4οὐκ ἐξόν
非人称动词 ἔξεστι 的中性单数宾格分词,受认知动词 ἐπίσταμαι 支配作补足分词。与前面的分词短语(ξενηλασίας γιγνομένας)并列,表示“(我知道)且不准前往国外”。
- 14.7φανεροί εἰσιν οὔτε τῷ θεῷ πειθόμενοι οὔτε τοῖς Λυκούργου νόμοις
人称句构,替代了非人称句构(φανερόν ἐστιν αὐτοὺς οὔτε ... πείθεσθαι)。形容词 φανεροί 作表语,与主语(斯巴达人)在主格复数上保持一致,并支配分词 πειθόμενοι,意为“他们显然既不听从神明,也不遵从吕库古的法律”。
