← 色诺芬

拉刻代蒙人国制

§13.1-13.11

出征时国王的特权祭礼与统帅职责

本节详述斯巴达国王在出征时的特权、祭礼规程、行军阵形及营中职责分工,说明国王的职能被精简为对神的祭司与对人的统帅。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.1

διηγήσομαι δὲ καὶ ἣν ἐπὶ στρατιᾶς ὁ Λυκοῦργος βασιλεῖ δύναμιν καὶ τιμὴν κατεσκεύασε. πρῶτον μὲν γὰρ ἐπὶ φρουρᾶς τρέφει ἡ πόλις βασιλέα καὶ τοὺς σὺν αὐτῷ· συσκηνοῦσι δὲ αὐτῷ οἱ πολέμαρχοι, ὅπως ἀεὶ συνόντες μᾶλλον καὶ κοινοβουλῶσιν, ἤν τι δέωνται· συσκηνοῦσι δὲ καὶ ἄλλοι τρεῖς ἄνδρες τῶν ὁμοίων· οὗτοι τούτοις ἐπιμελοῦνται πάντων τῶν ἐπιτηδείων, ὡς μηδεμία ἀσχολία ᾖ αὐτοῖς τῶν πολεμικῶν ἐπιμελεῖσθαι.

我也要叙述吕库古在出征时为国王确立了怎样的权力和荣耀。首先,在出征期间,城邦供养国王及其随从人员。军长们与国王同住一顶帐篷,以便经常相聚,遇有需要时能更好地共同商议;来自同等者阶层的另外三名男子也与他们同住一帐。这些人负责为他们筹备一切必需品,使他们无任何妨碍去操持军事事务。

§13.2

ἐπαναλήψομαι δὲ ὡς ἐξορμᾶται σὺν στρατιᾷ ὁ βασιλεύς. θύει μὲν γὰρ πρῶτον οἴκοι ὢν Διὶ Ἀγήτορι καὶ τοῖς σιοῖν·1 ἢν δὲ ἐνταῦθα καλλιερήσῃ, λαβὼν ὁ πυρφόρος πῦρ ἀπὸ τοῦ βωμοῦ προηγεῖται ἐπὶ τὰ ὅρια τῆς χώρας· ὁ δὲ βασιλεὺς ἐκεῖ αὖ θύεται Διὶ καὶ Ἀθηνᾷ.

我要回过头来叙述国王率军出发的情形。因为他首先在留在本土时向引路者宙斯和双子神献祭;如果在那里获得了吉兆,持火者便从祭坛取火,领路行进至国土的边界;国王在那里再次向宙斯和雅典娜献祭。

§13.3

ὅταν δὲ ἀμφοῖν τούτοιν τοῖν θεοῖν καλλιερηθῇ, τότε διαβαίνει τὰ ὅρια τῆς χώρας· καὶ τὸ πῦρ μὲν ἀπὸ τούτων τῶν ἱερῶν προηγεῖται οὔποτε ἀποσβεννύμενον, σφάγια δὲ παντοῖα ἕπεται. ἀεὶ δὲ ὅταν θύηται, ἄρχεται μὲν τούτου τοῦ ἔργου ἔτι κνεφαῖος, προλαμβάνειν βουλόμενος τὴν τοῦ θεοῦ εὔνοιαν.

当从这两位神明那里都获得吉兆时,他才越过国土的边界;而来自这些祭礼的火便在前面引路,永不熄灭,各种各样的祭牲随行其后。每当献祭时,他总是趁着拂晓天色未明便开始这一仪式,希望以此抢先赢得神明的好意。

§13.4

πάρεισι δὲ περὶ τὴν θυσίαν πολέμαρχοι, λοχαγοί, πεντηκοντῆρες, ξένων στρατίαρχοι, στρατοῦ σκευοφορικοῦ ἄρχοντες, καὶ τῶν ἀπὸ τῶν πόλεων δὲ στρατηγῶν ὁ βουλόμενος· πάρεισι δὲ καὶ τῶν ἐφόρων δύο, οἳ πολυπραγμονοῦσι μὲν οὐδέν, ἢν μὴ ὁ βασιλεὺς προσκαλῇ· ὁρῶντες δὲ ὅ τι ποιεῖ ἕκαστος πάντας σωφρονίζουσιν, ὡς τὸ εἰκός. ὅταν δὲ τελεσθῇ τὰ ἱερά, ὁ βασιλεὺς προσκαλέσας πάντας παραγγέλλει τὰ ποιητέα. ὥστε ὁρῶν ταῦτα ἡγήσαιο ἂν τοὺς μὲν ἄλλους αὐτοσχεδιαστὰς εἶναι τῶν στρατιωτικῶν, Λακεδαιμονίους δὲ μόνους τῷ ὄντι τεχνίτας τῶν πολεμικῶν.

围绕在祭礼周围的有军长、连长、五十人长、外邦雇佣军将领、辎重队指挥官,以及同盟各城邦将军中愿意前来的人;监察官中也有两人出席,除非国王召唤,他们绝不干涉任何事务;但他们注视着每个人的一举一动,自然使全军谨守规矩。当祭礼结束,国王便召集所有人,下达当行之事的指令。因此,看到这番景象的人都会认为,其他人在军务上只是随兴的草率者,唯有拉刻代蒙人才是名副其实的战争行家。

§13.6

ἐπειδάν γε μὴν ἡγῆται βασιλεύς, ἢν μὲν μηδεὶς ἐναντίος φαίνηται, οὐδεὶς αὐτοῦ πρόσθεν πορεύεται, πλὴν Σκιρῖται καὶ οἱ προερευνώμενοι ἱππεῖς· ἢν δέ ποτε μάχην οἴωνται ἔσεσθαι, λαβὼν τὸ ἄγημα τῆς πρώτης μόρας ὁ βασιλεὺς ἄγει στρέψας ἐπὶ δόρυ,2 ἔστʼ ἂν γένηται ἐν μέσῳ δυοῖν μόραιν καὶ δυοῖν πολεμάρχοιν.

再者,当国王领队行军时,如果不见敌踪,除斯基里泰人和在前方侦察的骑兵外,无人走在国王的前面。但若他们预计随时可能发生战斗,国王便率领第一联队的前锋,向执枪一侧(右侧)旋回行进,直至他位于两个联队和两位军长之间。

§13.7

οὓς δὲ δεῖ ἐπὶ τούτοις τετάχθαι, ὁ πρεσβύτατος τῶν περὶ δαμοσίαν συντάττει· εἰσὶ δὲ οὗτοι ὅσοι ἂν σύσκηνοι ὦσι τῶν ὁμοίων, καὶ μάντεις καὶ ἰατροὶ καὶ αὐληταὶ καὶ οἱ τοῦ στρατοῦ ἄρχοντες, καὶ ἐθελούσιοι ἤν τινες παρῶσιν. ὥστε τῶν δεομένων γίγνεσθαι οὐδὲν ἀπορεῖται· οὐδὲν γὰρ ἀπρόσκεπτόν ἐστι.

至于应当排在这些人之后的人员,则由公室幕僚中最年长者负责部署;这些人包括与国王同帐的所有同等者、预言家、军医、长笛手、军队的统领,以及随行的志愿人员。因此,凡需要料理之事无一缺乏;因为没有任何事情是未曾预先考虑周全的。

§13.8

μάλα δὲ καὶ τάδε ὠφέλιμα, ὡς ἐμοὶ δοκεῖ, ἐμηχανήσατο Λυκοῦργος εἰς τὸν ἐν ὅπλοις ἀγῶνα. ὅταν γὰρ ὁρώντων ἤδη τῶν πολεμίων χίμαιρα σφαγιάζηται, αὐλεῖν τε πάντας τοὺς παρόντας αὐλητὰς νόμος καὶ μηδένα Λακεδαιμονίων ἀστεφάνωτον εἶναι· καὶ ὅπλα δὲ λαμπρύνεσθαι προαγορεύεται.

在我看来,吕库古为持械交战还设计了非常实用的规制。因为当着敌人的面宰杀母山羊时,法律规定在场的所有长笛手都要吹响笛声,拉刻代蒙人中不得有一人不戴花冠;同时宣告将武器擦拭光亮。

§13.9

ἔξεστι δὲ τῷ νέῳ καὶ κεχριμένῳ εἰς μάχην συνιέναι καὶ φαιδρὸν εἶναι καὶ εὐδόκιμον. καὶ παρακελεύονται δὲ τῷ ἐνωμοτάρχῳ· οὐδʼ ἀκούεται γὰρ εἰς ἑκάστην πᾶσαν τὴν ἐνωμοτίαν ἀφʼ ἑκάστου ἐνωμοτάρχου ἔξω· ὅπως δὲ καλῶς γίγνηται πολεμάρχῳ δεῖ μέλειν.

年轻人被允许涂抹橄榄油、仪容焕发、神采奕奕地投入战斗。他们还将激励的话传达给排长;因为来自各排长的声音并不能向外传遍每个完整的排;但必须由军长操心确保这一过程顺利进行。

§13.10

ὅταν γε μὴν καιρὸς δοκῇ εἶναι στρατοπεδεύεσθαι, τούτου μὲν δὴ κύριος βασιλεὺς καὶ τοῦ δεῖξαί γε ὅπου δεῖ· τὸ μέντοι πρεσβείας ἀποπέμπεσθαι καὶ φιλίας καὶ πολεμίας, τοῦτʼ οὐ βασιλέως. καὶ ἄρχονται μὲν πάντες ἀπὸ βασιλέως, ὅταν βούλωνται πρᾶξαί τι.

再者,当认为扎营的时机到来时,国王对此以及指示扎营地点拥有全权;然而,遣发使节——无论是友好的还是敌对的——却不是国王的权限。任何人只要想办理某事,都必须先由国王处着手。

§13.11

ἢν δʼ οὖν δίκης δεόμενός τις ἔλθῃ, πρὸς ἑλλανοδίκας τοῦτον ὁ βασιλεὺς ἀποπέμπει, ἢν δὲ χρημάτων, πρὸς ταμίας, ἢν δὲ ληίδα ἄγων, πρὸς λαφυροπώλας. οὕτω δὲ πραττομένων βασιλεῖ οὐδὲν ἄλλο ἔργον καταλείπεται ἐπὶ φρουρᾶς ἢ ἱερεῖ μὲν τὰ πρὸς τοὺς θεοὺς εἶναι, στρατηγῷ δὲ τὰ πρὸς τοὺς ἀνθρώπους.3

不过,如果有人为诉讼而来,国王便将他打发到希腊法官那里;如果为款项而来,便送到财务官那里;如果带着战利品而来,便送到战利品拍卖官那里。由于事情都如此处置,在出征期间,留给国王的差事便无外乎对神为祭司、对人为统帅而已。

语法注3 条
  1. 13.2τοῖς σιοῖν

    这是拉哥尼亚方言的双数与格形式,相当于 τοῖς θεοῖν,指斯巴达的守护神双子神(卡斯托尔与波吕丢刻斯)。它与前面的 Διὶ Ἀγήτορι 一同作为 θύει 的间接宾语。

  2. 13.6στρέψας ἐπὶ δόρυ

    这是希腊军事操典中的专门术语,意为“转向执枪的一侧(即右侧)”(与转向盾牌侧即左侧相对)。此处描述国王带领前锋向右旋回,从而进驻两个联队之间的中央位置。

  3. 13.11ἱερεῖ μὲν τὰ πρὸς τοὺς θεοὺς εἶναι, στρατηγῷ δὲ τὰ πρὸς τοὺς ἀνθρώπους

    在跟随 καταλείπεται 的不定式结构中,εἶναι 带有与前文 βασιλεῖ 格同化的与格 ἱερεῖ 和 στρατηγῷ 作为表语,中性复数宾格短语 τὰ πρὸς τοὺς θεοὺς / τὰ πρὸς τοὺς ἀνθρώπους 则作为限定宾格表示范围,意即出征时国王的职责被严格限定为“在对神的事物上充当祭司,在对人的事物上充当将领”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg010.humanitext-grc2:13.1-13.11