- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg010.humanitext-grc2:15.1-15.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者叙述了吕库古在国王与城邦之间确立的契约,详细介绍了国王生前享有的各项特权(祭祀、统帅、配给、互誓)以及死后享有的英雄级礼遇。
βούλομαι δὲ καὶ ἃς βασιλεῖ πρὸς τὴν πόλιν συνθήκας ὁ Λυκοῦργος ἐποίησε1 διηγήσασθαι· μόνη γὰρ δὴ αὕτη ἀρχὴ διατελεῖ οἵαπερ ἐξ ἀρχῆς κατεστάθη· τὰς δὲ ἄλλας πολιτείας εὕροι ἄν τις μετακεκινημένας καὶ ἔτι καὶ νῦν μετακινουμένας.
我也想叙述吕库古在国王与城邦之间所订立的契约;因为唯独这一职官始终保持着最初设立时的模样,而人们会发现其他政制在过去曾经发生改变,甚至在当下仍在继续改变。
ἔθηκε γὰρ θύειν μὲν βασιλέα πρὸ τῆς πόλεως τὰ δημόσια ἅπαντα, ὡς ἀπὸ θεοῦ ὄντα,2 καὶ στρατιὰν ὅποι ἂν ἡ πόλις ἐκπέμπῃ ἡγεῖσθαι.
因为他规定,国王由于是神的后裔,须代表城邦主持一切公共祭祀,并在城邦派出军队时,领兵前往城邦所指定的任何地方。
ἔδωκε δὲ καὶ γέρα ἀπὸ τῶν θυομένων λαμβάνειν, καὶ γῆν δὲ ἐν πολλαῖς τῶν περιοίκων πόλεων ἀπέδειξεν ἐξαίρετον τοσαύτην ὥστε μήτʼ ἐνδεῖσθαι τῶν μετρίων μήτε πλούτῳ ὑπερφέρειν.
他还赋予国王从祭品中获取荣誉份额的特权,并在许多边民城邦中划拨出特选的土地赐予国王,其范围恰好既不短缺适度的生活,又不至于在财富上过分拔尖。
ὅπως δὲ καὶ οἱ βασιλεῖς ἔξω σκηνοῖεν, σκηνὴν αὐτοῖς δημοσίαν ἀπέδειξε, καὶ διμοιρίᾳ γε ἐπὶ τῷ δείπνῳ ἐτίμησεν, οὐχ ἵνα διπλάσια καταφάγοιεν, ἀλλʼ ἵνα καὶ ἀπὸ τοῦδε τιμῆσαι ἔχοιεν εἴ τινα βούλοιντο.
为了使国王在户外也有宿营之所,他为他们划定了公用帐篷,并在晚餐时赐予双倍份额以示尊崇,这并非要让他们吞食双倍的食物,而是使他们能够借此向他们所愿尊重的任何人表达敬意。
ἔδωκε δʼ αὖ καὶ συσκήνους δύο ἑκατέρῳ προσελέσθαι, οἳ δὴ καὶ Πύθιοι καλοῦνται. ἔδωκε δὲ καὶ πασῶν τῶν συῶν ἀπὸ τόκου χοῖρον λαμβάνειν, ὡς μήποτε ἀπορήσαι βασιλεὺς ἱερῶν, ἤν τι δεηθῇ θεοῖς συμβουλεύσασθαι.
此外,他又准许两位国王各自挑选两名共膳同帐者,这些人正被称为皮提奥伊。他还准予国王从每头母猪产下的一窝猪崽中各取一头小猪,以免国王若需向诸神求问神谕时在牺牲上有所短缺。
καὶ πρὸς τῇ οἰκίᾳ δὲ λίμνη ὕδατος ἀφθονίαν παρέχει· ὅτι δὲ καὶ τοῦτο πρὸς πολλὰ χρήσιμον, οἱ μὴ ἔχοντες αὐτὸ μᾶλλον γιγνώσκουσι. καὶ ἕδρας δὲ πάντες ὑπανίστανται βασιλεῖ, πλὴν οὐκ ἔφοροι ἀπὸ τῶν ἐφορικῶν δίφρων.3
国王宅邸旁有一处池塘,提供了充沛的水源;这在诸多方面都极为有用,没有水池的人对此体会更深。再者,所有人都起立向国王致敬,唯独监察官不起离其专席。
καὶ ὅρκους δὲ ἀλλήλοις κατὰ μῆνα ποιοῦνται, ἔφοροι μὲν ὑπὲρ τῆς πόλεως, βασιλεὺς δὲ ὑπὲρ ἑαυτοῦ. ὁ δὲ ὅρκος ἐστὶ τῷ μὲν βασιλεῖ κατὰ τοὺς τῆς πόλεως κειμένους νόμους βασιλεύσειν, τῇ δὲ πόλει4 ἐμπεδορκοῦντος ἐκείνου ἀστυφέλικτον τὴν βασιλείαν παρέξειν.
并且他们每月彼此立誓,监察官代表城邦,国王代表自身。誓约的内容是:对国王而言,须按照城邦既定的法律实行统治;对城邦而言,只要国王恪守誓言,城邦就将保证其王权坚固不移。
αὗται μὲν οὖν αἱ τιμαὶ οἴκοι ζῶντι βασιλεῖ δέδονται, οὐδέν τι πολὺ ὑπερφέρουσαι τῶν ἰδιωτικῶν· οὐ γὰρ ἐβουλήθη οὔτε τοῖς βασιλεῦσι τυραννικὸν φρόνημα παραστῆσαι οὔτε τοῖς πολίταις φθόνον ἐμποιῆσαι τῆς δυνάμεως.
这些便是国王生前在本土所获赐的荣誉,其标准并未大幅超越普通公民;因为立法者既不希望在国王心中滋生专制傲慢,也不愿在公民中间激起对其权势的嫉妒。
αἳ δὲ τελευτήσαντι τιμαὶ βασιλεῖ δέδονται, τῇδε βούλονται δηλοῦν οἱ Λυκούργου νόμοι ὅτι οὐχ ὡς ἀνθρώπους ἀλλʼ ὡς ἥρωας τοὺς Λακεδαιμονίων βασιλεῖς προτετιμήκασι.
至于国王逝世后所获的荣誉,吕库古的法律意在借此表明:其向来并非把拉刻代蒙人的国王当作凡人,而是当作英雄来尊奉的。
- 15.1ἃς βασιλεῖ πρὸς τὴν πόλιν συνθήκας ὁ Λυκοῦργος ἐποίησε
先行词 συνθήκας 被吸收入关系分句中的结构(incorporation)。主句的深层句法骨架为 βούλομαι δὲ καὶ διηγήσασθαι τὰς συνθήκας ἃς ὁ Λυκοῦργος ἐποίησε...
- 15.2ὡς ἀπὸ θεοῦ ὄντα
分词 ὄντα 为阳性单数宾格,与不定式 θύειν 的逻辑主语 βασιλέα 一致。连词 ὡς 表述依据或官方认定的理由,即“因其身为神(赫拉克勒斯)之后裔”。
- 15.6πλὴν οὐκ ἔφοροι ἀπὸ τῶν ἐφορικῶν δίφρων
连词/介词 πλὴν 引出例外,其后带有否定词 οὐκ,承前省略了动词 ὑπανίστανται:“唯独监察官不从其专席上[起立]”。οὐκ 明确强调了被排除在外的例外主体。
- 15.7ὁ δὲ ὅρκος ἐστὶ τῷ μὲν βασιλεῖ ... τῇ δὲ πόλει ...
与格 τῷ μὲν βασιλεῖ 和 τῇ δὲ πόλει 分别表示誓约的立誓方及义务承担者,誓言的具体内容由两个不定式 βασιλεύσειν 与 παρέξειν 引出。短语 ἐμπεδορκοῦντος ἐκείνου 为属格独立结构,充当条件状语(“只要国王恪守誓言”)。
