- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg010.humanitext-grc2:12.1-12.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了吕库古所制定的圆形军营建制、内外防务哨戒、随身武器与行止防范规范,以及行军日常的操练、检阅、就餐与作息流程。
ἐρῶ δὲ καὶ ᾗ στρατοπεδεύεσθαι ἐνόμισε χρῆναι Λυκοῦργος. διὰ μὲν γὰρ τὸ τὰς γωνίας τοῦ τετραγώνου ἀχρήστους εἶναι κύκλον ἐστρατοπεδεύσατο,1 εἰ μὴ ὄρος ἀσφαλὲς εἴη ἢ τεῖχος ἢ ποταμὸν ὄπισθεν ἔχοιεν.
我也要谈谈吕库古认为应当如何扎营。因为四方形的四角是无用的,所以只要背后没有安全的山地、高墙或河流,他便命军队扎成圆形阵营。
φυλακάς γε μὴν ἐποίησε μεθημερινὰς τὰς μὲν παρὰ τὰ ὅπλα εἴσω βλεπούσας· οὐ γὰρ πολεμίων ἕνεκα ἀλλὰ φίλων αὗται καθίστανται· τούς γε μὴν πολεμίους ἱππεῖς φυλάττουσιν ἀπὸ χωρίων ὧν ἂν ἐκ πλείστου προορῷεν εἰ τις προσίοι.
此外,他设立了白昼的哨兵,其中一些人在堆放武器处旁向内监视;因为设立他们不是为了防备敌人,而是为了防备营内的友伴。至于敌人方面,则由骑兵从最远能够预先望见有无人逼近的地点进行守望。
νύκτωρ δὲ ἔξω τῆς φάλαγγος ἐνόμισεν ὑπὸ Σκιριτῶν προφυλάττεσθαι· (νῦν δʼ ἤδη καὶ ὑπὸ ξένων αὐτῶν τινες συμπαρόντες.) τὸ δὲ ἔχοντας τὰ δόρατα ἀεὶ περιιέναι, εὖ καὶ τοῦτο δεῖ εἰδέναι, ὅτι2 τοῦ αὐτοῦ ἕνεκά ἐστιν οὗπερ καὶ τοὺς δούλους εἴργουσιν ἀπὸ τῶν ὅπλων, καὶ τοὺς ἐπὶ τὰ ἀναγκαῖα ἀπιόντας οὐ δεῖ θαυμάζειν ὅτι οὔτε ἀλλήλων οὔτε τῶν ὅπλων πλέον ἢ ὅσον μὴ λυπεῖν ἀλλήλους ἀπέρχονται· καὶ γὰρ ταῦτα ἀσφαλείας ἕνεκα ποιοῦσιν.
而在夜间,他规定由斯基里泰人在方阵之外进行前沿警戒(如今则也已由随军的外邦雇佣军中的某些人担任)。至于他们为何始终手持长枪走动,人们也应当清楚,这与他们不让奴隶接触武器完全是出于同一目的;而对于那些前去解决内急的人,离同伴和武器的距离绝不超过彼此不生嫌厌的限度,对此也不必感到惊讶,因为他们这样做同样是出于安全考虑。
μεταστρατοπεδεύονταί γε μὴν πυκνὰ καὶ τοῦ σίνεσθαι τοὺς πολεμίους ἕνεκα καὶ τοῦ ὠφελεῖν τοὺς φίλους. καὶ γυμνάζεσθαι δὲ προαγορεύεται ὑπὸ τοῦ νόμου ἅπασι Λακεδαιμονίοις, ἕωσπερ ἂν στρατεύωνται. ὥστε μεγαλοπρεπεστέρους μὲν αὐτοὺς ἐφʼ ἑαυτοῖς γίγνεσθαι, ἐλευθεριωτέρους δὲ τῶν ἄλλων φαίνεσθαι. δεῖ δὲ οὔτε περίπατον οὔτε δρόμον μάσσω3 ποιεῖσθαι ἢ ὅσον ἂν ἡ μόρα ἐφήκῃ, ὅπως μηδεὶς τῶν αὑτοῦ ὅπλων πόρρω γίγνηται.
他们还频繁转移营地,既为了侵扰敌人,也为了援助友邦。法律还吩咐所有拉刻代蒙人,只要在出征期间就必须进行体育锻炼。从而使他们自身更加气度不凡,在他人眼中显得比其他人更高贵。但散步或跑动的范围都不得超出本连队延伸所及的距离,以免任何人远离自己的武器。
μετὰ δὲ τὰ γυμνάσια καθίζειν μὲν ὁ πρῶτος πολέμαρχος κηρύττει· ἔστι δὲ τοῦτο ὥσπερ ἐξέτασις· ἐκ τούτου δὲ ἀριστοποιεῖσθαι καὶ ταχὺ τὸν πρόσκοπον ἀπολύεσθαι· ἐκ τούτου δʼ αὖ διατριβαὶ καὶ ἀναπαύσεις πρὸ τῶν ἑσπερινῶν γυμνασίων.
锻炼之后,首席军长便宣告就座命令;这就像是一次检阅。此后便用早餐,并迅速换下前哨的侦察员;此后在傍晚的锻炼之前又是休息与消遣的时间。
μετά γε μὴν ταῦτα δειπνοποιεῖσθαι κηρύττεται, καὶ ἐπειδὰν ᾁσωσιν εἰς τοὺς θεοὺς οἷς ἂν κεκαλλιερηκότες ὦσιν,4 ἐπὶ τῶν ὅπλων ἀναπαύεσθαι. ὅτι δὲ πολλὰ γράφω οὐ δεῖ θαυμάζειν· ἥκιστα γὰρ Λακεδαιμονίοις εὕροι ἄν τις παραλελειμμένα ἐν τοῖς στρατιωτικοῖς ὅσα δεῖται ἐπιμελείας.
在这些之后,便宣告用晚餐;而在他们向受过吉礼祭祀的神明唱完赞歌之后,便在武器旁歇息。不必惊讶我记述了如此之多的细节;因为在拉刻代蒙人那里,军事上凡需要审慎关照之事,人们会发现几乎没有任何疏漏遗失。
- 12.1κύκλον ἐστρατοπεδεύσατο
κύκλον 作内宾格(同源结果宾格)或方式副词性宾格,与 ἐστρατοπεδεύσατο 连用,意为“扎成圆形阵营”或“成圆形扎营”。
- 12.4τὸ δὲ ἔχοντας τὰ δόρατα ἀεὶ περιιέναι, εὖ καὶ τοῦτο δεῖ εἰδέναι, ὅτι
句首带冠词不定式短语 τὸ ... περιιέναι 起悬垂宾格(悬置话题)的作用,引出全句话题,并在后文解释性的 ὅτι 从句前由代词 τοῦτο 予以复指接应。
- 12.5μάσσω
μάσσω 是形容词 μακρός 的比较级 μάσσων 的阳性单数宾格收缩形式(由 μάσσονα 缩略而来),同时修饰前置的名词 περίπατον 与 δρόμον(“长于……的散步或奔跑”)。
- 12.7οἷς ἂν κεκαλλιερηκότες ὦσιν
修饰 τοὺς θεούς 的关系从句。关系代词采用与格 οἷς,是因为动词 καλλιερέω(献上吉兆之祭)支配受祭神明的与格,意为“向其献过吉兆之祭的神明”。
