- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg010.humanitext-grc2:11.1-11.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者记述了吕库古关于出征动员、辎重规程以及猩红战袍等军装的设计,并阐明由六个莫拉构成的斯巴达军制,及其在应对来自前后左右各方敌情时变换阵形的简明与灵活。
καὶ ταῦτα μὲν δὴ κοινὰ ἀγαθὰ καὶ ἐν εἰρήνῃ καὶ ἐν πολέμῳ· εἰ δέ τις βούλεται καταμαθεῖν ὅ τι καὶ εἰς τὰς στρατείας βέλτιον τῶν ἄλλων ἐμηχανήσατο, ἔξεστι καὶ τούτων ἀκούειν.
这些确实是无论在和平还是战争时期都普遍有益的制度;但若有人想了解,他在军事远征方面又构想出了哪些优于他人之处,也可以听听下文。
πρῶτον μὲν τοίνυν οἱ ἔφοροι προκηρύττουσι τὰ ἔτη εἰς ἃ δεῖ στρατεύεσθαι καὶ ἱππεῦσι καὶ ὁπλίταις, ἔπειτα δὲ καὶ τοῖς χειροτέχναις· ὥστε ὅσοισπερ ἐπὶ πόλεως χρῶνται ἄνθρωποι, πάντων τούτων καὶ ἐπὶ στρατιᾶς οἱ Λακεδαιμόνιοι εὐποροῦσι· καὶ ὅσων δὲ ὀργάνων ἡ στρατιὰ κοινῇ δεηθείη ἄν, ἅπαντα τὰ μὲν ἁμάξῃ προστέτακται παρέχειν, τὰ δὲ ὑποζυγίῳ· οὕτω γὰρ ἥκιστʼ ἂν τὸ ἐλλεῖπον διαλάθοι.
首先,监察官会预先宣告骑兵和重装步兵必须出征的服役年龄段,随后对工匠亦是如此;因此凡是人们在城邦中所用的一切,拉刻代蒙人在军阵之中也都一应俱全。此外,对于军队共同可能需要的全部器具,已下令一部分用车载,一部分用驮兽运送;因为这样一来,任何匮乏之处就最不易被忽视。
εἴς γε μὴν τὸν ἐν τοῖς ὅπλοις ἀγῶνα τοιάδʼ ἐμηχανήσατο, στολὴν μὲν ἔχειν φοινικίδα, ταύτην νομίζων ἥκιστα μὲν γυναικείᾳ κοινωνεῖν, πολεμικωτάτην δʼ εἶναι, καὶ χαλκῆν ἀσπίδα· καὶ γὰρ τάχιστα λαμπρύνεται καὶ σχολαιότατα ῥυπαίνεται. ἐφῆκε δὲ καὶ κομᾶν τοῖς ὑπὲρ τὴν ἡβητικὴν ἡλικίαν, νομίζων οὕτω καὶ μείζους ἂν καὶ ἐλευθεριωτέρους καὶ γοργοτέρους φαίνεσθαι.
此外,关于武装战斗,他构想了如下措施:身着鲜红色斗篷——他认为这最不像妇女的服饰,且最具军人本色——并配备青铜盾牌,因为这种盾牌打磨得最快,弄脏得最慢。他还准许超过青年期的人留长发,认为这样能让他们显得更魁梧、更高贵、更威猛。
οὕτω γε μὴν κατεσκευασμένων μόρας μὲν διεῖλεν ἓξ καὶ ἱππέων καὶ ὁπλιτῶν. ἑκάστη δὲ τῶν ὁπλιτικῶν μορῶν ἔχει πολέμαρχον ἕνα, λοχαγοὺς τέτταρας, πεντηκοντῆρας ὀκτώ, ἐνωμοτάρχους ἑκκαίδεκα. ἐκ δὲ τούτων τῶν μορῶν διὰ παρεγγυήσεως καθίστανται τοτὲ μὲν εἰς ἐνωμοτίας, τοτὲ δὲ εἰς τρεῖς, τοτὲ δὲ εἰς ἕξ.
在他们这般整装齐备之后,他将骑兵和重装步兵都划分为六个莫拉(连队)。每一个重装步兵莫拉设有一名军长、四名中队长、八名五十人队长和十六名小队长。通过口令传达,他们根据这些莫拉,有时列成单小队纵队,有时列成三路,有时列成六路。
ὃ δὲ οἱ πλεῖστοι οἴονται, πολυπλοκωτάτην εἶναι τὴν ἐν ὅπλοις Λακωνικὴν τάξιν, τὸ ἐναντιώτατον ὑπειλήφασι τοῦ ὄντος· εἰσὶ μὲν γὰρ ἐν τῇ Λακωνικῇ τάξει οἱ πρωτοστάται ἄρχοντες, καὶ ὁ στίχος ἕκαστος πάντʼ ἔχων ὅσα δεῖ παρέχεσθαι.
然而,大多数人认为拉科尼亚式的武装阵形极为复杂,这完全是与事实相反的成见。因为在拉科尼亚的阵列中,前排人员皆为军官,每一个纵列都具备了应当配备的所有要素。
οὕτω δὲ ῥᾴδιον ταύτην τὴν τάξιν μαθεῖν ὡς ὅστις τοὺς ἀνθρώπους δύναται γιγνώσκειν οὐδεὶς ἂν ἁμάρτοι· τοῖς μὲν γὰρ ἡγεῖσθαι δέδοται, τοῖς δὲ ἕπεσθαι τέτακται. αἱ δὲ παραγωγαὶ ὥσπερ ὑπὸ κήρυκος ὑπὸ τοῦ ἐνωμοτάρχου λόγῳ δηλοῦνται καὶ ἀραιαί τε καὶ βαθύτεραι αἱ φάλαγγες γίγνονται· ὧν οὐδὲν οὐδʼ ὁπωστιοῦν χαλεπὸν μαθεῖν.
这种阵形学起来十分容易,凡是能辨认人的人都不会弄错;因为有的人被赋予领队之责,有的人则受命跟随。而横向展开则由小队长用话语像传令官一样宣布,方阵随之变薄或变深;在这些事情中,绝无任何一件是稍微难以领会的。
τὸ μέντοι κἂν ταραχθῶσι μετὰ τοῦ παρατυχόντος ὁμοίως μάχεσθαι, ταύτην τὴν τάξιν οὐκέτι ῥᾴδιόν ἐστι μαθεῖν πλὴν τοῖς ὑπὸ τῶν τοῦ Λυκούργου νόμων πεπαιδευμένοις.
然而,即便陷入混乱,仍能与身边碰巧遇到的人同样配合作战——要掌握这种阵法,除了那些受过吕库古法令训导的人之外,便不再容易了。
εὐπορώτατα δὲ καὶ ἐκεῖνα Λακεδαιμόνιοι ποιοῦσι τὰ τοῖς ὁπλομάχοις πάνυ δοκοῦντα χαλεπὰ εἶναι· ὅταν μὲν γὰρ ἐπὶ κέρως1 πορεύωνται, κατʼ οὐρὰν δήπου ἐνωμοτία ἐνωμοτίᾳ ἕπεται· ἐὰν δʼ ἐν τῷ τοιούτῳ ἐκ τοῦ ἐναντίου πολεμία φάλαγξ ἐπιφανῇ, τῷ ἐνωμοτάρχῳ παρεγγυᾶται εἰς μέτωπον παρʼ ἀσπίδα2 καθίστασθαι, καὶ διὰ παντὸς οὕτως, ἔστʼ ἂν ἡ φάλαγξ ἐναντία καταστῇ. ἤν γε μὴν οὕτως ἐχόντων ἐκ τοῦ ὄπισθεν οἱ πολέμιοι ἐπιφανῶσιν, ἐξελίττεται ἕκαστος ὁ στίχος,3 ἵνα οἱ κράτιστοι ἐναντίοι ἀεὶ τοῖς πολεμίοις ὦσιν.
对于那些在格斗教官看来极为困难的事情,拉刻代蒙人也能极其轻而易举地做到。因为当他们以纵队行进时,小队自然是依次衔尾跟随;如果在这种情况下从正面出现了敌军方阵,口令就会传给小队长,向持盾侧(左侧)展开列成正面,整个军队皆是如此,直到方阵正对敌人为止。但如果在他们处于这种状态时敌人从背后出现,每一个纵列都会进行折转旋回,以便最强劲的人始终正对敌方。
ὅτι δὲ ὁ ἄρχων εὐώνυμος γίγνεται, οὐδʼ ἐν τούτῳ μειονεκτεῖν ἡγοῦνται, ἀλλʼ ἔστιν ὅτε καὶ πλεονεκτεῖν. εἰ γάρ τινες κυκλοῦσθαι ἐπιχειροῖεν, οὐκ ἂν κατὰ τὰ γυμνά, ἀλλὰ κατὰ τὰ ὡπλισμένα περιβάλλοιεν ἄν.4 ἢν δέ ποτε ἕνεκά τινος δοκῇ συμφέρειν τὸν ἡγεμόνα δεξιὸν κέρας ἔχειν, στρέψαντες τὸ ἄγημα ἐπὶ κέρας ἐξελίττουσι τὴν φάλαγγα, ἔστʼ ἂν ὁ μὲν ἡγεμὼν δεξιὸς ᾖ, ἡ δὲ οὐρὰ εὐώνυμος γένηται.
至于指挥官变为处于左翼这件事,他们也并不认为在此点上有劣势,有时甚至觉得更有优势。因为如果有人企图包围他们,所包围的将不是不设防的一侧,而是全副武装的一侧。但若何时出于某种原因,由统帅占据右翼显得更为有利,他们便将分队转成纵队,使方阵折转旋回,直到统帅位列右翼,而尾队成为左翼为止。
ἢν δʼ αὖ ἐκ τῶν δεξιῶν πολεμίων τάξις ἐπιφαίνηται ἐπὶ κέρως πορευομένων, οὐδὲν ἄλλο πραγματεύονται ἢ τὸν λόχον ἕκαστον ὥσπερ τριήρη ἀντίπρῳρον τοῖς ἐναντίοις στρέφουσι, καὶ οὕτως αὖ γίγνεται ὁ κατʼ οὐρὰν λόχος παρὰ δόρυ. ἤν γε μὴν κατὰ τὰ εὐώνυμα πολέμιοι προσίωσιν, οὐδὲ τοῦτʼ ἐῶσιν, ἀλλὰ προθέουσιν ἢ ἀντιπάλους τοὺς λόχους στρέφουσι· καὶ οὕτως αὖ ὁ κατʼ οὐρὰν λόχος παρʼ ἀσπίδα καθίσταται.
另一方面,如果当他们以纵队行进时,敌军阵列从右侧出现,他们所做的无非是将每一个中队像三列桨战船一样舰首相向地转朝敌人,于是后尾的中队便再次处于持枪侧(右侧)。但若敌人从左侧逼近,他们也绝不听之任之,要么向前抢冲,要么将中队转为正对敌手;于是后尾的中队又再次位列持盾侧(左侧)。
- 11.8ἐπὶ κέρως
介词 ἐπί 接属格 κέρως(源自 κέρας,“翼、角”)构成的军事成语,意为“成纵队、呈行军队列”,与横向展开的方阵队形(ἐπὶ φάλαγγος)相对。
- 11.8παρʼ ἀσπίδα
介词 παρά 搭配宾格 ἀσπίδα,字面为“朝向盾牌一侧”。由于重装步兵左手持盾,在希腊军事用语中特指“向左”,与 παρὰ δόρυ(“朝向长矛侧”,即“向右”)相对。
- 11.8ἐξελίττεται ἕκαστος ὁ στίχος
动词 ἐξελίσσω(旋回、逆进机动)的中动/被动态第三人称单数。此处指纵列(στίχος)中的每个士兵执行逆向转进(countermarch),以便在背后受袭时,前排的最精锐人员(οἱ κράτιστοι)能够迅速再次面朝敌人。
- 11.9οὐκ ἂν κατὰ τὰ γυμνά, ἀλλὰ κατὰ τὰ ὡπλισμένα περιβάλλοιεν ἄν
τὰ γυμνά 指未被盾牌遮蔽的无防备侧(右侧),而 τὰ ὡπλισμένα 指持有盾牌防护的一侧(左侧)。作者指出,指挥官若位列左翼并非劣势,因为敌军若企图包围,就必须绕过配备盾牌防御的一侧,而非无防备的一侧。
