- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg008.humanitext-grc2:9.1-9.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
西蒙尼德提出,惩罚应当委派他人办理,而奖赏必须由统治者亲自颁发;通过在农业、军事、商业和财政各领域设立奖项,统治者只需付出低微的奖励代价,便能激发公民自发的勤勉并带来城邦的繁荣。
πρὸς ταῦτα δὴ πάλιν εἶπεν ὁ Σιμωνίδης· ἀλλʼ ὅπως μὲν οὐ πάντων τούτων ἐπιμελητέον, ὦ Ἱέρων, οὐ λέγω.1 ἐπιμέλειαι μέντοι μοι δοκοῦσιν αἱ μὲν πάνυ πρὸς ἔχθραν ἄγειν, αἱ δὲ πάνυ διὰ χαρίτων εἶναι.
对此,西蒙尼德再次说道:“可是,希厄隆啊,我并不是说你不应该关照这一切。然而在我看来,管理事项中有些完全引向仇怨,有些则完全依靠好意。
τὸ μὲν γὰρ διδάσκειν ἅ ἐστι βέλτιστα καὶ τὸν κάλλιστα ταῦτα ἐξεργαζόμενον ἐπαινεῖν καὶ τιμᾶν, αὕτη μὲν ἡ ἐπιμέλεια διὰ χαρίτων γίγνεται, τὸ δὲ τὸν ἐνδεῶς τι ποιοῦντα λοιδορεῖν τε καὶ ἀναγκάζειν καὶ ζημιοῦν καὶ κολάζειν, ταῦτα δὲ ἀνάγκη διʼ ἀπεχθείας μᾶλλον γίγνεσθαι.
因为传授最善之事,并赞赏和尊崇将这些事情办得最出色的人——这种关照是借由好意来实现的;而斥责、强迫、罚款并惩治那些做事有所欠缺的人,这些事情则必然更多地借由仇恨而产生。
ἐγὼ οὖν φημι ἀνδρὶ ἄρχοντι τὸν μὲν ἀνάγκης δεόμενον ἄλλοις προστακτέον εἶναι κολάζειν, τὸ δὲ τὰ ἆθλα ἀποδιδόναι διʼ αὑτοῦ ποιητέον.2 ὡς δὲ ταῦτα καλῶς ἔχει μαρτυρεῖ τὰ γιγνόμενα.
因此我认为,对于一位统治者而言,惩罚需要强制手段之人应当责成他人去做,而颁发奖赏则必须由他亲自施行。而实际发生的情形便证明了这种做法是极好的。
καὶ γὰρ ὅταν χοροὺς ἡμῖν βουλώμεθα ἀγωνίζεσθαι, ἆθλα μὲν ὁ ἄρχων προτίθησιν, ἁθροίζειν δὲ αὐτοὺς προστέτακται χορηγοῖς καὶ ἄλλοις διδάσκειν καὶ ἀνάγκην προστιθέναι τοῖς ἐνδεῶς τι ποιοῦσιν. οὐκοῦν εὐθὺς ἐν τούτοις τὸ μὲν ἐπίχαρι διὰ τοῦ ἄρχοντος ἐγένετο, τὰ δʼ ἀντίτυπα διʼ ἄλλων.
事实上,每当我们希望歌队为我们举行竞赛时,执政官负责设立奖赏,但召集他们已被委派给歌队统筹者,教导他们并对表现有欠缺者施加强制则责成其他人。因此,在这些事情中,令人愉悦的部分立刻经由执政官产生,而惹人反感的部分则通过其他人来执行。
τί οὖν κωλύει καὶ τἆλλα τὰ πολιτικὰ οὕτως περαίνεσθαι; διῄρηνται μὲν γὰρ ἅπασαι αἱ πόλεις αἱ μὲν κατὰ φυλάς, αἱ δὲ κατὰ μόρας, αἱ δὲ κατὰ λόχους, καὶ ἄρχοντες ἐφʼ ἑκάστῳ μέρει ἐφεστήκασιν.
那么,究竟有什么能阻止国家其他事务也照此办理呢?因为一切城邦都已划分完毕,有的按部落,有的按师团,有的按连队,并且每个部分都设立了长官。
οὐκοῦν εἴ τις καὶ τούτοις ὥσπερ τοῖς χοροῖς ἆθλα προτιθείη καὶ εὐοπλίας καὶ εὐταξίας καὶ ἱππικῆς καὶ ἀλκῆς τῆς ἐν πολέμῳ καὶ δικαιοσύνης τῆς ἐν συμβολαίοις, εἰκὸς καὶ ταῦτα πάντα διὰ φιλονικίαν ἐντόνως ἀσκεῖσθαι.
因此,如果有人也为这些人——如同为歌队一样——设立奖赏,奖励精良的武备、严整的纪律、马术、战时的勇敢以及契约中的公正,那么所有这些事情也很可能因竞争心而得到刻苦磨砺。
καὶ ναὶ μὰ Δία ὁρμῷντό γʼ ἂν θᾶττον ὅποι δέοι, τιμῆς ὀρεγόμενοι, καὶ χρήματα θᾶττον ἂν εἰσφέροιεν, ὁπότε τούτου καιρὸς εἴη, καὶ τὸ πάντων γε χρησιμώτατον, ἥκιστα δὲ εἰθισμένον διὰ φιλονικίας πράττεσθαι, ἡ γεωργία αὐτὴ ἂν πολὺ ἐπιδοίη, εἴ τις ἆθλα προτιθείη κατʼ ἀγροὺς ἢ κατὰ κώμας τοῖς κάλλιστα τὴν γῆν ἐξεργαζομένοις, καὶ τοῖς εἰς τοῦτο τῶν πολιτῶν ἐρρωμένως τρεπομένοις πολλὰ ἂν ἀγαθὰ περαίνοιτο· καὶ γὰρ αἱ πρόσοδοι αὔξοιντʼ ἄν, καὶ ἡ σωφροσύνη πολὺ μᾶλλον σὺν τῇ ἀσχολίᾳ συμπαρομαρτεῖ. καὶ μὴν κακουργίαι γε ἧττον τοῖς ἐνεργοῖς ἐμφύονται.
而且指着宙斯发誓,他们因渴望荣耀,一旦需要出动便会更加敏捷地奔赴目的地,每逢时机需要也会更加迅捷地缴纳钱财;而最有用却最不习惯通过竞争心来经营的农业本身,如果有人按田庄或按村落为土地耕耘得最出色的人设立奖赏,也必将大有长进,许多善果也会降临于那些竭力从事此业的公民;因为收入会增加,而明智审慎也更伴随着忙碌不辍而生。况且,为非作歹之事在勤勉者身上本就更难滋生。
εἰ δὲ καὶ ἐμπορία ὠφελεῖ τι πόλιν, τιμώμενος ἂν ὁ πλεῖστα τοῦτο ποιῶν καὶ ἐμπόρους ἂν πλείους ἀγείροι. εἰ δὲ φανερὸν γένοιτο ὅτι καὶ ὁ πρόσοδόν τινα ἄλυπον ἐξευρίσκων τῇ πόλει τιμήσεται, οὐδʼ αὕτη ἂν ἡ σκέψις ἀργοῖτο.
如果贸易也对城邦有所助益,那么把贸易办得最多的人若受到尊崇,也会聚拢更多的商人。如果大家都能看清,为城邦找寻出某种无害财源的人同样会受到尊崇,这一谋划也不会荒废。
ὡς δὲ συνελόντι εἰπεῖν, εἰ καὶ κατὰ πάντων ἐμφανὲς εἴη ὅτι ὁ ἀγαθόν τι εἰσηγούμενος οὐκ ἀτίμητος ἔσται, πολλοὺς ἂν καὶ τοῦτο ἐξορμήσειεν ἔργον ποιεῖσθαι τὸ σκοπεῖν τι ἀγαθόν. καὶ ὅταν γε πολλοῖς περὶ τῶν ὠφελίμων μέλῃ, ἀνάγκη εὑρίσκεσθαί τε μᾶλλον καὶ ἐπιτελεῖσθαι.
简而言之,如果在一切事物上都能昭然若揭:凡引荐良策者皆不会没有奖赏,这也会驱使许多人将探寻有益之事当作自己的职责。而且,一旦许多人都挂念有益之事,它们必然更容易被发现,也更容易被付诸实行。
εἰ δὲ φοβῇ, ὦ Ἱέρων, μὴ ἐν πολλοῖς ἄθλων προτιθεμένων3 πολλαὶ δαπάναι γίγνωνται, ἐννόησον ὅτι οὐκ ἔστιν ἐμπορεύματα λυσιτελέστερα ἢ ὅσα ἄνθρωποι ἄθλων ὠνοῦνται. ὁρᾷς ἐν ἱππικοῖς καὶ γυμνικοῖς καὶ χορηγικοῖς ἀγῶσιν ὡς μικρὰ ἆθλα μεγάλας δαπάνας καὶ πολλοὺς πόνους καὶ πολλὰς ἐπιμελείας ἐξάγεται ἀνθρώπων;4
但是,希厄隆,如果你担心在许多事务中设立奖赏会导致花费巨大,请你想一想:世上再没有比人们用奖赏换购来的东西更划算的货品了。难道你在赛马、竞技和歌队的比赛中没有看到,多么微小的奖赏,就能从人们身上引出多么巨大的开销、多么繁重的劳苦和多么深切的关照吗?”
- 9.1ἀλλʼ ὅπως μὲν οὐ πάντων τούτων ἐπιμελητέον, ὦ Ἱέρων, οὐ λέγω.
包含双重否定的间接引语结构:主句的否定词 οὐ(οὐ λέγω)与从句的否定词 οὐ 结合,表达委婉的肯定(“我并不是说你不应该关照这一切”)。动形容词 ἐπιμελητέον 构成非人称句式,支配属格宾语 πάντων τούτων。
- 9.3ἀνδρὶ ἄρχοντι τὸν μὲν ἀνάγκης δεόμενον ἄλλοις προστακτέον εἶναι κολάζειν, τὸ δὲ τὰ ἆθλα ἀποδιδόναι διʼ αὑτοῦ ποιητέον.
ἀνδρὶ ἄρχοντι 置于句首,作为动作发出者的与格(dative of agent),统摄动形容词 προστακτέον 与 ποιητέον。前半句中,κολάζειν 作为补足不定词依附于 προστακτέον εἶναι,ἄλλοις 为受令者的与格,τὸν ... δεόμενον 是 κολάζειν 的宾语;后半句中,冠词不定词 τὸ ... ἀποδιδόναι 则充当 ποιητέον 的主语/对格对象,形成鲜明的职责对比。
- 9.11ἐν πολλοῖς ἄθλων προτιθεμένων
ἄθλων προτιθεμένων 为属格绝对结构(意为“在设立奖项时/设立奖项的情况下”)。前面的介词短语 ἐν πολλοῖς 取中性复数(“在许多事务/领域中”),作为副词性成分限定多项开支(πολλαὶ δαπάναι)产生的范围。
- 9.11ἐξάγεται ἀνθρώπων
中动相动词 ἐξάγεται 表示“(为自身)引出、引发”。主语是中性复数 μικρὰ ἆθλα(搭配单数动词),支配直接宾语 μεγάλας δαπάνας 等,ἀνθρώπων 则作为分离/来源属格依附于该复合动词,意为“从人们身上诱发/激发出”。
