← 色诺芬

希罗

§10.1-10.8

雇佣军在保护公民与维护治安中的功用

希厄隆询问如何才能不因雇佣军而招致怨恨,西蒙尼德阐明雇佣军能够充当保护全体公民免遭奴隶叛乱、不法之徒和外敌侵害的坚实防盾,从而为公民带来安宁与余暇。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.1

καὶ ὁ Ἱέρων εἶπεν· ἀλλὰ ταῦτα μέν, ὦ Σιμωνίδη, καλῶς μοι δοκεῖς λέγειν· περὶ δὲ τῶν μισθοφόρων ἔχεις τι εἰπεῖν ὡς μὴ μισεῖσθαι διʼ αὐτούς; ἢ λέγεις ὡς φιλίαν κτησάμενος ἄρχων οὐδὲν ἔτι δεήσεται δορυφόρων;

希厄隆说道:“可是西蒙尼德啊,在这些事情上,我觉得你说得很好;但是关于雇佣军,你有什么话可说,能使人不因他们而被憎恨呢?还是说,你认为一位赢得了友谊的统治者就完全不再需要持矛侍卫了呢?”

§10.2

ναὶ μὰ Δία, εἶπεν ὁ Σιμωνίδης, δεήσεται μὲν οὖν.1 οἶδα γὰρ ὅτι ὥσπερ ἐν ἵπποις οὕτως καὶ ἐν ἀνθρώποις τισὶν ἐγγίγνεται, ὅσῳ ἂν ἔκπλεα τὰ δέοντα ἔχωσι, τοσούτῳ ὑβριστοτέροις εἶναι.

西蒙尼德说:“指着宙斯发誓,不,他当然需要。因为我知道,正如在马匹身上一样,在某些人身上也天生有一种习性:他们越是丰足地拥有必需之物,就越是傲慢不逊。

§10.3

τοὺς μὲν οὖν τοιούτους μᾶλλον ἂν σωφρονίζοι ὁ ἀπὸ τῶν δορυφόρων φόβος. τοῖς δὲ καλοῖς κἀγαθοῖς ἀπʼ οὐδενὸς ἄν μοι δοκεῖς τοσαῦτα ὠφελήματα παρασχεῖν ὅσα ἀπὸ τῶν μισθοφόρων.

因此,由持矛侍卫带来的恐惧更能使这样的人变得恭顺审慎。

§10.4

τρέφεις μὲν γὰρ δήπου καὶ σὺ αὐτοὺς σαυτῷ φύλακας· ἤδη δὲ πολλοὶ καὶ δεσπόται βίᾳ ὑπὸ τῶν δούλων ἀπέθανον. ἓν οὖν ἂν πρῶτον τοῦτʼ εἴη τῶν προστεταγμένων τοῖς μισθοφόροις, ὡς πάντων ὄντας δορυφόρους τῶν πολιτῶν βοηθεῖν πᾶσιν,2 ἄν τι τοιοῦτον αἰσθάνωνται. γίγνονται δέ που, ὡς πάντες ἐπιστάμεθα, κακοῦργοι ἐν πόλεσιν· εἰ οὖν καὶ τούτους φυλάττειν εἶεν τεταγμένοι, καὶ τοῦτʼ ἂν εἰδεῖεν ὑπʼ αὐτῶν ὠφελούμενοι.

另一方面,对于那些高尚善良之士,我觉得你从任何其他事物中都无法提供像从雇佣军中那样多的益处。 因为想必你自己也是把他们作为自己的守卫来供养的;然而以往已有许多主人惨死于奴隶的暴力之下。那么,指派给雇佣军的第一件事就是:作为全体公民的卫兵,一旦察觉到任何此类风吹草动,就去救援所有人。

§10.5

πρὸς δὲ τούτοις καὶ τοῖς ἐν τῇ χώρᾳ ἐργάταις καὶ κτήνεσιν οὗτοι ἂν εἰκότως καὶ θάρρος καὶ ἀσφάλειαν δύναιντο μάλιστα παρέχειν, ὁμοίως μὲν τοῖς σοῖς ἰδίοις, ὁμοίως δὲ τοῖς ἀνὰ τὴν χώραν. ἱκανοί γε μήν εἰσι καὶ σχολὴν παρέχειν τοῖς πολίταις τῶν ἰδίων ἐπιμελεῖσθαι, τὰ ἐπίκαιρα φυλάττοντες.

而且,正如我们大家所知,城邦中大概总会滋生歹人;因此,如果他们也被派定防范这些人,公民们也会知道自己在这方面受惠于他们。 除这些之外,这些人理所当然也能极好地为乡间的劳作者和牲畜带来勇气与安全,无论对你自己的私产,还是对全境各处的产业都同样如此。

§10.6

πρὸς δὲ τούτοις καὶ πολεμίων ἐφόδους κρυφαίας καὶ ἐξαπιναίας τίνες ἑτοιμότεροι ἢ προαισθέσθαι ἢ κωλῦσαι τῶν ἀεὶ ἐν ὅπλοις τε ὄντων καὶ συντεταγμένων; ἀλλὰ μὴν καὶ ἐν τῇ στρατιᾷ τί ἐστιν ὠφελιμώτερον πολίταις μισθοφόρων; τούτους γὰρ προπονεῖν καὶ προκινδυνεύειν καὶ προφυλάττειν εἰκὸς ἑτοιμοτάτους εἶναι.

此外,他们通过驻守要害据点,也完全能够给公民提供余暇去打理自己的私事。 除这些之外,面对敌人隐秘而突发的袭击,还有谁比那些始终全副武装且整齐编队的人更容易预先察觉或加以阻止呢?况且在军旅之中,对公民而言又有何物比雇佣军更为有益呢?

§10.7

τὰς δʼ ἀγχιτέρμονας πόλεις οὐκ ἀνάγκη διὰ τοὺς ἀεὶ ἐν ὅπλοις ὄντας καὶ εἰρήνης μάλιστα ἐπιθυμεῖν; οἱ γὰρ συντεταγμένοι καὶ σῴζειν τὰ τῶν φίλων μάλιστα καὶ σφάλλειν τὰ τῶν πολεμίων δύναιντʼ ἄν.

因为他们理应是最随时准备在前方受苦、在前方冒险、在前方放哨警戒的人。 而且,邻近的城邦难道不必然因那些始终全副武装的人而格外渴望和平吗?

§10.8

ὅταν γε μὴν γνῶσιν οἱ πολῖται ὅτι οὗτοι κακὸν μὲν οὐδὲν ποιοῦσι τὸν μηδὲν ἀδικοῦντα, τοὺς δὲ κακουργεῖν βουλομένους κωλύουσι, βοηθοῦσι δὲ τοῖς ἀδικουμένοις, προνοοῦσι δὲ καὶ προκινδυνεύουσι τῶν πολιτῶν, πῶς οὐκ ἀνάγκη καὶ δαπανᾶν εἰς τούτους ἥδιστα; τρέφουσι γοῦν καὶ ἰδίᾳ ἐπὶ μείοσι τούτων3 φύλακας.

因为整齐编队的人最能保全友方的利益,也最能挫败敌方的图谋。 此外,一旦公民们认识到这些人绝不加害于任何无辜之人,而是制止企图作恶者,援助受欺压者,并且替公民未雨绸缪、挺身冒险,他们难道不必然会极其心甘情愿地为他们出资吗?无论如何,他们甚至在私下里为了比这些微不足道得多的事情也都在供养看守呢。”

语法注3 条
  1. 10.2δεήσεται μὲν οὖν

    助词组合 μὲν οὖν 在此表纠正性的强调肯定(“不,恰恰相反,他当然需要……”),用于反驳希厄隆前一句问话(ἢ λέγεις ὡς...)中所提出的假设。

  2. 10.4ὡς πάντων ὄντας δορυφόρους τῶν πολιτῶν βοηθεῖν πᾶσιν

    尽管前面有与格的 τοῖς μισθοφόροις,分词 ὄντας 却与 ὡς 连用(表示“以……的身份/名义”),作不定式 βοηθεῖν 的逻辑主语而取宾格,未依附于与格(οὖσι)。

  3. 10.8ἐπὶ μείοσι τούτων

    介词 ἐπί 接与格 μείοσι 表示目的或缘由,τούτων 为比较属格,意为“为了比这些(上述公共利益)更为微小琐碎的事情”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg008.humanitext-grc2:10.1-10.8