← 色诺芬

希罗

§8.1-8.10

统治者施恩的优势与招致怨恨的职责

西蒙尼德论述道,即便付出相同的善意,统治者也能比平民赢得更大的感激与爱戴,借此说明统治的优势。希厄隆则反驳称,僭主被迫处理远多于平民的招人怨恨之事,如征税、惩罚以及蓄养雇佣军。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.1

καὶ ὁ Σιμωνίδης ὑπολαβὼν εἶπεν· ἀλλὰ τὸ μὲν νῦν, ὦ Ἱέρων, ἀθύμως ἔχειν σε πρὸς τὴν τυραννίδα οὐ θαυμάζω, ἐπείπερ ἐπιθυμῶν φιλεῖσθαι ὑπʼ ἀνθρώπων ἐμποδών σοι τούτου νομίζεις αὐτὴν εἶναι. ἐγὼ μέντοι ἔχειν μοι δοκῶ διδάξαι σε ὡς τὸ ἄρχειν οὐδὲν ἀποκωλύει τοῦ φιλεῖσθαι, ἀλλὰ καὶ πλεονεκτεῖ γε τῆς ἰδιωτείας.

西蒙尼德接着说道:“可是,希厄隆啊,你如今对僭主统治感到心灰意冷,这并不令我感到奇怪,因为你渴望为人所爱,却认为它成了此事的阻碍。不过,我自以为能够开导你:统治绝不妨碍受人爱戴,甚至比处于私人地位占有更多优势。

§8.2

ἐπισκοποῦντες δὲ αὐτὸ εἰ οὕτως ἔχει μήπω ἐκεῖνο σκοπῶμεν, εἰ διὰ τὸ μεῖζον δύνασθαι ὁ ἄρχων καὶ χαρίζεσθαι πλείω δύναιτʼ ἄν, ἀλλʼ ἂν τὰ ὅμοια ποιῶσιν ὅ τε ἰδιώτης καὶ ὁ τύραννος, ἐννόει πότερος μείζω ἀπὸ τῶν ἴσων κτᾶται χάριν. ἄρξομαι δέ σοι ἀπὸ τῶν μικροτάτων παραδειγμάτων.

在考察事实是否如此时,我们暂且先不要考虑统治者是否由于拥有更大的力量便能够施予更多的恩惠,而是设想当平民与僭主做同样的事情时,请你考虑究竟哪一方能从相同的事情中获得更大的好意。我将为你从最细微的事例说起。

§8.3

ἰδὼν γὰρ πρῶτον προσειπάτω τινὰ φιλικῶς ὅ τε ἄρχων καὶ ὁ ἰδιώτης· ἐν τούτῳ τὴν ποτέρου πρόσρησιν μᾶλλον εὐφραίνειν τὸν ἀκούσαντα νομίζεις; ἴθι δὴ ἐπαινεσάντων ἀμφότεροι τὸν αὐτόν· τὸν ποτέρου δοκεῖς ἔπαινον ἐξικνεῖσθαι μᾶλλον εἰς εὐφροσύνην; θύσας δὲ τιμησάτω ἑκάτερος· τὴν παρὰ ποτέρου τιμὴν μείζονος ἂν χάριτος δοκεῖς τυγχάνειν;

首先,设想统治者和平民见到某人时都友好地打个招呼;在这种情况下,你认为哪一方的致意更能让听者高兴?且说双方都称赞同一个人;你认为哪一方的称赞更能带来由衷的欣悦?又或者各自在献祭后向某人致敬;你认为来自哪一方的敬意会换来更大的感激?

§8.4

κάμνοντα θεραπευσάτωσαν ὁμοίως· οὐκοῦν τοῦτο σαφὲς ὅτι αἱ ἀπὸ τῶν δυνατωτάτων θεραπεῖαι καὶ χαρὰν ἐμποιοῦσι μεγίστην; δότωσαν δὴ τὰ ἴσα· οὐ καὶ ἐν τούτῳ σαφὲς ὅτι αἱ ἀπὸ τῶν δυνατωτάτων ἡμίσειαι χάριτες πλέον ἢ ὅλον τὸ παρὰ τοῦ ἰδιώτου δώρημα δύνανται;

设想他们同样去探视照料一位病患;难道这不是很清楚的吗:来自最有权势者的关照能引发最大的喜乐?再让他们赠予同等之物;难道在这件事上不是很清楚的吗:来自最有权势者哪怕减半的恩惠,其分量也抵得过平民送出的整份馈赠?

§8.5

ἀλλʼ ἔμοιγε δοκεῖ καὶ ἐκ θεῶν τιμή τις καὶ χάρις συμπαρέπεσθαι ἀνδρὶ ἄρχοντι. μὴ γὰρ ὅτι1 καλλίονα ποιεῖ ἄνδρα, ἀλλὰ καὶ τὸν αὐτὸν τοῦτον ἥδιον θεώμεθά τε ὅταν ἄρχῃ ἢ ὅταν ἰδιωτεύῃ, διαλεγόμενοί τε ἀγαλλόμεθα τοῖς προτετιμημένοις μᾶλλον ἢ τοῖς ἐκ τοῦ ἴσου ἡμῖν οὖσι.

甚至在我看来,连神明赋予的某种荣耀与魅力也伴随着身为统治者之人。因为这不仅使一个人更显优美,而且即便是同一个人,当他身为统治者时也比处于平民身份时令我们看得更加惬意,而在交谈时,比起与我们身份对等的人,我们也更以那些地位尊崇的人为荣。

§8.6

καὶ μὴν παιδικά2 γε, ἐν οἷς δὴ καὶ σὺ μάλιστα κατεμέμψω τὴν τυραννίδα, ἥκιστα μὲν γῆρας ἄρχοντος δυσχεραίνει, ἥκιστα δʼ αἶσχος, πρὸς ὃν ἂν τυγχάνῃ ὁμιλῶν, τούτου ὑπολογίζεται. αὐτὸ γὰρ τὸ τετιμῆσθαι μάλιστα συνεπικοσμεῖ, ὥστε τὰ μὲν δυσχερῆ ἀφανίζειν, τὰ δὲ καλὰ λαμπρότερα ἀναφαίνειν.

况且就你最强烈谴责僭主统治的美少年之事而言,他们对统治者的年老最不嫌弃,对于与之交往的那人的丑陋也最不在意。因为尊荣本身尤其能增添光彩,以至于能消除难堪之处,使优美之处更显光彩夺目。

§8.7

ὁπότε γε μὴν ἐκ τῶν ἴσων ὑπουργημάτων μειζόνων χαρίτων ὑμεῖς τυγχάνετε, πῶς οὐκ ἐπειδάν γε ὑμεῖς πολλαπλάσια μὲν διαπράττοντες ὠφελεῖν δύνησθε, πολλαπλάσια δὲ δωρεῖσθαι ἔχητε, ὑμᾶς καὶ πολὺ μᾶλλον φιλεῖσθαι τῶν ἰδιωτῶν προσήκει;

既然从同等的服侍中你们都能获得更大的感激,那么一旦你们能够通过多倍的功业造福于人、并有能力赠予多倍的馈赠时,你们岂不是理应比平民受到多得多的爱戴吗?”

§8.8

καὶ ὁ Ἱέρων εὐθὺς ὑπολαβών, Ὅτι3 νὴ Δίʼ, ἔφη, ὦ Σιμωνίδη, καὶ ἐξ ὧν ἀπεχθάνονται ἄνθρωποι, ἡμᾶς πολὺ πλείω τῶν ἰδιωτῶν ἀνάγκη ἐστὶ πραγματεύεσθαι.

希厄隆随即接过话头说道:“这是因为,西蒙尼德,指着宙斯发誓,那些招致人们仇恨的事情,我们也必须比平民操办得多得多。

§8.9

πρακτέον μέν γε χρήματα, εἰ μέλλομεν ἕξειν δαπανᾶν εἰς τὰ δέοντα, ἀναγκαστέον δὲ φυλάττειν ὅσα δεῖται φυλακῆς, κολαστέον δὲ τοὺς ἀδίκους, κωλυτέον δὲ τοὺς ὑβρίζειν βουλομένους· καὶ ὅταν γε τάχους καιρὸς παραστῇ ἢ πεζῇ ἢ κατὰ θάλατταν ἐξορμᾶσθαι, οὐκ ἐπιτρεπτέον τοῖς ῥᾳδιουργοῦσιν.

事实上,如果我们想要有财力用于必需的开支,就必须征集钱财;必须强迫人们看守需要防范之物;必须惩处不义之人,制止意欲骄横施暴者;而且一旦到了刻不容缓需要从陆路或海上出动的紧急时刻,绝不能放任怠惰之徒。

§8.10

ἔτι δὲ μισθοφόρων μὲν ἀνδρὶ τυράννῳ δεῖ· τούτου δὲ βαρύτερον φόρημα οὐδέν ἐστι τοῖς πολίταις. οὐ γὰρ τυράννοις ἰσοτιμίας, ἀλλὰ πλεονεξίας ἕνεκα νομίζουσι τούτους τρέφεσθαι.

此外,僭主还需要雇佣军;而对于公民们来说,再没有比这更沉重的负担了。因为他们认为僭主蓄养这些人并非为了平等的尊严,而是为了聚敛私利和霸权。”

语法注3 条
  1. 8.5μὴ γὰρ ὅτι

    习惯性省略结构(相当于 μὴ [λέγωμεν] ὅτι),意为“不仅……而且……”或“姑且不说……”。它与后文的 ἀλλὰ καί 相应,说明统治不仅使人更加俊美,而且即便同一人受人瞻仰时也更为悦目。

  2. 8.6παιδικά

    中性复数名词,在此处作为泛指或集体概念使用,意为“宠童”或“美少年”。它作为主语支配其后的单数动词 δυσχεραίνει 与 ὑπολογίζεται,体现了古典希腊语中性复数主语常支配单数动词的常规句法。

  3. 8.8Ὅτι

    希厄隆答话句首的 ὅτι 针对上一节西蒙尼德的反问(“你们岂不是理应受到多得多的爱戴吗?”)作答,引出解释原因的从句(“这是因为……”),句首承接上文而省略了主句动词结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg008.humanitext-grc2:8.1-8.10