← 色诺芬

希罗

§7.1-7.13

关于荣誉的辩论与僭主无法退位的绝境

西蒙尼德提出追求荣誉是人特有的尊严所在,也是僭主甘受痛苦的动力;但希厄隆反驳说出于恐惧的恭敬不过是奴役的伪饰而非真正荣誉,并感叹由于无法偿清掠夺与杀戮之债,僭主甚至无法抽身放弃统治,唯有自尽才算解脱。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.1

ἐπεὶ δὲ ταῦτα αὐτοῦ ἤκουσεν ὁ Σιμωνίδης, εἶπεν· ἔοικεν, ἔφη, ὦ Ἱέρων, μέγα τι εἶναι ἡ τιμή, ἧς ὀρεγόμενοι οἱ ἄνθρωποι πάντα μὲν πόνον ὑποδύονται, πάντα δὲ κίνδυνον ὑπομένουσι.

西蒙尼德听他说了这些,便说道:“希厄隆啊,荣誉看来是件大事,人们为了追求它而甘愿承受一切劳苦,忍受一切危险。

§7.2

καὶ ὑμεῖς, ὡς ἔοικε, τοσαῦτα πράγματα ἐχούσης ὁπόσα λέγεις τῆς τυραννίδος, ὅμως προπετῶς φέρεσθε εἰς αὐτήν, ὅπως τιμᾶσθε καὶ ὑπηρετῶσι μὲν ὑμῖν πάντες πάντα τὰ προσταττόμενα ἀπροφασίστως, περιβλέπωσι δὲ πάντες, ὑπανιστῶνται δʼ ἀπὸ τῶν θάκων ὁδῶν τε παραχωρῶσι, γεραίρωσι δὲ καὶ λόγοις καὶ ἔργοις πάντες οἱ παρόντες ἀεὶ ὑμᾶς· τοιαῦτα γὰρ δὴ ποιοῦσι τοῖς τυράννοις οἱ ἀρχόμενοι καὶ ἄλλον ὅντινʼ ἂν ἀεὶ τιμῶντες τυγχάνωσι.

而你们看来也是如此,尽管僭主统治包含着你所说的那么多麻烦,你们却仍然鲁莽地投身其中,为的是受到尊崇,所有人都能毫不推托地服从你们的一切号令,所有人都能注视着你们,从座位上起立,在大道上让行,所有在场的人都时刻以言辞和行动向你们致敬;因为受统治的人对于僭主,以及对于他们当时所尊崇的任何其他人,确实都是这样做的。

§7.3

καὶ γάρ μοι δοκεῖ, ὦ Ἱέρων, τούτῳ διαφέρειν ἀνὴρ τῶν ἄλλων ζῴων, τῷ τιμῆς ὀρέγεσθαι. ἐπεὶ σιτίοις γε καὶ ποτοῖς καὶ ὕπνοις καὶ ἀφροδισίοις πάντα ὁμοίως ἥδεσθαι ἔοικε τὰ ζῷα· ἡ δὲ φιλοτιμία οὔτʼ ἐν τοῖς ἀλόγοις ζῴοις ἐμφύεται οὔτʼ ἐν ἅπασιν ἀνθρώποις· οἷς δʼ ἂν ἐμφύῃ τιμῆς τε καὶ ἐπαίνου ἔρως, οὗτοί εἰσιν ἤδη οἱ πλεῖστον μὲν τῶν βοσκημάτων διαφέροντες, ἄνδρες δὲ καὶ οὐκέτι ἄνθρωποι μόνον νομιζόμενοι.1

在我看来,希厄隆啊,人之所以不同于其他动物,正在于渴望荣誉这一点。因为一切动物在饮食、睡眠和交欢方面,似乎都同样能享受到快乐;但追求荣誉的雄心既不在无理性的动物中萌生,也不存在于所有人类之中;而在哪些人心中萌生了对荣誉和赞美的热爱,哪些人便已经与牲畜大不相同,被视为顶天立地的男儿,而不再仅仅是普通的人。

§7.4

ὥστε ἐμοὶ μὲν εἰκότως δοκεῖτε ταῦτα πάντα ὑπομένειν ἃ φέρετε ἐν τῇ τυραννίδι, ἐπείπερ τιμᾶσθε διαφερόντως τῶν ἄλλων ἀνθρώπων. καὶ γὰρ οὐδεμία ἀνθρωπίνη ἡδονὴ τοῦ θείου ἐγγυτέρω δοκεῖ εἶναι ἢ ἡ περὶ τὰς τιμὰς εὐφροσύνη.

因此,在我看来,你们承受在僭主统治中所忍受的一切,是理所应当的,因为你们受到的尊崇远远超过其他人。因为在人类的快乐中,似乎没有任何一种比关乎荣誉的喜悦更接近神圣的了。”

§7.5

πρὸς ταῦτα δὴ εἶπεν ὁ Ἱέρων· ἀλλʼ, ὦ Σιμωνίδη, καὶ αἱ τιμαὶ τῶν τυράννων ὅμοιαι ἐμοὶ δοκοῦσιν εἶναι οἷάπερ ἐγώ σοι τὰ ἀφροδίσια ὄντα αὐτῶν ἀπέδειξα.

对此希厄隆说道:“可是,西蒙尼德,僭主所享有的荣誉,在我看来也恰如我先前向你展示的他们的情欲之乐一样。

§7.6

οὔτε γὰρ αἱ μὴ ἐξ ἀντιφιλούντων ὑπουργίαι χάριτες ἡμῖν ἐδόκουν εἶναι οὔτε τὰ ἀφροδίσια τὰ βίαια ἡδέα ἐφαίνετο. ὡσαύτως τοίνυν οὐδὲ αἱ ὑπουργίαι αἱ ὑπὸ τῶν φοβουμένων τιμαί εἰσι.

因为并非出自相互爱慕之人的服侍在我们看来既算不上恩惠,强迫的情欲之乐也不令人感到愉悦;同样,那些出于恐惧之人所提供的服侍,也绝不是真正的荣誉。

§7.7

πῶς γὰρ ἂν φαίημεν ἢ τοὺς βίᾳ ἐξανισταμένους θάκων διὰ τὸ τιμᾶν τοὺς ἀδικοῦντας ἐξανίστασθαι, ἢ τοὺς ὁδῶν παραχωροῦντας τοῖς κρείττοσι διὰ τὸ τιμᾶν τοὺς ἀδικοῦντας παραχωρεῖν;

因为我们怎能说,那些被迫从座位上起立的人,是为了尊崇施暴者才起立的呢?或者那些在大道上向强者让行的人,是为了尊崇施暴者才让行的呢?

§7.8

καὶ δῶρά γε διδόασιν οἱ πολλοὶ τούτοις οὓς μισοῦσι, καὶ ταῦτα ὅταν μάλιστα φοβῶνται μή τι κακὸν ὑπʼ αὐτῶν πάθωσιν. ἀλλὰ ταῦτα μὲν οἶμαι δουλείας ἔργα εἰκότως ἂν νομίζοιτο· αἱ δὲ τιμαὶ ἔμοιγε δοκοῦσιν ἐκ τῶν ἐναντίων τούτοις γίγνεσθαι.

其实大众也会向他们所仇恨的人赠送礼物,而且往往是在最害怕遭受其危害之时。但依我看,这些行径理应被视为奴役的产物;而真正的荣誉,在我看来却是由与此相反的情形产生的。

§7.9

ὅταν γὰρ ἄνθρωποι ἄνδρα ἡγησάμενοι εὐεργετεῖν ἱκανὸν εἶναι, καὶ ἀπολαύειν αὐτοῦ ἀγαθὰ νομίσαντες, ἔπειτα τοῦτον ἀνὰ στόμα τε ἔχωσιν ἐπαινοῦντες, θεῶνταί τʼ αὐτὸν ὡς οἰκεῖον ἕκαστος ἀγαθόν, ἑκόντες τε παραχωρῶσι τούτῳ ὁδῶν καὶ θάκων ὑπανιστῶνται φιλοῦντές τε καὶ μὴ φοβούμενοι, καὶ στεφανῶσι κοινῆς ἀρετῆς καὶ εὐεργεσίας ἕνεκα, καὶ δωρεῖσθαι ἐθέλωσιν, οἱ αὐτοὶ οὗτοι ἔμοιγε δοκοῦσι τιμᾶν τε τοῦτον ἀληθῶς οἳ ἂν τοιαῦτα ὑπουργήσωσι καὶ ὁ τούτων ἀξιούμενος τιμᾶσθαι τῷ ὄντι.

因为,当人们认为某人有能力行善,相信能从他那里得到福祉,随后便交口赞誉,人人都把他视作切身的福祉,出于爱慕而非出于恐惧而甘愿在大道上为他让行、从座位上起立,为了公共的德行与恩德而为他加冠,并乐意向他赠送礼物时,在我看来,正是这些提供如此服侍的人在真正尊崇他,而配得这等待遇的人才是在真正享有荣誉。

§7.10

καὶ ἔγωγε τὸν μὲν οὕτω τιμώμενον μακαρίζω· αἰσθάνομαι γὰρ αὐτὸν οὐκ ἐπιβουλευόμενον ἀλλὰ φροντιζόμενον μή τι πάθῃ καὶ ἀφόβως καὶ ἀνεπιφθόνως καὶ ἀκινδύνως καὶ εὐδαιμόνως τὸν βίον διάγοντα· ὁ δὲ τύραννος ὡς ὑπὸ πάντων ἀνθρώπων κατακεκριμένος διʼ ἀδικίαν ἀποθνῄσκειν, οὕτως, ὦ Σιμωνίδη, εὖ ἴσθι, καὶ νύκτα καὶ ἡμέραν διάγει.

至于我,我对受到如此尊崇的人深表羡慕;因为我察觉到他不仅没有遭受图谋,反而受到人们的关切,生怕他遭遇不测,他无忧无惧、不招嫉妒、毫无危险、幸福美满地度过一生;然而僭主呢,西蒙尼德,你要深知,他日夜度日,犹如一个因不义而被全人类判处死刑的人一样。”

§7.11

ἐπεὶ δὲ ταῦτα πάντα διήκουσεν ὁ Σιμωνίδης, Καὶ πῶς, ἔφη, ὦ Ἱέρων, εἰ οὕτως πονηρόν ἐστι τὸ τυραννεῖν καὶ τοῦτο σὺ ἔγνωκας, οὐκ ἀπαλλάττῃ οὕτω μεγάλου κακοῦ, ἀλλʼ οὔτε σὺ οὔτε ἄλλος μὲν δὴ οὐδεὶς πώποτε ἑκὼν εἶναι2 τυραννίδος ἀφεῖτο, ὅσπερ ἅπαξ κτήσαιτο;

西蒙尼德听完了这一切,便说道:“既然如此,希厄隆,如果为僭主是这般恶劣之事,而你也已经认识到了这一点,你为何不摆脱如此巨大的祸害呢?然而无论是你,还是其他任何一旦获得僭主地位的人,至今不是都从未甘愿放弃过僭主统治吗?”

§7.12

ὅτι, ἔφη, ὦ Σιμωνίδη, καὶ ταύτῃ ἀθλιώτατόν ἐστιν ἡ τυραννίς· οὐδὲ γὰρ ἀπαλλαγῆναι δυνατὸν αὐτῆς ἐστι. πῶς γὰρ ἄν τίς ποτε ἐξαρκέσειε τύραννος ἢ χρήματα ἐκτίνων ὅσους ἀφείλετο3 ἢ δεσμοὺς ἀντιπάσχων ὅσους δὴ ἐδέσμευσεν, ἢ ὅσους κατέκανε πῶς ἂν ἱκανὰς ψυχὰς ἀντιπαράσχοιτο ἀποθανουμένας;

“这是因为,西蒙尼德,”他说道,“在这一点上僭主统治也是最为悲惨的:因为根本不可能摆脱它。一个僭主怎能补偿得了他所掠夺过的那么多人所损失的钱财呢?又怎能替他所囚禁过的那么多人承受相应的牢狱之灾呢?或者对于他所杀害过的那么多人,他怎能提供足够多的性命去偿死呢?

§7.13

ἀλλʼ εἴπερ τῳ ἄλλῳ, ὦ Σιμωνίδη, λυσιτελεῖ ἀπάγξασθαι, ἴσθι, ἔφη, ὅτι τυράννῳ ἔγωγε εὑρίσκω μάλιστα τοῦτο λυσιτελοῦν ποιῆσαι. μόνῳ γὰρ αὐτῷ οὔτε ἔχειν οὔτε καταθέσθαι τὰ κακὰ λυσιτελεῖ.4

所以,西蒙尼德,如果说对其他人而言悬梁自尽是有益的,你要知道,”他说道,“我发现对于僭主来说做这件事才是最为有益的。因为唯独对他而言,无论是继续保有恶事,还是放下恶事,都绝无益处。”

语法注4 条
  1. 7.3ἄνδρες δὲ καὶ οὐκέτι ἄνθρωποι μόνον νομιζόμενοι

    ἀνήρ 与 ἄνθρωπος 的对举。前者特指具有美德、勇气与荣誉感的男子汉,后者则指一般的生物学意义上的人类。短语 καὶ οὐκέτι ἄνθρωποι μόνον(而不再仅仅是普通人)在构词和语义上强化了这一升华层次。

  2. 7.11ἑκὼν εἶναι

    常用于否定句或限制性语境中的独立不定式惯用短语,意为“自愿地”、“甘愿地”或“就意愿而言”。εἶναι 起到限定语意范围的作用。

  3. 7.12ἢ χρήματα ἐκτίνων ὅσους ἀφείλετο

    关系代名词 ὅσους 为阳性宾格复数,所指代的并非被掠夺的金钱(χρήματα),而是被掠夺的人们(源于动词 ἀφαιρέομαι 带双宾格的结构,即剥夺某人某物)。此处构词上与后文的 ὅσους ἐδέσμευσεν 及 ὅσους κατέκανε 保持严格的平行结构。

  4. 7.13οὔτε ἔχειν οὔτε καταθέσθαι τὰ κακὰ λυσιτελεῖ

    短语 τὰ κακὰ 在此语境中指僭主统治所带来的罪孽、灾祸或重负。承接前文僭主无法补偿杀戮与洗劫罪责的逻辑,无论是继续保有并维系这一充满灾难的统治(ἔχειν),还是将其卸下或退位(καταθέσθαι),都无法带来善果,生动刻画了进退维谷的绝境。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg008.humanitext-grc2:7.1-7.13