← 色诺芬

希罗

§6.1-6.16

平民生活安乐的丧失与僭主恒常的恐惧

希厄隆阐述了自己身为平民时所享有的真正欢愉与安宁如何在僭主统治下被恐惧和猜忌剥夺殆尽,并在反驳西蒙尼德时指出了雇佣守卫的不忠危险,进而详述了僭主既无法真正恩惠朋友也无法安全制服敌人的体制性困境。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1

βούλομαι δέ σοι, ἔφη, ὦ Σιμωνίδη, κἀκείνας τὰς εὐφροσύνας δηλῶσαι ὅσαις ἐγὼ χρώμενος ὅτʼ ἦν ἰδιώτης, νῦν ἐπειδὴ τύραννος ἐγενόμην, αἰσθάνομαι στερόμενος αὐτῶν.1

“西蒙尼德,”他说道,“我还想向你表明那些我身为平民时所享有的快乐,而如今我当了僭主,便深感自己失去了这些快乐。

§6.2

ἐγὼ γὰρ ξυνῆν μὲν ἡλικιώταις ἡδόμενος ἡδομένοις ἐμοί, συνῆν δὲ ἐμαυτῷ, ὁπότε ἡσυχίας ἐπιθυμήσαιμι, διῆγον δʼ ἐν συμποσίοις πολλάκις μὲν μέχρι τοῦ ἐπιλαθέσθαι πάντων εἴ τι χαλεπὸν ἐν ἀνθρωπίνῳ βίῳ ἦν, πολλάκις δὲ μέχρι τοῦ ᾠδαῖς τε καὶ θαλίαις καὶ χοροῖς τὴν ψυχὴν συγκαταμιγνύναι, πολλάκις δὲ μέχρι κοίτης ἐπιθυμίας ἐμῆς τε καὶ τῶν παρόντων.

因为我那时与同龄人相伴,因那些以我为乐的人而快乐,每当我渴望清静时就独处自守;我常在宴饮中度日,时而直至忘却人间一切辛酸,时而直至使心灵融入歌唱、欢宴与舞蹈之中,时而直至我和在场众人都渴望就寝休息。

§6.3

νῦν δὲ ἀπεστέρημαι μὲν τῶν ἡδομένων ἐμοὶ διὰ τὸ δούλους ἀντὶ φίλων ἔχειν τοὺς ἑταίρους, ἀπεστέρημαι δʼ αὖ τοῦ ἡδέως ἐκείνοις ὁμιλεῖν διὰ τὸ μηδεμίαν ἐνορᾶν εὔνοιαν ἐμοὶ παρʼ αὐτῶν· μέθην δὲ καὶ ὕπνον ὁμοίως ἐνέδρᾳ φυλάττομαι.

可是如今,我却被剥夺了那些以我为乐的人,因为我身边的同伴已非朋友而是奴隶;我又被剥夺了与他们愉快交游的乐趣,因为我看不到他们对我有一丝善意;而我提防醉酒与睡眠,正如提防埋伏一样。

§6.4

τὸ δὲ φοβεῖσθαι μὲν ὄχλον, φοβεῖσθαι δʼ ἐρημίαν, φοβεῖσθαι δὲ ἀφυλαξίαν, φοβεῖσθαι δὲ καὶ αὐτοὺς τοὺς φυλάττοντας, καὶ μήτʼ ἀόπλους ἔχειν ἐθέλειν περὶ αὑτὸν μήθʼ ὡπλισμένους ἡδέως θεᾶσθαι, πῶς οὐκ ἀργαλέον ἐστὶ πρᾶγμα;

惧怕人群,惧怕独处,惧怕毫无防备,甚至惧怕守卫本身,身边既不愿留无武装之人,看到武装之人又不能感到欣喜——这难道不是令人痛苦不堪的境况吗?

§6.5

ἔτι δὲ ξένοις μὲν μᾶλλον ἢ πολίταις πιστεύειν, βαρβάροις δὲ μᾶλλον ἢ Ἕλλησιν, ἐπιθυμεῖν δὲ τοὺς μὲν ἐλευθέρους δούλους ἔχειν, τοὺς δὲ δούλους ἀναγκάζεσθαι ποιεῖν ἐλευθέρους, οὐ πάντα σοι ταῦτα δοκεῖ ψυχῆς ὑπὸ φόβων καταπεπληγμένης τεκμήρια εἶναι;

再者,信任外邦人甚于信任公民,信任异族人甚于信任希腊人,渴望把自由人当奴隶使唤,却不得不把奴隶变为自由人——所有这一切,在你看来难道不都是心灵被重重恐惧所震慑的明证吗?

§6.6

ὅ γέ τοι φόβος οὐ μόνον αὐτὸς ἐνὼν ταῖς ψυχαῖς λυπηρός ἐστιν, ἀλλὰ καὶ πάντων τῶν ἡδέων συμπαρακολουθῶν λυμεὼν γίγνεται.

况且恐惧不仅自身存在于心灵中即是痛苦,而且伴随一切乐事,成为其破坏者。

§6.7

εἰ δὲ καὶ σὺ πολεμικῶν ἔμπειρος εἶ, ὦ Σιμωνίδη, καὶ ἤδη ποτὲ πολεμίᾳ φάλαγγι πλησίον ἀντετάξω, ἀναμνήσθητι ποῖον μέν τινα σῖτον ᾑροῦ ἐν ἐκείνῳ τῷ χρόνῳ, ποῖον δέ τινα ὕπνον ἐκοιμῶ.

西蒙尼德,如果你也谙熟战事,且曾列阵于敌军密集方阵附近,请回想一下你那时吃的是何种饭食,睡的是何种觉。

§6.8

οἷα μέντοι σοὶ τότʼ ἦν τὰ λυπηρά, τοιαῦτά ἐστι τὰ τῶν τυράννων καὶ ἔτι δεινότερα· οὐ γὰρ ἐξ ἐναντίας μόνον, ἀλλὰ καὶ πάντοθεν πολεμίους ὁρᾶν νομίζουσιν οἱ τύραννοι.

而你当时所经受的痛苦,与僭主们的痛苦正相仿,甚至更加可怕;因为僭主们认为自己不仅从正面,而且从四面八方都看到敌人。

§6.9

ταῦτα δʼ ἀκούσας ὁ Σιμωνίδης ὑπολαβὼν εἶπεν· ὑπέρευ μοι δοκεῖς ἔνια λέγειν. ὁ γὰρ πόλεμος φοβερὸν μέν, ἀλλʼ ὅμως, ὦ Ἱέρων, ἡμεῖς γε ὅταν ὦμεν ἐν στρατείᾳ, φύλακας προκαθιστάμενοι θαρραλέως δείπνου τε καὶ ὕπνου λαγχάνομεν.

西蒙尼德听后接话道:“在我看来,你有些话说得极为透彻。因为战争固然可怕,但是,希厄隆啊,每当我们出征在外时,只要在外围设下守卫,就能坦然进餐和安歇。”

§6.10

καὶ ὁ Ἱέρων ἔφη· ναὶ μὰ Δία, ὦ Σιμωνίδη· αὐτῶν μὲν γὰρ προφυλάττουσιν οἱ νόμοι, ὥστε περὶ ἑαυτῶν φοβοῦνται καὶ ὑπὲρ ὑμῶν· οἱ δὲ τύραννοι μισθοῦ φύλακας ἔχουσιν ὥσπερ θεριστάς.

希厄隆说道:“指宙斯发誓,西蒙尼德,正是如此!因为有法律在他们前面守卫,以致他们既为自己担忧,也为你们担忧;而僭主们却是出钱雇用守卫,犹如雇用割麦人一般。

§6.11

καὶ δεῖ μὲν δήπου τοὺς φύλακας μηδὲν οὕτω ποιεῖν δύνασθαι ὡς πιστοὺς εἶναι· πιστὸν δὲ ἕνα πολὺ χαλεπώτερον εὑρεῖν ἢ πάνυ πολλοὺς ἐργάτας ὁποίου βούλει ἔργου, ἄλλως τε καὶ ὁπόταν χρημάτων μὲν ἕνεκα παρῶσιν οἱ φυλάττοντες, ἐξῇ δʼ αὐτοῖς ἐν ὀλίγῳ χρόνῳ πολὺ πλείω λαβεῖν ἀποκτείνασι τὸν τύραννον ἢ ὅσα πολὺν χρόνον φυλάττοντες παρὰ τοῦ τυράννου λαμβάνουσιν.

无疑,守卫们最应当具备的能力莫过于忠诚;然而要找出一个忠诚之人,比为你随心所愿的任何劳作找出极多的劳工还要困难得多,尤其是当守卫是为金钱而在场,而他们若杀死僭主在短时间内所能获取的财物,远远超过他们长期守卫从僭主那里所得到的报酬时,更是如此。

§6.12

ὃ δʼ ἐζήλωσας ἡμᾶς2 ὡς τοὺς μὲν φίλους μάλιστα εὖ ποιεῖν δυνάμεθα, τοὺς δὲ ἐχθροὺς πάντων μάλιστα χειρούμεθα, οὐδὲ ταῦθʼ οὕτως ἔχει.

至于你曾羡慕我们最能恩惠朋友、最能制服敌人这一点,事实也绝非如此。

§6.13

φίλους μὲν γὰρ πῶς ἂν νομίσαις ποτὲ εὖ ποιεῖν, ὅταν εὖ εἰδῇς ὅτι ὁ τὰ πλεῖστα λαμβάνων παρὰ σοῦ ἥδιστʼ ἂν ὡς τάχιστα ἐξ ὀφθαλμῶν σου γένοιτο; ὅ τι γὰρ ἄν τις λάβῃ παρὰ τυράννου, οὐδεὶς οὐδὲν ἑαυτοῦ νομίζει πρὶν ἂν ἔξω τῆς τούτου ἐπικρατείας γένηται.

因为当你明知从你这里领受最多好处的人,最乐意尽快从你眼前消失时,你怎能认为自己是在恩惠朋友呢?因为无论从僭主那里得到什么,在脱离其统治范围之前,没有谁会把任何东西视为己有。

§6.14

ἐχθροὺς δʼ αὖ πῶς ἂν φαίης μάλιστα τοῖς τυράννοις ἐξεῖναι χειροῦσθαι, ὅταν εὖ εἰδῶσιν ὅτι ἐχθροὶ αὐτῶν εἰσι πάντες οἱ τυραννούμενοι, τούτους δὲ μήτε κατακαίνειν ἅπαντας μήτε δεσμεύειν οἷόν τε ᾖ (τίνων γὰρ ἔτι ἄρξει;) ἀλλʼ εἰδότα ὅτι ἐχθροί εἰσι, τούτους ἅμα μὲν φυλάττεσθαι δέῃ, καὶ χρῆσθαι δʼ αὐτοῖς ἀναγκάζηται;3 εὖ δʼ ἴσθι καὶ τοῦτο, ὦ Σιμωνίδη, ὅτι καὶ οὓς τῶν πολιτῶν δεδίασι χαλεπῶς μὲν αὐτοὺς ζῶντας ὁρῶσι, χαλεπῶς δʼ ἀποκτείνουσιν· ὥσπερ γε καὶ ἵππος εἰ ἀγαθὸς μὲν εἴη, φοβερὸς δὲ μὴ ἀνήκεστόν τι ποιήσῃ, χαλεπῶς μὲν ἄν τις αὐτὸν ἀποκτείναι διὰ τὴν ἀρετήν, χαλεπῶς δὲ ζῶντι χρῷτο, εὐλαβούμενος μή τι ἀνήκεστον ἐν τοῖς κινδύνοις ἐργάσηται, καὶ τἆλλά γε κτήματα ὅσα χαλεπὰ μὲν χρήσιμα δʼ ἐστίν, ὁμοίως ἅπαντα λυπεῖ μὲν τοὺς κεκτημένους, λυπεῖ δὲ ἀπαλλαττομένους.

另一方面,当他们明知所有受统治者全都是自己的敌人,而又不可能把他们全部诛杀或囚禁时——因为那样他还统治谁呢?——怎能说僭主最能够制服敌人呢?明知他们是敌人,却既必须提防他们,又不得不使用他们! 西蒙尼德,你还要深知这一点:对于那些他们所惧怕的公民,看到他们活着固然痛苦,杀死他们也同样痛苦;正犹如有一匹良马,虽良却令人担忧它会惹出无法挽回的大祸,若因其优良而杀死它固然令人痛惜,但若活着役使它,戒备它在危急关头酿成不可挽回的后果,同样令人痛苦;其他一切虽难驯服却有用的财物也是如此,既令拥有者痛苦,又在摆脱它们时令人痛苦。”

语法注3 条
  1. 6.1ὅσαις ἐγὼ χρώμενος ὅτʼ ἦν ἰδιώτης, νῦν ἐπειδὴ τύραννος ἐγενόμην, αἰσθάνομαι στερόμενος αὐτῶν

    关系代词 ὅσαις 采取受分词 χρώμενος(支配与格)支配的与格形式,但在主句动词结构 αἰσθάνομαι στερόμενος(支配属格)中,属格代词 αὐτῶν 作为复指代词(resumptive pronoun)出现。这是由于分词短语及多个时间状语从句(ὅτʼ ἦν ἰδιώτης、ἐπειδὴ...)插在主句动词之前,导致句式发生松弛,因而借复指代词以明确句法关联。

  2. 6.12ὃ δʼ ἐζήλωσας ἡμᾶς

    中性单数宾格关系代词 ὃ 作为关系限定宾格或同源宾格("关于……这一点"),统摄并先预示随后 ὡς 从句的全部内容,在句首起到揭示论题的作用。在主句中,它被 οὐδὲ ταῦθʼ οὕτως ἔχει 中的中性复数代词 ταῦτα 所复指与归纳。

  3. 6.14ἀλλʼ εἰδότα ὅτι ἐχθροί εἰσι, τούτους ἅμα μὲν φυλάττεσθαι δέῃ, καὶ χρῆσθαι δʼ αὐτοῖς ἀναγκάζηται

    在 ὅταν 从句的从属结构中,主语由先前的复数动词形式(εἰδῶσιν、οἷόν τε ᾖ)转变为单数阳性宾格分词 εἰδότα([僭主个人]明知……),用作非人称动词与被动动词(δέῃ、ἀναγκάζηται)所支配的宾格不定式结构的主语。这一破格修辞(anacoluthon)使语意焦点从泛指的僭主群体收紧至个体僭主所面临的迫切处境。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg008.humanitext-grc2:6.1-6.16