- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg008.humanitext-grc2:5.1-5.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
希厄隆阐述了僭主的痛苦:由于惧怕德才兼备的公民而将其铲除,被迫任用奸邪之徒;虽依赖祖国却不得不削弱并使公民困窘以维系统治。
χαλεπὸν δʼ ἐρῶ σοι καὶ ἄλλο πάθημα, ὦ Σιμωνίδη, τῶν τυράννων. γιγνώσκουσι μὲν γὰρ οὐδὲν ἧττον τῶν ἰδιωτῶν τοὺς ἀλκίμους τε καὶ σοφοὺς καὶ δικαίους. τούτους δʼ ἀντὶ τοῦ ἄγασθαι φοβοῦνται, τοὺς μὲν ἀνδρείους, μή τι τολμήσωσι1 τῆς ἐλευθερίας ἕνεκεν, τοὺς δὲ σοφούς, μή τι μηχανήσωνται, τοὺς δὲ δικαίους, μὴ ἐπιθυμήσῃ τὸ πλῆθος ὑπʼ αὐτῶν προστατεῖσθαι.
西蒙尼德,我还要告诉你僭主们所遭受的另一件痛苦之事。因为他们对勇敢者、智慧者和正义者的辨识,绝不下于平民。然而他们不仅不钦佩这些人,反而惧怕他们:惧怕勇敢者,唯恐他们为了自由而有所图谋;惧怕智慧者,唯恐他们施展诡计;惧怕正义者,唯恐大众渴望受他们领导。
ὅταν δὲ τοὺς τοιούτους διὰ τὸν φόβον ὑπεξαιρῶνται, τίνες ἄλλοι αὐτοῖς καταλείπονται χρῆσθαι ἀλλʼ ἢ2 οἱ ἄδικοί τε καὶ ἀκρατεῖς καὶ ἀνδραποδώδεις; οἱ μὲν ἄδικοι πιστευόμενοι, διότι φοβοῦνται ὥσπερ οἱ τύραννοι τὰς πόλεις μήποτε ἐλεύθεραι γενόμεναι ἐγκρατεῖς αὐτῶν γένωνται, οἱ δʼ ἀκρατεῖς τῆς εἰς τὸ παρὸν ἐξουσίας ἕνεκα, οἱ δʼ ἀνδραποδώδεις, διότι οὐδʼ αὐτοὶ ἀξιοῦσιν ἐλεύθεροι εἶναι. χαλεπὸν οὖν καὶ τοῦτο τὸ πάθημα ἔμοιγε δοκεῖ εἶναι, τὸ ἄλλους μὲν ἡγεῖσθαι ἀγαθοὺς ἄνδρας, ἄλλοις δὲ χρῆσθαι ἀναγκάζεσθαι.
而当他们出于恐惧将这样的人暗中除掉时,除了那些不义之人、放纵之人以及奴性之人以外,还剩下谁可供他们任用呢?不义之人受信任,是因为他们像僭主一样,惧怕城邦一旦获得自由就会制服他们;放纵之人受任用,乃是由于眼前的纵欲特权;而奴性之人受任用,则是因为他们自己也不求自由。因此在我看来,这也是一件痛苦的事:心里认定某些人是良善之辈,却不得不去任用另一些人。
ἔτι δὲ φιλόπολιν μὲν ἀνάγκη καὶ τὸν τύραννον εἶναι· ἄνευ γὰρ τῆς πόλεως οὔτʼ ἂν σῴζεσθαι δύναιτο οὔτʼ εὐδαιμονεῖν· ἡ δὲ τυραννὶς ἀναγκάζει καὶ ταῖς ἑαυτῶν πατρίσιν ἐνοχλεῖν. οὔτε γὰρ ἀλκίμους οὔτʼ εὐόπλους χαίρουσι τοὺς πολίτας παρασκευάζοντες, ἀλλὰ τοὺς ξένους δεινοτέρους τῶν πολιτῶν ποιοῦντες ἥδονται μᾶλλον καὶ τούτοις χρῶνται δορυφόροις.
再者,哪怕是僭主也必然要爱护城邦;因为失去了城邦,他既不能保全自身,也不能获得幸福。然而僭主体制却迫使他们骚扰自己的祖国。因为他们绝不乐于把公民培养成勇敢或武装精良之士,反而更乐于使外邦雇佣军比公民更令人畏惧,并任用他们充当护卫。
ἀλλὰ μὴν οὐδʼ ἂν εὐετηριῶν γενομένων ἀφθονία τῶν ἀγαθῶν γίγνηται, οὐδὲ τότε συγχαίρει ὁ τύραννος. ἐνδεεστέροις γὰρ οὖσι ταπεινοτέροις αὐτοῖς οἴονται χρῆσθαι.3
此外,即便逢年景丰饶、物资充裕之时,僭主在那时也绝不同众人同乐。因为他们认为,唯有当公民更为匮乏时,才能把他们当作更为顺从的人来驱使。
- 5.1τοὺς μὲν ἀνδρείους, μή τι τολμήσωσι
对前句 τούτους δʼ ἀντὶ τοῦ ἄγασθαι φοβοῦνται 中的宾语 τούτους 的部分同位语(partitive apposition),同时也是前置先取(prolepsis)现象,即原本应作 μή 引导的惧怕从句主语的名词,被提前置于主句支配的宾格位置。后文的 τοὺς δὲ σοφούς 延续同一句法结构;而 τοὺς δὲ δικαίους 虽同为部分同位语,其后 μή 从句的主语则是 τὸ πλῆθος,并以 ὑπʼ αὐτῶν 复指。
- 5.2ἀλλʼ ἢ
用于否定句或疑问句之后表示“除……之外”(other than, except)的固定搭配。在此与 τίνες ἄλλοι 连用构成反问修辞(“除了……之外还有谁呢[别无他人]”),后接的主格名词短语(οἱ ἄδικοί τε καὶ ἀκρατεῖς καὶ ἀνδραποδώδεις)与之相呼应,作为留下的真正主语。
- 5.4ταπεινοτέροις αὐτοῖς οἴονται χρῆσθαι
由不定式 χρῆσθαι 支配的双重与格结构,包含一个与格宾语(αὐτοῖς)和一个补足语性质的谓语性与格(ταπεινοτέροις),意为“把他们当作更为驯服/卑屈之人来驱使”。前面的分词短语 ἐνδεεστέροις ... οὖσι 是表示时间或条件的情状与格分词,在性、数、格上均修饰指代公民的 αὐτοῖς。
