- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg008.humanitext-grc2:4.1-4.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
希厄隆指出,僭主被彻底剥夺了彼此间的信任和城邦的庇护;进而论证说,由于与其他僭主的攀比以及巨额护卫开支的重压,僭主在实质上比平民更加贫穷,因而被迫肆意掠夺。
ἀλλὰ μὴν καὶ πίστεως ὅστις ἐλάχιστον μετέχει, πῶς οὐχὶ μεγάλου ἀγαθοῦ μειονεκτεῖ; ποία μὲν γὰρ ξυνουσία ἡδεῖα ἄνευ πίστεως τῆς πρὸς ἀλλήλους, ποία δʼ ἀνδρὶ καὶ γυναικὶ τερπνὴ ἄνευ πίστεως ὁμιλία, ποῖος δὲ θεράπων ἡδὺς ἀπιστούμενος;
况且,那在信任中所得最少的人,又怎能说不是被剥夺了一件极大的善事呢?因为若无彼此间的信任,何来愉悦的交往?若无信任,夫妻之间何来惬意的交谈?若是仆人不被信任,又有何可人之处?
καὶ τούτου τοίνυν τοῦ πιστῶς πρός τινας ἔχειν ἐλάχιστον μέτεστι τυράννῳ· ὁπότε γε οὐδὲ σιτίοις καὶ ποτοῖς πιστεύων διάγει, ἀλλὰ καὶ τούτων πρὶν ἀπάρχεσθαι τοῖς θεοῖς τοὺς διακόνους πρῶτον κελεύουσιν ἀπογεύεσθαι διὰ τὸ ἀπιστεῖν μὴ καὶ ἐν τούτοις κακόν τι φάγωσιν ἢ πίωσιν·
因此,在“对他人持有信任”这一状态中,僭主所享有的份额最少;因为他生活时甚至不信任饮食,在将这些献祭给神明之前,他们便命仆人先行品尝,乃是因为猜忌,唯恐在这些饮食中吃下或喝下有害之物。
ἀλλὰ μὴν καὶ αἱ πατρίδες τοῖς μὲν ἄλλοις ἀνθρώποις πλείστου ἄξιαι. πολῖται γὰρ δορυφοροῦσι μὲν ἀλλήλους ἄνευ μισθοῦ ἐπὶ τοὺς δούλους, δορυφοροῦσι δʼ ἐπὶ τοὺς κακούργους, ὑπὲρ τοῦ μηδένα τῶν πολιτῶν βιαίῳ θανάτῳ ἀποθνῄσκειν.
此外,城邦对其他人而言确是至为珍贵的。因为公民们无偿为彼此充当卫士以防范奴隶,充当卫士以防范恶徒,为的是不使任何公民遭受暴卒。
οὕτω δὲ πόρρω προεληλύθασι φυλακῆς ὥστε πεποίηνται πολλοὶ νόμον τῷ μιαιφόνῳ μηδὲ τὸν συνόντα καθαρεύειν· ὥστε διὰ τὰς πατρίδας ἀσφαλῶς ἕκαστος βιοτεύει τῶν πολιτῶν.
他们戒备森严,以至于许多城邦制定法律,规定连与杀人犯相处之人也不算洁净;因此凭借城邦,每一位公民都能安然生活。
τοῖς δὲ τυράννοις καὶ τοῦτο ἔμπαλιν ἀνέστραπται. ἀντὶ γὰρ τοῦ τιμωρεῖν αἱ πόλεις αὐτοῖς1 μεγάλως τιμῶσι τὸν ἀποκτείναντα τὸν τύραννον, καὶ ἀντί γε τοῦ εἴργειν ἐκ τῶν ἱερῶν, ὥσπερ τοὺς τῶν ἰδιωτῶν φονέας, ἀντὶ τούτου καὶ εἰκόνας ἐν τοῖς ἱεροῖς ἱστᾶσιν αἱ πόλεις τῶν τοιοῦτόν τι ποιησάντων.
然而对于僭主而言,连这一点也完全颠倒了。城邦非但不为他们复仇,反而极力尊崇刺杀僭主之人;城邦非但不像对待杀害平民的凶手那样将他们逐出圣所,反而将做出此等事之人的雕像立于圣所之中。
εἰ δὲ σὺ οἴει ὡς πλείω ἔχων τῶν ἰδιωτῶν κτήματα ὁ τύραννος διὰ τοῦτο καὶ πλείω ἀπʼ αὐτῶν εὐφραίνεται, οὐδὲ τοῦτο οὕτως ἔχει, ὦ Σιμωνίδη, ἀλλʼ ὥσπερ οἱ ἀθληταὶ οὐχ ὅταν ἰδιωτῶν γένωνται κρείττονες, τοῦτʼ αὐτοὺς εὐφραίνει, ἀλλʼ ὅταν τῶν ἀνταγωνιστῶν ἥττους, τοῦτʼ αὐτοὺς ἀνιᾷ, οὕτω καὶ ὁ τύραννος οὐχ ὅταν τῶν ἰδιωτῶν πλείω φαίνηται ἔχων, τότʼ εὐφραίνεται, ἀλλʼ ὅταν ἑτέρων τυράννων ἐλάττω ἔχῃ, τούτῳ λυπεῖται· τούτους γὰρ ἀνταγωνιστὰς ἡγεῖται αὑτῷ τοῦ πλούτου εἶναι.
西蒙尼德斯,你若以为僭主因比平民拥有更多财产,便因此从中获得更多快乐,事实也绝非如此。恰如运动员并非在胜过平民时感到快乐,而是在劣于竞争对手时感到痛苦,同样,僭主也并非在显得比平民拥有更多时感到欣喜,而是在比其他僭主拥有更少时以此为悲;因为他把后者视为自己财富上的竞争对手。
οὐδέ γε θᾶττόν τι γίγνεται τῷ τυράννῳ ἢ τῷ ἰδιώτῃ ὧν ἐπιθυμεῖ.2 ὁ μὲν γὰρ ἰδιώτης οἰκίας ἢ ἀγροῦ ἢ οἰκέτου ἐπιθυμεῖ, ὁ δὲ τύραννος ἢ πόλεων ἢ χώρας πολλῆς ἢ λιμένων ἢ ἀκροπόλεων ἰσχυρῶν, ἅ ἐστι πολὺ χαλεπώτερα καὶ ἐπικινδυνότερα κατεργάσασθαι τῶν ἰδιωτικῶν ἐπιθυμημάτων.
僭主对于自己所欲望之物,也绝不会比平民更快得到。因为平民所渴望的不过是房屋、田地或奴仆,而僭主所渴望的则是城邦、广袤的疆域、港口或坚固的要塞,而要夺得这些,比起达成平民的欲望要艰难和危险得多。
ἀλλὰ μέντοι καὶ πένητας ὄψει οὕτως ὀλίγους τῶν ἰδιωτῶν ὡς πολλοὺς τῶν τυράννων.3 οὐ γὰρ τῷ ἀριθμῷ οὔτε τὰ πολλὰ κρίνεται οὔτε τὰ ὀλίγα, ἀλλὰ πρὸς τὰς χρήσεις· ὥστε τὰ μὲν ὑπερβάλλοντα τὰ ἱκανὰ πολλά ἐστι, τὰ δὲ τῶν ἱκανῶν ἐλλείποντα ὀλίγα.
诚然,你会看到平民中贫穷者如此之少,而僭主中贫穷者却如此之多。因为多与少并非按数目来衡量,而是相对于其用途来衡量的;因此,超过所需者即为多,不足所需者即为少。
τῷ οὖν τυράννῳ τὰ πολλαπλάσια ἧττον ἱκανά ἐστιν εἰς τὰ ἀναγκαῖα δαπανήματα ἢ τῷ ἰδιώτῃ. τοῖς μὲν γὰρ ἰδιώταις ἔξεστι τὰς δαπάνας συντέμνειν εἰς τὰ καθʼ ἡμέραν ὅπῃ βούλονται, τοῖς δὲ τυράννοις οὐκ ἐνδέχεται. αἱ γὰρ μέγισται αὐτοῖς δαπάναι καὶ ἀναγκαιόταται εἰς τὰς τῆς ψυχῆς φυλακάς εἰσι· τὸ δὲ τούτων τι συντέμνειν ὄλεθρος δοκεῖ εἶναι.
所以对于僭主而言,比平民多出数倍的财富在应付必需开支上反倒更显不足。因为平民可以随心所欲削减日常开支,但对僭主而言却绝无可能。因为他们最大且最必需的开支乃是用于保全性命,削减其中的任何一部分都被视为自取灭亡。
ἔπειτα δὲ ὅσοι μὲν δύνανται ἔχειν ἀπὸ τοῦ δικαίου ὅσων δέονται, τί ἂν τούτους οἰκτίροι τις ὡς πένητας; ὅσοι δʼ ἀναγκάζονται διʼ ἔνδειαν κακόν τι καὶ αἰσχρὸν μηχανώμενοι ζῆν, πῶς οὐ τούτους ἀθλίους ἄν τις καὶ πένητας δικαίως νομίζοι;
再者,凡能凭正道取得自身所需之物的人,谁会视其为穷人而加以怜悯呢?而那些因匮乏而不得不靠谋划恶劣可耻之事谋生的人,又有谁不理所当然地视之为可怜的穷人呢?
οἱ τύραννοι τοίνυν ἀναγκάζονται πλεῖστα συλᾶν ἀδίκως καὶ ἱερὰ καὶ ἀνθρώπους διὰ τὸ εἰς τὰς ἀναγκαίας δαπάνας ἀεὶ προσδεῖσθαι χρημάτων. ὥσπερ γὰρ πολέμου ὄντος ἀεὶ ἀναγκάζονται στράτευμα τρέφειν ἢ ἀπολωλέναι.
所以僭主们为了应付必需的开支而始终缺乏钱财,被迫极多地从神庙与平民那里不义地掠夺财物。因为正如处在恒久的战争中一样,他们被迫要么始终供养军队,要么走向灭亡。
- 4.5ἀντὶ γὰρ τοῦ τιμωρεῖν αἱ πόλεις αὐτοῖς
动词 τιμωρεῖν 的主动语态接与格(αὐτοῖς)时,表示“为某人复仇”或“援助某人”(区别于中动态 τιμωρεῖσθαι 接宾格表示“惩罚某人”)。此处语境指城邦非但不为僭主们复仇,反而盛赞刺杀僭主者。
- 4.7ὧν ἐπιθυμεῖ
此处省略了指示代词先行词,相当于 τούτων ὧν ἐπιθυμεῖ。被省略的先行词 τούτων 作为部分属格从属于 τι,而关系代词 ὧν 则因受要求属格的动词 ἐπιθυμέω 支配而采用属格。
- 4.8οὕτως ὀλίγους τῶν ἰδιωτῶν ὡς πολλοὺς τῶν τυράννων
由 οὕτως... ὡς... 构成的相关比较结构,意为“平民中贫穷者如此之少,而僭主中贫穷者却如此之多”。ὀλίγους 与 πολλούς 分别支配部分属格 τῶν ἰδιωτῶν 和 τῶν τυράννων,充当动词 ὄψει 的宾语成分。
