- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg008.humanitext-grc2:3.1-3.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
希埃隆论述友爱对人类而言是极大的善事,但僭主们在此方面却最为匮乏;因为即便是在最应当牢固的血亲和夫妻关系中,僭主们也往往与骨肉至亲相残,饱受仇恨。
φιλίας δʼ αὖ καταθέασαι ὡς κοινωνοῦσιν1 οἱ τύραννοι. πρῶτον μὲν εἰ μέγα ἀγαθὸν ἀνθρώποις ἡ φιλία, τοῦτο ἐπισκεψώμεθα.
“接下来,你再观察一下僭主们如何分享友爱。首先,让我们考察这一点:友爱对人类而言是否为一件大善事。
ὃς γὰρ ἂν φιλῆται δήπου ὑπό τινων, ἡδέως μὲν τοῦτον οἱ φιλοῦντες παρόντα ὁρῶσιν, ἡδέως δʼ εὖ ποιοῦσι, ποθοῦσι δέ, ἤν που ἀπῇ, ἥδιστα δὲ πάλιν προσιόντα δέχονται, συνήδονται δʼ ἐπὶ τοῖς αὐτοῦ ἀγαθοῖς, συνεπικουροῦσι δέ, ἐάν τι σφαλλόμενον ὁρῶσιν.
因为无论谁若受人喜爱,爱他的人自然都乐于见到他在场,乐于善待他;他若外出,便思念他;他若归来,便极其欣喜地迎接他;因他的好事而一同欢喜,若见他受挫便一同相助。
οὐ μὲν δὴ λέληθεν οὐδὲ τὰς πόλεις ὅτι ἡ φιλία μέγιστον ἀγαθὸν καὶ ἥδιστον ἀνθρώποις ἐστί· μόνους γοῦν τοὺς μοιχοὺς νομίζουσι πολλαὶ τῶν πόλεων νηποινεὶ ἀποκτείνειν,2 δῆλον ὅτι διὰ ταῦτα ὅτι λυμαντῆρας αὐτοὺς νομίζουσι τῆς τῶν γυναικῶν φιλίας πρὸς τοὺς ἄνδρας εἶναι.
诚然,连各城邦也并非不知道,友爱对人类而言是至大至乐的善事;至少许多城邦唯独允许对通奸者杀之无罪,显然正是因为他们认为通奸者破坏了妻子对丈夫的爱恋之情。
ἐπεὶ ὅταν γε ἀφροδισιασθῇ κατὰ συμφοράν τινα γυνή,3 οὐδὲν ἧττον τούτου ἕνεκεν τιμῶσιν αὐτὰς οἱ ἄνδρες, ἐάνπερ ἡ φιλία δοκῇ αὐταῖς ἀκήρατος διαμένειν·
因为一旦妇人因某种不幸而遭污损,只要她们心中的爱意被认为依然完好无损,丈夫们绝不会因此而减少对她们的敬重。
τοσοῦτον δέ τι ἀγαθὸν κρίνω ἔγωγε τὸ φιλεῖσθαι εἶναι ὥστε νομίζω τῷ ὄντι αὐτόματα τἀγαθὰ τῷ φιλουμένῳ γίγνεσθαι καὶ παρὰ θεῶν καὶ παρὰ ἀνθρώπων·
在我看来,被爱乃是一件如此巨大的善事,以至于我认为,对于被爱者而言,无论来自神明还是来自人类的诸般好处,确实都会自然而然地降临。
καὶ τούτου τοίνυν τοῦ κτήματος τοιούτου ὄντος μειονεκτοῦσιν οἱ τύραννοι πάντων μάλιστα. εἰ δὲ βούλει, ὦ Σιμωνίδη, εἰδέναι ὅτι ἀληθῆ λέγω, ὧδε ἐπίσκεψαι. βεβαιόταται μὲν γὰρ δήπου δοκοῦσι φιλίαι εἶναι γονεῦσι πρὸς παῖδας καὶ παισὶ πρὸς γονέας καὶ ἀδελφοῖς πρὸς ἀδελφοὺς καὶ γυναιξὶ πρὸς ἄνδρας καὶ ἑταίροις πρὸς ἑταίρους·
而且,尽管这项财富如此珍贵,僭主们在其中所得却比所有人都要匮乏。西蒙尼德斯,你若想知道我所说的是否属实,且请如此观察:固然,举世公认最牢固的友爱存在于父母对子女、子女对父母、兄弟对兄弟、妻子对丈夫、同伴对同伴之间。
εἰ τοίνυν ἐθέλεις κατανοεῖν, εὑρήσεις τοὺς μὲν ἰδιώτας ὑπὸ τούτων μάλιστα φιλουμένους, τοὺς δὲ τυράννους πολλοὺς μὲν παῖδας ἑαυτῶν ἀπεκτονότας, πολλοὺς δʼ ὑπὸ παίδων αὐτοὺς ἀπολωλότας, πολλοὺς δὲ ἀδελφοὺς ἐν τυραννίσιν ἀλληλοφόνους γεγενημένους, πολλοὺς δὲ καὶ ὑπὸ γυναικῶν τῶν ἑαυτῶν τυράννους διεφθαρμένους καὶ ὑπὸ ἑταίρων γε τῶν μάλιστα δοκούντων φίλων εἶναι.
那么,你若愿意留心观察,就会发现平民最为这些人所深爱;而僭主们有许多杀害了自己的子女,有许多自身被子女所除灭,许多兄弟在僭主政权中互相残杀,许多僭主被自己的妻子害死,甚至被那些最被视为挚友的同伴所害。
οἵτινες οὖν ὑπὸ τῶν φύσει πεφυκότων μάλιστα φιλεῖν καὶ νόμῳ συνηναγκασμένων οὕτω μισοῦνται, πῶς ὑπʼ ἄλλου γέ τινος οἴεσθαι χρὴ αὐτοὺς φιλεῖσθαι;
因此,那些被天性注定最应相爱、受法律强制也当相爱的人如此仇恨的人,怎能指望他们还会被其他什么人所爱呢?”
- 3.1φιλίας δʼ αὖ καταθέασαι ὡς κοινωνοῦσιν
提前结构(prolepsis)。从属分句(ὡς从句)中动词 κοινωνοῦσιν 所管辖的属格补足语 φιλίας 被提前置于句首。整体结构意为“观察僭主们如何在友爱中分得一份”。
- 3.3νομίζουσι πολλαὶ τῶν πόλεων νηποινεὶ ἀποκτείνειν
νομίζουσι 的用法。该词源自名词 νόμος(法律、习俗),此处并非普通的认知动词(“认为”),而是带不定式 ἀποκτείνειν,意为“在法律上规定/按习俗准许(无罪处死)”。
- 3.4ἐπεὶ ὅταν γε ἀφροδισιασθῇ κατὰ συμφοράν τινα γυνή
动词 ἀφροδισιασθῇ 的语态。动词 ἀφροδισιάζω 的被动态虚拟式不定过去时。与自愿通奸相对,此处被动态表达因不幸(κατὰ συμφοράν τινα)而“被奸污/遭侵害”,强调女性处于受害者地位。
