← 色诺芬

希罗

§2.1-2.18

权势的虚妄与僭主永无休止的恐惧

西蒙尼德斯指出僭主拥有宏大的抱负、奢华财富以及克敌助友的能力,希埃隆则反驳称大众被虚饰所欺骗,直言僭主完全无缘和平,时刻对内充满戒备与恐惧,饱受毫无胜利快感的终生内战之苦。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1

πρὸς ταῦτα εἶπεν ὁ Σιμωνίδης· ἀλλὰ ταῦτα μὲν πάνυ ἔμοιγε μικρὰ δοκεῖ εἶναι ἃ σὺ λέγεις. πολλοὺς γάρ, ἔφη, ἔγωγε ὁρῶ τῶν δοκούντων ἀνδρῶν εἶναι ἑκόντας μειονεκτοῦντας καὶ σίτων καὶ ποτῶν καὶ ὄψων καὶ ἀφροδισίων γε ἀπεχομένους.

对此西蒙尼德斯说:“然而,你所说的那些事情在我看来实在微不足道。因为据我所见,许多被视为真正男子汉的人,都甘愿在饮食与美味上受些委屈,并且远离情欲之乐。

§2.2

ἀλλʼ ἐκείνῃ γε πολὺ διαφέρετε τῶν ἰδιωτῶν, ὅτι μεγάλα μὲν ἐπινοεῖτε, ταχὺ δὲ κατεργάζεσθε, πλεῖστα δὲ τὰ περιττὰ ἔχετε, κέκτησθε δὲ διαφέροντας μὲν ἀρετῇ ἵππους, διαφέροντα δὲ κάλλει ὅπλα, ὑπερέχοντα δὲ κόσμον γυναιξί, μεγαλοπρεπεστάτας δʼ οἰκίας, καὶ ταύτας κατεσκευασμένας τοῖς πλείστου ἀξίοις, ἔτι δὲ πλήθει καὶ ἐπιστήμαις θεράποντας ἀρίστους κέκτησθε, ἱκανώτατοι δʼ ἐστὲ κακῶσαι μὲν ἐχθρούς, ὀνῆσαι δὲ φίλους.

然而,正是在另一方面,你们与平民大为不同:你们能策划大业并迅速达成,拥有最多富余之物,拥有品质卓越的良马,华美绝伦的兵刃,给妇人的卓越饰品,最宏伟的府邸,而且这些府邸都以极昂贵之物装点,此外你们还拥有在人数与技能上皆属最优的仆役,并且极有能力挫败仇敌、施惠友人。”

§2.3

πρὸς ταῦτα δὲ ὁ Ἱέρων εἶπεν· ἀλλὰ τὸ μὲν τὸ πλῆθος τῶν ἀνθρώπων, ὦ Σιμωνίδη, ἐξαπατᾶσθαι ὑπὸ τῆς τυραννίδος οὐδέν τι θαυμάζω· μάλα γὰρ ὁ ὄχλος μοι δοκεῖ δοξάζειν ὁρῶν καὶ εὐδαίμονάς τινας εἶναι καὶ ἀθλίους·

对此希埃隆说:“然而西蒙尼德斯,世间众人被僭主统治所蒙蔽,我丝毫不觉惊异;因为群氓似乎完全是凭眼见来断定某些人幸福或不幸的。

§2.4

ἡ δὲ τυραννὶς τὰ μὲν δοκοῦντα πολλοῦ ἄξια κτήματα εἶναι ἀνεπτυγμένα θεᾶσθαι φανερὰ πᾶσι παρέχεται,1 τὰ δὲ χαλεπὰ ἐν ταῖς ψυχαῖς τῶν τυράννων κέκτηται ἀποκεκρυμμένα, ἔνθαπερ καὶ τὸ εὐδαιμονεῖν καὶ τὸ κακοδαιμονεῖν τοῖς ἀνθρώποις ἀπόκειται.

而僭主统治则是把看似极有价值的财富公开展现出来给所有人看,却把沉重的祸患隐藏在僭主们的心灵之中——而人的幸福与不幸恰恰正寄托在心灵之处。

§2.5

τὸ μὲν οὖν τὸ πλῆθος περὶ τούτου λεληθέναι, ὥσπερ εἶπον, οὐ θαυμάζω· τὸ δὲ καὶ ὑμᾶς ταῦτʼ ἀγνοεῖν, οἳ διὰ τῆς γνώμης δοκεῖτε θεᾶσθαι κάλλιον ἢ διὰ τῶν ὀφθαλμῶν τὰ πλεῖστα τῶν πραγμάτων, τοῦτό μοι δοκεῖ θαυμαστὸν εἶναι.

因此,众人对此茫然不知,正如我所说,我并不惊奇;但是连你们这些被认为凭理智比凭肉眼更能洞察大多数事物的人,竟然也对此一无所知,这在我看来才真正令人称奇。

§2.6

ἐγὼ δὲ πεπειραμένος σαφῶς οἶδα, ὦ Σιμωνίδη, καὶ λέγω σοι ὅτι οἱ τύραννοι τῶν μεγίστων ἀγαθῶν ἐλάχιστα μετέχουσι, τῶν δὲ μεγίστων κακῶν πλεῖστα κέκτηνται.

而我作为亲历者清楚知道,西蒙尼德斯,我告诉你:僭主们在最大的善事中所享最少,而在最大的恶事中所占最多。

§2.7

αὐτίκα γὰρ εἰ μὲν εἰρήνη δοκεῖ μέγα ἀγαθὸν τοῖς ἀνθρώποις εἶναι, ταύτης ἐλάχιστον τοῖς τυράννοις μέτεστιν· εἰ δὲ πόλεμος μέγα κακόν, τούτου πλεῖστον μέρος οἱ τύραννοι μετέχουσιν.

例如,如果和平被认为是人类的大善,那么僭主在此善事中所得最少;而如果战争是大恶,那么僭主在这恶事中所占的份额最大。

§2.8

εὐθὺς γὰρ τοῖς μὲν ἰδιώταις, ἂν μὴ ἡ πόλις αὐτῶν κοινὸν πόλεμον πολεμῇ, ἔξεστιν ὅποι ἂν βούλωνται πορεύεσθαι μηδὲν φοβουμένους μή τις αὐτοὺς ἀποκτείνῃ, οἱ δὲ τύραννοι πάντες πανταχῇ ὡς διὰ πολεμίας πορεύονται. αὐτοί τε γοῦν ὡπλισμένοι οἴονται ἀνάγκην εἶναι διάγειν καὶ ἄλλους ὁπλοφόρους ἀεὶ συμπεριάγεσθαι.

因为首先,对于平民而言,只要他们的城邦没有进行全邦的战争,他们就可以前往任何想去的地方,丝毫不必担心有人会杀害他们;但僭主们无论走到哪里,都如同穿行于敌境。至少他们自己认为必须武装度日,并始终随身带着武装护卫。

§2.9

ἔπειτα δὲ οἱ μὲν ἰδιῶται, ἐὰν καὶ στρατεύωνταί που εἰς πολεμίαν, ἀλλʼ οὖν ἐπειδάν γε ἔλθωσιν οἴκαδε, ἀσφάλειαν σφίσιν ἡγοῦνται εἶναι, οἱ δὲ τύραννοι ἐπειδὰν εἰς τὴν ἑαυτῶν πόλιν ἀφίκωνται, τότε ἐν πλείστοις πολεμίοις ἴσασιν ὄντες.

其次,平民即便出征到某处敌境,然而一旦回到家中,便认为安全属于自己;但僭主们一旦回到自己的城邦,便深知此时自己正处于最多的敌人之中。

§2.10

ἐὰν δὲ δὴ καὶ ἄλλοι στρατεύωσιν εἰς τὴν πόλιν κρείττονες, ἐὰν ἔξω τοῦ τείχους ὄντες οἱ ἥττονες ἐν κινδύνῳ δοκῶσιν εἶναι, ἀλλʼ ἐπειδάν γε εἴσω τοῦ ἐρύματος ἔλθωσιν, ἐν ἀσφαλείᾳ πάντες νομίζουσι καθεστάναι, ὁ δὲ τύραννος οὐδʼ ἐπειδὰν εἴσω τῆς οἰκίας παρέλθῃ ἐν ἀκινδύνῳ ἐστίν, ἀλλʼ ἐνταῦθα δὴ καὶ μάλιστα φυλακτέον οἴεται εἶναι.

再者,哪怕有其他更强大的敌人攻打城邦,城墙外较弱的一方看似身处险境,然而一旦进入堡垒之内,所有人都认为已处于安全之中;但僭主即便进入自己的府邸之内,也并未脱离危险,反而正是在那里,他认为必须最严密地防范。

§2.11

ἔπειτα τοῖς μὲν ἰδιώταις καὶ διὰ σπονδῶν καὶ διʼ εἰρήνης γίγνεται πολέμου ἀνάπαυσις, τοῖς δὲ τυράννοις οὔτε εἰρήνη ποτὲ πρὸς τοὺς τυραννευομένους γίγνεται οὔτε σπονδαῖς ἄν ποτε πιστεύσας ὁ τύραννος θαρρήσειε.

此外,平民通过休战与和约可以获得战争的停息;但僭主们与受其统治的人之间既从未有过和平,僭主也绝不可能因信任休战而放下戒心。

§2.12

καὶ πόλεμοι μὲν δή εἰσιν οὕς τε αἱ πόλεις πολεμοῦσι καὶ οὓς οἱ τύραννοι πρὸς τοὺς βεβιασμένους· τούτων δὴ τῶν πολέμων ὅσα μὲν ἔχει χαλεπὰ ὁ ἐν ταῖς πόλεσι, ταῦτα καὶ ὁ τύραννος ἔχει· καὶ γὰρ ἐν ὅπλοις δεῖ εἶναι ἀμφοτέρους καὶ φυλάττεσθαι καὶ κινδυνεύειν, καὶ ἄν τι πάθωσι κακὸν ἡττηθέντες, λυποῦνται ἐπὶ τούτοις ἑκάτεροι.

而且,城邦所打的战争,与僭主针对受强力压制之人所打的战争确实并存。在这些战争中,城邦之战所具有的一切艰难,僭主的战争同样具有;因为双方都必须全副武装、严加防备并冒生命危险,若败北而遭受灾祸,双方都会为此悲伤。

§2.14

μέχρι μὲν δὴ τούτου ἴσοι οἱ πόλεμοι· ἃ δὲ ἔχουσιν ἡδέα οἱ συνόντες ταῖς πόλεσι πρὸς τὰς πόλεις,2 ταῦτα οὐκέτι ἔχουσιν οἱ τύραννοι.

到此为止,两种战争固然对等;但城邦与城邦交战时伴随城邦的那些快意之事,僭主们却不再拥有。

§2.15

αἱ μὲν γὰρ πόλεις δήπου ὅταν κρατήσωσι μάχῃ τῶν ἐναντίων, οὐ ῥᾴδιον εἰπεῖν ὅσην μὲν ἡδονὴν ἔχουσιν ἐν τῷ τρέψασθαι τοὺς πολεμίους, ὅσην δʼ ἐν τῷ διώκειν, ὅσην δʼ ἐν τῷ ἀποκτείνειν τοὺς πολεμίους, ὡς δὲ γαυροῦνται ἐπὶ τῷ ἔργῳ, ὡς δὲ δόξαν λαμπρὰν ἀναλαμβάνουσιν, ὡς δʼ εὐφραίνονται τὴν πόλιν νομίζοντες ηὐξηκέναι.

因为城邦在战斗中击溃对手时,很难用言语表达他们在击退敌人时有多么快乐,追击时有多么快乐,杀敌时有多么快乐,他们对自己的功绩是何等骄傲,获得何等辉煌的名声,又因认为壮大了城邦而何等欣喜。

§2.16

ἕκαστος δέ τις προσποιεῖται καὶ τῆς βουλῆς μετεσχηκέναι καὶ πλείστους ἀπεκτονέναι, χαλεπὸν δὲ εὑρεῖν ὅπου οὐχὶ καὶ ἐπιψεύδονται, πλέονας φάσκοντες ἀπεκτονέναι ἢ ὅσοι ἂν τῷ ὄντι ἀποθάνωσιν· οὕτω καλόν τι αὐτοῖς δοκεῖ εἶναι τὸ πολὺ νικᾶν.

每个人都自称参与了谋划并杀敌最多,而且很难找到有人不添油加醋撒谎、声称自己杀死的敌人比实际阵亡的还要多;在他们看来,取得大胜是一件何等光彩的事。

§2.17

ὁ δὲ τύραννος ὅταν ὑποπτεύσῃ καὶ αἰσθανόμενος τῷ ὄντι ἀντιπραττομένους τινὰς ἀποκτείνῃ, οἶδεν ὅτι οὐκ αὔξει ὅλην τὴν πόλιν, ἐπίσταταί τε ὅτι μειόνων ἄρξει, φαιδρός τε οὐ δύναται εἶναι οὐδὲ μεγαλύνεται ἐπὶ τῷ ἔργῳ, ἀλλὰ καὶ μειοῖ καθʼ ὅσον ἂν δύνηται τὸ γεγενημένον, καὶ ἀπολογεῖται ἅμα πράττων ὡς οὐκ ἀδικῶν πεποίηκεν. οὕτως οὐδʼ αὐτῷ δοκεῖ καλὰ τὰ ποιούμενα εἶναι.

但僭主心生怀疑、察觉有人确实在与自己作对而将其处死时,他深知自己并没有壮大整个城邦,明知自己统辖的人数将变少,无法欢欣鼓舞,也不因这一行径而自豪,反而竭尽所能贬低所发生的事情,一边行事一边辩白自己这样做并非不义。由此可见,即便在僭主自己看来,所作所为也绝非光彩之事。

§2.18

καὶ ὅταν ἀποθάνωσιν οὓς ἐφοβήθη, οὐδέν τι μᾶλλον τοῦτο θαρρεῖ,3 ἀλλὰ φυλάττεται ἔτι μᾶλλον ἢ τὸ πρόσθεν. καὶ πόλεμον μὲν δὴ τοιοῦτον ἔχων διατελεῖ ὁ τύραννος ὃν ἐγὼ δηλῶ.

而且,即便他所恐惧的人已经死去,他也不会因此更加安心,反而比先前更加戒备。僭主终生所承受的,正是这样一场我所描述的战争。”

语法注3 条
  1. 2.4ἀνεπτυγμένα θεᾶσθαι φανερὰ πᾶσι παρέχεται

    ἀνεπτυγμένα(展开的)与 φανερὰ(显明的)在此均为宾语 τὰ δοκοῦντα πολλοῦ ἄξια κτήματα εἶναι 的补足语或谓语性修饰成分,而 θεᾶσθαι 是表目的或结果的说明性不定词(“供人观看”)。整句结构为“将看似极有价值的财富展开,作为显明之物提供给所有人观看”。

  2. 2.14ἃ δὲ ἔχουσιν ἡδέα οἱ συνόντες ταῖς πόλεσι πρὸς τὰς πόλεις

    短语 οἱ συνόντες ταῖς πόλεσι πρὸς τὰς πόλεις 中,分词 οἱ συνόντες 与上文所提的阳性名词 πόλεμοι 照应,意为“城邦与城邦交战时伴随城邦的(那些战争/事物)”。它与下文僭主针对臣民的战争形成鲜明对比。

  3. 2.18οὐδέν τι μᾶλλον τοῦτο θαρρεῖ

    τοῦτο 作 θαρρεῖ 的副词性内宾格或表示原因/方面的对格(“因这一点”),搭配 οὐδέν τι μᾶλλον(“一点也不更加”),构成“他决不因此而更加安心/大胆”之意。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg008.humanitext-grc2:2.1-2.18