- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg008.humanitext-grc2:1.25-1.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
西蒙尼德斯提出情欲享受是僭主特有的优势,但希埃隆反驳说,僭主在门阀婚姻、高贵女性的敬爱以及少年之爱上都处于劣势。他以自己对戴洛科斯的恋慕为例,阐明强迫得来的快感无异于劫掠,而无法确信对方是出于真情自愿相爱,才是僭主最大的悲哀。
οὕτω μέντοι, ἔφη ὁ Ἱέρων, καὶ τῶν σίτων ὁ μὲν ἔχων παντοδαπὰ ἀεὶ οὐδὲν μετὰ πόθου αὐτῶν λαμβάνει· ὁ δὲ σπανίσας τινός, οὗτός ἐστιν ὁ μετὰ χαρᾶς πιμπλάμενος, ὅταν αὐτῷ προφανῇ τι.
希埃隆说:“然而在食物方面亦是如此:始终拥有各色美味的人,品尝它们时毫无渴望;而唯有匮乏过某种食物的人,当眼前呈现出那样东西时,才会带着喜悦吃饱。”
κινδυνεύουσιν, ἔφη ὁ Σιμωνίδης, αἱ τῶν ἀφροδισίων μόνον ὑμῖν ἀπολαύσεις τοῦ τυραννεῖν τὰς ἐπιθυμίας παρέχειν· ἐν γὰρ τούτῳ ἔξεστιν ὑμῖν ὅ τι ἂν κάλλιστον ἴδητε τούτῳ συνεῖναι.
西蒙尼德斯说:“看来,唯独情欲之乐能给你们提供称僭的欲望;因为唯独在这一点上,你们能够与所见到的最美之人同处。”
νῦν δή, ἔφη ὁ Ἱέρων, εἴρηκας ἐν ᾧ γε, σάφʼ ἴσθι, μειονεκτοῦμεν τῶν ἰδιωτῶν. πρῶτον μὲν γὰρ γάμος ὁ μὲν ἐκ μειζόνων δήπου καὶ πλούτῳ καὶ δυνάμει κάλλιστος δοκεῖ εἶναι καὶ παρέχειν τινὰ τῷ γήμαντι φιλοτιμίαν μεθʼ ἡδονῆς· δεύτερος δʼ ὁ ἐκ τῶν ὁμοίων· ὁ δʼ ἐκ τῶν φαυλοτέρων πάνυ ἄτιμός τε καὶ ἄχρηστος νομίζεται.
希埃隆说:“你刚才所说的,恰恰就是我们在其中不如平民之处,请务必明白这一点。因为首先,在财富和权势上来自更高贵门第的婚姻,固然被认为最为优美,并给娶妻者带来伴随着快乐的自豪感;其次是来自门当户对者的婚姻;而与地位更低者的婚姻则被认为完全是不光彩且毫无益处的。
τῷ τοίνυν τυράννῳ, ἂν μὴ ξένην γήμῃ, ἀνάγκη ἐκ μειόνων γαμεῖν, ὥστε τὸ ἀγαπητὸν οὐ πάνυ αὐτῷ παραγίγνεται. πολὺ δὲ καὶ αἱ θεραπεῖαι αἱ ἀπὸ τῶν μέγιστον φρονουσῶν γυναικῶν εὐφραίνουσι μάλιστα, αἱ δʼ ὑπὸ δούλων παροῦσαι μὲν οὐδέν τι ἀγαπῶνται, ἐὰν δέ τι ἐλλείπωσι, δεινὰς ὀργὰς καὶ λύπας ἐμποιοῦσιν.
因此,对于僭主而言,除非他娶异邦女子,否则就不得不与地位较低的人通婚,以至于他根本无法获得心满意足的婚姻。此外,来自自尊极高的女性的悉心侍奉固然最能令人愉悦,但奴隶们的侍奉即便齐备也丝毫不被看重,一旦稍有怠慢,便会引发强烈的愤怒与怨恨。
ἐν δὲ τοῖς παιδικοῖς ἀφροδισίοις ἔτι αὖ πολὺ μᾶλλον ἢ ἐν τοῖς τεκνοποιοῖς μειονεκτεῖ τῶν εὐφροσυνῶν ὁ τύραννος. ὅτι μὲν γὰρ τὰ μετʼ ἔρωτος ἀφροδίσια πολὺ διαφερόντως εὐφραίνει πάντες δήπου ἐπιστάμεθα· ὁ δὲ ἔρως πολὺ αὖ ἐθέλει ἥκιστα τῷ τυράννῳ ἐγγίγνεσθαι. οὐ γὰρ τῶν ἑτοίμων ἥδεται ὁ ἔρως ἐφιέμενος, ἀλλὰ τῶν ἐλπιζομένων. ὥσπερ οὖν τις ἄπειρος ὢν δίψους τοῦ πιεῖν οὐκ ἂν ἀπολαύοι, οὕτω καὶ ὁ ἄπειρος ὢν ἔρωτος ἄπειρός ἐστι τῶν ἡδίστων ἀφροδισίων.
而在娈童之爱中,僭主在愉悦上所处的劣势,比在繁衍后代的婚姻中还要严重得多。因为想必我们所有人都清楚,伴随着热恋的情欲之乐会带来格外强烈的愉悦;然而热恋却最不愿在僭主身上滋生。因为爱欲在渴求唾手可得之物时并不会感到快乐,唯有在渴求期盼之物时方得其乐。因此,正如一个不知口渴之人无法享受饮水的乐趣一样,不知热恋之人也不知最甘美的情欲之乐。”
ὁ μὲν οὖν Ἱέρων οὕτως εἶπεν. ὁ δὲ Σιμωνίδης ἐπιγελάσας, Πῶς λέγεις, ἔφη, ὦ Ἱέρων; τυράννῳ οὐ φῂς παιδικῶν ἔρωτας ἐμφύεσθαι; πῶς μὴν σύ, ἔφη, ἐρᾷς Δαϊλόχου τοῦ καλλίστου ἐπικαλουμένου;
希埃隆这番话说完,西蒙尼德斯笑着说道:“希埃隆,你这是何意?难道你断言在僭主身上不会滋生对少年的爱欲吗?那么,你又为何会热恋被称作最美之人的戴洛科斯呢?”
ὅτι μὰ τὸν Δίʼ, ἔφη, ὦ Σιμωνίδη, οὐ τοῦ ἑτοίμου παρʼ αὐτοῦ δοκοῦντος εἶναι τυχεῖν τούτου μάλιστα ἐπιθυμῶ, ἀλλὰ τοῦ ἥκιστα τυράννῳ προσήκοντος κατεργάσασθαι.
希埃隆说:“凭宙斯起誓,西蒙尼德斯,这是因为我最渴望得到的,并非看似能从他那里轻易到手的现成之物,而是最非僭主分内去达成之物。
ἐγὼ γὰρ δὴ ἐρῶ μὲν Δαϊλόχου ὧνπερ ἴσως ἀναγκάζει ἡ φύσις ἀνθρώπου δεῖσθαι παρὰ τῶν καλῶν,1 τούτων δὲ ὧν ἐρῶ τυχεῖν, μετὰ μὲν φιλίας καὶ παρὰ βουλομένου πάνυ ἰσχυρῶς ἐπιθυμῶ τυγχάνειν, βίᾳ δὲ λαμβάνειν παρʼ αὐτοῦ ἧττον ἄν μοι δοκῶ ἐπιθυμεῖν ἢ ἐμαυτὸν κακόν τι ποιεῖν· παρὰ μὲν γὰρ πολεμίων ἀκόντων λαμβάνειν πάντων ἥδιστον ἔγωγε νομίζω εἶναι, παρὰ δὲ παιδικῶν βουλομένων ἥδισται οἶμαι αἱ χάριτές εἰσιν.
因为我固然渴望戴洛科斯给予人类天性或许强迫我们向美者所求的那些东西,但在获得我所渴望的这些事物时,我极度渴望在情爱中、并从心甘情愿者那里获得它;而若要强行从他那里掠取,我以为我宁可对自己施加伤害,也不愿产生这种欲望;因为我认为,违背敌人的意愿从其身上夺取,乃是万事中最快意的,但从心甘情愿的少年那里,恩惠在我看来才是最甘美的。
εὐθὺς γὰρ παρὰ τοῦ ἀντιφιλοῦντος ἡδεῖαι μὲν αἱ ἀντιβλέψεις, ἡδεῖαι δὲ αἱ ἐρωτήσεις, ἡδεῖαι δὲ αἱ ἀποκρίσεις, ἥδισται δὲ καὶ ἐπαφροδιτόταται αἱ μάχαι τε καὶ ἔριδες· τὸ δὲ ἀκόντων παιδικῶν ἀπολαύειν λεηλασίᾳ, ἔφη, ἔμοιγε δοκεῖ ἐοικέναι μᾶλλον ἢ ἀφροδισίοις. καίτοι τῷ μὲν λῃστῇ παρέχει τινὰς ὅμως ἡδονὰς τό τε κέρδος καὶ τὸ ἀνιᾶν τὸν ἐχθρόν· τὸ δὲ οὗ ἂν ἐρᾷ τις τούτῳ ἥδεσθαι ἀνιωμένῳ καὶ φιλοῦντα μισεῖσθαι καὶ ἅπτεσθαι ἀχθομένου,2 πῶς οὐχὶ τοῦτο ἤδη δυσχερὲς τὸ πάθημα καὶ οἰκτρόν;
因为从彼此相爱的人那里,互相凝视是甘美的,问询是甘美的,回答是甘美的,就连争执与龃龉也是最甘美、最富魅力的;然而,享用违拗不从的少年,在我看来更像劫掠,而非情欢。况且对于劫匪而言,获利和挫伤仇敌终究还能带来些许快感;但若在一个男子所爱之人身上,因对方痛苦而取乐,以爱相待却遭人仇恨,抚摸对方却使其嫌恶——这难道不已经是一种痛苦而可悲的遭际了吗?
καὶ γὰρ δὴ τῷ μὲν ἰδιώτῃ εὐθὺς τεκμήριόν ἐστιν, ὅταν ὁ ἐρώμενός τι ὑπουργῇ, ὅτι ὡς φιλῶν χαρίζεται, διὰ τὸ εἰδέναι ὅτι οὐδεμιᾶς ἀνάγκης οὔσης ὑπηρετεῖ, τῷ δὲ τυράννῳ οὔποτʼ ἔστι πιστεῦσαι ὡς φιλεῖται.
因为对于平民来说,每当所爱之人有所侍奉,平民立刻就能得到证据,表明对方是出于相爱而施惠,因为他知道对方是在毫无强迫的情况下奉侍;但对于僭主而言,却绝不可能相信自己是被爱着的。
ἐπιστάμεθα γὰρ δὴ τοὺς διὰ φόβον ὑπηρετοῦντας ὡς ᾗ μάλιστʼ ἂν δύνωνται ἐξεικάζουσιν αὑτοὺς ταῖς τῶν φιλούντων ὑπουργίαις. καὶ τοίνυν αἱ ἐπιβουλαὶ ἐξ οὐδένων πλέονες τοῖς τυράννοις εἰσὶν ἢ ἀπὸ τῶν μάλιστα φιλεῖν αὐτοὺς προσποιησαμένων.
因为我们深知,那些因恐惧而服侍的人,会尽可能将自己伪装得与真心相爱之人的奉献一模一样。况且,对僭主图谋不轨的密谋,从来没有比来自那些最伪装去爱他们的人更多的了。”
- 1.33ἐρῶ μὲν Δαϊλόχου ὧνπερ ἴσως ἀναγκάζει ἡ φύσις ἀνθρώπου δεῖσθαι παρὰ τῶν καλῶν
关系代名词 ὧνπερ 充当不定式 δεῖσθαι(支配属格,“请求、索取”)的宾语,同时也兼任主动词 ἐρῶ 所支配的表示事物的属格宾语。其先行词 τούτων 在后文以 τούτων δὲ ὧν ἐρῶ τυχεῖν 的形式被复指并强调。
- 1.36τὸ δὲ οὗ ἂν ἐρᾷ τις τούτῳ ἥδεσθαι ἀνιωμένῳ καὶ φιλοῦντα μισεῖσθαι καὶ ἅπτεσθαι ἀχθομένου
带冠词的不定式短语 τὸ ... ἥδεσθαι ... καὶ ... μισεῖσθαι καὶ ἅπτεσθαι 整体充当句首的主语从句。需注意三项并列结构所支配的格各不相同:(1) ἥδεσθαι 以与格(τούτῳ ... ἀνιωμένῳ)为补足语;(2) μισεῖσθαι 为被动态,其逻辑主语作宾格(φιλοῦντα);(3) ἅπτεσθαι 为中间态(“触碰”),支配属格宾语(ἀχθομένου)。
