- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg008.humanitext-grc2:11.1-11.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
西蒙尼德力劝希厄隆将私人资财用于公共事业和公民福祉,而非个人私欲,并通过展现统治者如何以城邦的繁荣与其他统治者竞逐胜利,从而赢得民众由衷的爱戴与安全,最终达致免受嫉妒的真正幸福,以此为全篇对话作结。
χρὴ δέ, ὦ Ἱέρων, οὐδʼ ἀπὸ τῶν ἰδίων κτημάτων ὀκνεῖν δαπανᾶν εἰς τὸ κοινὸν ἀγαθόν. καὶ γὰρ ἔμοιγε δοκεῖ τὰ εἰς τὴν πόλιν ἀναλούμενα μᾶλλον εἰς τὸ δέον τελεῖσθαι ἢ τὰ εἰς τὸ ἴδιον ἀνδρὶ τυράννῳ.1 καθʼ ἓν δʼ ἕκαστον σκοπῶμεν.
而且,希厄隆啊,你连从自己的私产中为公共福祉出资也不应当犹豫。因为在我看来,对于独裁统治者而言,花在城邦上的开销比花在个人私事上的开销,更能用在真正必要之处。让我们来逐一考量这些事情。
οἰκίαν πρῶτον ὑπερβαλλούσῃ δαπάνῃ κεκαλλωπισμένην μᾶλλον ἡγῇ κόσμου ἄν σοι παρέχειν ἢ πᾶσαν τὴν πόλιν τείχεσί τε καὶ ναοῖς καὶ παστάσι καὶ ἀγοραῖς καὶ λιμέσι κατεσκευασμένην;
首先,你认为一座花费巨资修饰得华丽无比的宅邸,比起整座由城墙、神庙、柱廊、集市和港湾修造齐备的城邦,能为你带来更多的荣光吗?
ὅπλοις δὲ πότερον τοῖς ἐκπαγλοτάτοις αὐτὸς κατακεκοσμημένος δεινότερος ἂν φαίνοιο τοῖς πολεμίοις ἢ τῆς πόλεως ὅλης εὐόπλου σοι οὔσης;
至于武具,究竟是你自己配戴最为惊人的武装,还是整座城邦都为你全副武装,哪一种在敌人眼中显得更为可畏呢?
προσόδους δὲ ποτέρως ἂν δοκεῖς πλείονας γίγνεσθαι,2 εἰ τὰ σὰ ἴδια μόνον ἐνεργὰ ἔχοις ἢ εἰ τὰ πάντων τῶν πολιτῶν μεμηχανημένος εἴης ἐνεργὰ εἶναι;
至于收入,你认为哪种方式能带来更多:是你只让自己个人的产业处于运作之中,还是你设法让所有公民的产业都运作起来?
τὸ δὲ πάντων κάλλιστον καὶ μεγαλοπρεπέστατον νομιζόμενον εἶναι ἐπιτήδευμα ἁρματοτροφίαν, ποτέρως ἂν δοκεῖς μᾶλλον κοσμεῖν, εἰ αὐτὸς πλεῖστα τῶν Ἑλλήνων ἅρματα τρέφοις τε καὶ πέμποις εἰς τὰς πανηγύρεις, ἢ εἰ ἐκ τῆς σῆς πόλεως πλεῖστοι μὲν ἱπποτρόφοι εἶεν, πλεῖστοι δʼ ἀγωνίζοιντο; νικᾶν δὲ πότερα δοκεῖς κάλλιον εἶναι ἅρματος ἀρετῇ ἢ πόλεως ἧς προστατεύεις εὐδαιμονίᾳ;
至于那被公认为万事中最优美、最宏伟的营生——赛马战车的饲养,你认为哪种方式能带来更大的光彩:是你自己饲养希腊人中最多的战车并派遣它们去参加赛会,还是从你的城邦中走出最多的养马者、有最多的人去参赛?你认为凭借战车的优异而获胜,还是凭借你所治理的城邦之繁荣而获胜,哪一种获胜更为美好?
ἐγὼ μὲν γὰρ οὐδὲ προσήκειν φημὶ ἀνδρὶ τυράννῳ πρὸς ἰδιώτας ἀγωνίζεσθαι. νικῶν μὲν γὰρ οὐκ ἂν θαυμάζοιο ἀλλὰ φθονοῖο, ὡς ἀπὸ πολλῶν οἴκων τὰς δαπάνας ποιούμενος, νικώμενος δʼ ἂν πάντων μάλιστα καταγελῷο.
因为我断言,独裁统治者与普通平民竞争甚至都是不相称的。因为即使获胜,你也不会受到赞美,反会被人嫉恨,被认为是从众多人家中出资承担开销的;而如果落败,你将受到天下人最无情的嘲笑。
ἀλλʼ ἐγώ σοί φημι, ὦ Ἱέρων, πρὸς ἄλλους προστάτας πόλεων τὸν ἀγῶνα εἶναι, ὧν3 ἐὰν σὺ εὐδαιμονεστάτην τὴν πόλιν ἧς προστατεύεις παρέχῃς, κηρυχθήσῃ νικῶν τῷ καλλίστῳ καὶ μεγαλοπρεπεστάτῳ ἐν ἀνθρώποις ἀγωνίσματι.
但我对你说,希厄隆啊,你的竞赛对手应当是其他城邦的掌权者;在他们当中,如果你使自己所治理的城邦展现为最繁盛幸福的城邦,你就将在人类中最美好、最宏伟的竞赛中被宣告为胜利者。
καὶ πρῶτον μὲν εὐθὺς κατειργασμένος ἂν εἴης τὸ φιλεῖσθαι ὑπὸ τῶν ἀρχομένων, οὗ δὴ σὺ ἐπιθυμῶν τυγχάνεις· ἔπειτα δὲ τὴν σὴν νίκην οὐκ ἂν εἷς εἴη ὁ ἀνακηρύττων, ἀλλὰ πάντες ἄνθρωποι ὑμνοῖεν ἂν τὴν σὴν ἀρετήν.
首先,你立刻就能赢得被统治者的爱戴,而这正是你梦寐以求的;其次,宣告你胜利的将不止是一位报捷官,而是所有的人都将歌颂你的德能。
περίβλεπτος δὲ ὢν οὐχ ὑπὸ ἰδιωτῶν μόνον ἀλλὰ καὶ ὑπὸ πολλῶν πόλεων ἀγαπῷο ἄν, καὶ θαυμαστὸς οὐκ ἰδίᾳ μόνον ἀλλὰ καὶ δημοσίᾳ παρὰ πᾶσιν ἂν εἴης, καὶ ἐξείη μὲν ἄν σοι ἕνεκεν ἀσφαλείας, εἴ ποι βούλοιο, θεωρήσοντι πορεύεσθαι, ἐξείη δʼ ἂν αὐτοῦ μένοντι τοῦτο πράττειν. ἀεὶ γὰρ ἂν παρὰ σοὶ πανήγυρις εἴη τῶν βουλομένων ἐπιδεικνύναι εἴ τίς τι σοφὸν ἢ καλὸν ἢ ἀγαθὸν ἔχοι, τῶν δὲ καὶ ἐπιθυμούντων ὑπηρετεῖν.
成为万众瞩目的焦点,你不仅会受到平民的爱戴,还会受到众多城邦的敬重;你不仅在私下,而且在公开场合的所有人面前都将受人景仰;并且就安全而言,如果你想去任何地方观光赛会,你尽可前往;而即便留在原地,你也可以达成此愿。因为在你这里将永远有一场盛会,聚集了那些希望展示自己所拥有的任何智慧、美好或卓越事物的人,以及渴望为你效劳的人。
πᾶς δὲ ὁ μὲν παρὼν σύμμαχος ἂν εἴη σοι, ὁ δὲ ἀπὼν ἐπιθυμοίη ἂν ἰδεῖν σε. ὥστε οὐ μόνον φιλοῖο ἄν, ἀλλὰ καὶ ἐρῷο ὑπʼ ἀνθρώπων, καὶ τοὺς καλοὺς οὐ πειρᾶν, ἀλλὰ πειρώμενον ὑπʼ αὐτῶν ἀνέχεσθαι ἄν σε δέοι, φόβον δʼ οὐκ ἂν ἔχοις ἀλλʼ ἄλλοις παρέχοις μή τι πάθῃς, ἑκόντας δὲ τοὺς πειθομένους ἔχοις ἂν καὶ ἐθελουσίως σου προνοοῦντας θεῷο ἄν, εἰ δέ τις κίνδυνος εἴη, οὐ συμμάχους μόνον ἀλλὰ καὶ προμάχους καὶ προθύμους ὁρῴης ἄν, πολλῶν μὲν δωρεῶν ἀξιούμενος, οὐκ ἀπορῶν δὲ ὅτῳ τούτων εὐμενεῖ μεταδώσεις, πάντας μὲν συγχαίροντας ἔχων ἐπὶ τοῖς σοῖς ἀγαθοῖς, πάντας δὲ πρὸ τῶν σῶν ὥσπερ τῶν ἰδίων μαχομένους.
每一位在场者都会成为你的盟友,每一位不在场者都会渴望见你一面。因此,你不仅会被人们喜爱,甚至会被人们热恋;面对俊美之人,你无需去追求他们,反而不得不承受他们对你的追求;你自己不会心怀恐惧,反而会令别人担忧你会遭遇任何不测;你将拥有心甘情愿顺从的臣民,目睹他们自愿为你谋划操心;假若面临某种危险,你将见到的不仅是盟友,更是挺身奋战在前哨的热忱之士;你被视作配享诸多礼赠,却从不发愁该把这些礼赠分享给哪位对你友善之人;你拥有所有人为你的福祉而共同欢庆,所有人都会为了你的利益而战,一如为了他们自己的产业一般。
θησαυρούς γε μὴν ἔχοις ἂν πάντας τοὺς παρὰ τοῖς φίλοις πλούτους. ἀλλὰ θαρρῶν, ὦ Ἱέρων, πλούτιζε μὲν τοὺς φίλους· σαυτὸν γὰρ πλουτιεῖς· αὖξε δὲ τὴν πόλιν· σαυτῷ γὰρ δύναμιν περιάψεις· κτῶ δὲ αὐτῇ συμμάχους· νόμιζε δὲ τὴν μὲν πατρίδα οἶκον, τοὺς δὲ πολίτας ἑταίρους, τοὺς δὲ φίλους τέκνα σεαυτοῦ, τοὺς δὲ παῖδας ὅτιπερ τὴν σὴν ψυχήν, καὶ τούτους πάντας πειρῶ νικᾶν εὖ ποιῶν.
此外,你可以将朋友们所有的财富都视作自己的宝库。所以大胆去做吧,希厄隆啊,去使你的朋友富足,因为你也就是在使你自己富足;去壮大你的城邦,因为你也就是在使力量加于自身;去为城邦赢得盟友吧;把祖国视作你的家舍,把公民视作你的同伴,把朋友视作你自己的子嗣,把子嗣视作你自己的灵魂,并努力在施惠于人上超越他们所有人。
ἐὰν γὰρ τοὺς φίλους κρατῇς εὖ ποιῶν, οὐ μή σοι δύνωνται4 ἀντέχειν οἱ πολέμιοι. κἂν ταῦτα πάντα ποιῇς, εὖ ἴσθι, πάντων τῶν ἐν ἀνθρώποις κάλλιστον καὶ μακαριώτατον κτῆμα κεκτήσει· εὐδαιμονῶν γὰρ οὐ φθονηθήσῃ.
因为如果你在施惠上胜过了朋友,敌人们就绝不可能抵挡得住你。如果你做到了这一切,请确信,你将赢得人类之中最美好、最幸福的产业:因为你在享尽幸福的同时,绝不会遭到任何人的嫉恨。”
- 11.1ἀνδρὶ τυράννῳ
名词 ἀνήρ 与名词 τύραννος 构成同格,意为“身为独裁统治者的人”。在语法上,该与格既可从属于 δοκεῖ 作为判断的主体,亦可作为利害关系与格(dativus commodi/reference)修饰不定词 τελεῖσθαι,表示“对独裁者而言(开销的用度)”。本处按后者处理,界定统治者支出所关涉的对象。
- 11.4ποτέρως ἂν δοκεῖς πλείονας γίγνεσθαι
助词 ἄν 虽直接置于 δοκεῖς 之前,但在句意逻辑上并不修饰主句动词 δοκεῖς,而是修饰不定词 γίγνεσθαι,构成潜能判断(“你认为……会产生得更多”)。这是 ἄν 在思考类动词前提前出现(anticipation)的常见语法现象。
- 11.7ὧν
复数属格关系代词 ὧν 指代前文的 ἄλλους προστάτας πόλεων。在结构上,它从属于条件从句中的最高级形容词 εὐδαιμονεστάτην,充当比较或部分属格(“在他们之中[/比之于他们所统治的城邦]最为繁荣繁盛”),体现了以统治者代指其所属城邦的简略比较(compendious comparison)。
- 11.15οὐ μή σοι δύνωνται
双重否定词 οὐ μή 连用并后接虚拟语气(现在虚拟语气第三人称复数 δύνωνται),构成古典希腊语中表示强烈未来否定的固定句式(“绝不可能……”)。
