← 色诺芬

希罗

§1.13-1.24

听觉与味觉的享乐及僭主的不足

希埃隆与西蒙尼德斯围绕在听觉(赞美与斥责)与味觉(饮食的奢华、饱腹感及人工调味)上,僭主的生活是否优于平民的生活展开辩论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.13

εἴποις οὖν ἂν ἴσως σύ, ἀλλʼ ἄρα ἔρχεται αὐτοῖς τὰ τοιαῦτα καὶ οἴκοι μένουσι. ναὶ μὰ Δία, ὦ Σιμωνίδη, ὀλίγα γε τῶν πολλῶν καὶ ταῦτα τοιαῦτα ὄντα οὕτω τίμια πωλεῖται τοῖς τυράννοις ὥστε οἱ ἐπιδεικνύμενοι καὶ ὁτιοῦν ἀξιοῦσι πολλαπλάσια λαβόντες ἐν ὀλίγῳ χρόνῳ ἀπιέναι παρὰ τοῦ τυράννου ἢ ὅσα ἐν παντὶ τῷ βίῳ παρὰ πάντων τῶν ἄλλων ἀνθρώπων κτῶνται.

“那么你或许会说:‘但是,此类景物会送到他们跟前,即便他们留在国内也能看到。’凭宙斯起誓,西蒙尼德斯,在众多景物中只有极少数如此,而且即使是这类景物,卖给僭主的价格也是如此高昂,以至于无论展示何种东西的人,都指望在短时间内从僭主那里获得比终其一生从其他所有人处所得还要多出数倍的报酬,然后离去。”

§1.14

καὶ ὁ Σιμωνίδης εἶπεν· ἀλλʼ εἰ ἐν τοῖς θεάμασι μειονεκτεῖτε, διά γέ τοι τῆς ἀκοῆς πλεονεκτεῖτε. ἐπεὶ τοῦ μὲν ἡδίστου ἀκροάματος, ἐπαίνου, οὔποτε σπανίζετε· πάντες γὰρ οἱ παρόντες ὑμῖν πάντα καὶ ὅσα ἂν λέγητε καὶ ὅσα ἂν ποιῆτε ἐπαινοῦσι. τοῦ δʼ αὖ χαλεπωτάτου ἀκροάματος, λοιδορίας, ἀνήκοοί ἐστε· οὐδεὶς γὰρ ἐθέλει τυράννου κατʼ ὀφθαλμοὺς κατηγορεῖν.

西蒙尼德斯说:“然而,即使你们在视觉观瞻上处于劣势,至少在听觉上是占优势的。因为对于最悦耳的听闻之物——赞美,你们从不匮乏;在你们身边的所有人,无论你们说什么、做什么,都会称赞一切。相反,对于最难听的听闻之物——斥责,你们却从未听过;因为没有人愿意当面指责僭主。”

§1.15

καὶ ὁ Ἱέρων εἶπε· καὶ τί οἴει, ἔφη, τοὺς μὴ λέγοντας κακῶς εὐφραίνειν,1 ὅταν εἰδῇ τις σαφῶς ὅτι οἱ σιωπῶντες οὗτοι πάντες κακὰ νοοῦσι τῷ τυράννῳ; ἢ τοὺς ἐπαινοῦντας τί δοκεῖς εὐφραίνειν, ὅταν ὕποπτοι ὦσιν ἕνεκα τοῦ κολακεύειν τοὺς ἐπαίνους ποιεῖσθαι;

希埃隆说:“那么你以为,当一个人清楚地知道这些沉默不语者全都对僭主心怀不轨时,那些不说恶语的人又能带来什么愉悦呢?或者当赞美者被怀疑是为了逢迎而做出称赞时,你以为他们又能带来什么愉悦呢?”

§1.16

καὶ ὁ Σιμωνίδης εἶπεν· τοῦτο μὲν δὴ ναὶ μὰ τὸν Δία ἔγωγέ σοι, Ἱέρων, πάνυ συγχωρῶ, τοὺς ἐπαίνους παρὰ τῶν ἐλευθερωτάτων ἡδίστους εἶναι, ἀλλʼ, ὁρᾷς; ἐκεῖνό γε οὐκ ἂν ἔτι πείσαις ἀνθρώπων οὐδένα ὡς οὐ διʼ ὧν τρεφόμεθα οἱ ἄνθρωποι, πολὺ πλείω ὑμεῖς ἐν αὐτοῖς εὐφραίνεσθε.2

西蒙尼德斯说:“希埃隆,凭宙斯起誓,在这一点上我完全赞同你,来自最自由之人的赞美才是最令人愉悦的。然而,你看,对于那些供我们人类赖以滋养之物,你们在其中享受到的快乐要多得多,关于这一点,你再也无法说服任何一个人去否认了。”

§1.17

καὶ οἶδά γʼ, ἔφη, ὦ Σιμωνίδη, ὅτι τούτῳ κρίνουσιν οἱ πλεῖστοι ἥδιον ἡμᾶς καὶ πίνειν καὶ ἐσθίειν τῶν ἰδιωτῶν, ὅτι δοκοῦσι καὶ αὐτοὶ ἥδιον ἂν δειπνῆσαι τὸ ἡμῖν παρατιθέμενον δεῖπνον ἢ τὸ ἑαυτοῖς· τὸ γὰρ τὰ εἰωθότα ὑπερβάλλον, τοῦτο παρέχει τὰς ἡδονάς.

希埃隆说:“西蒙尼德斯,我也知道大多数人正是凭这一点判定我们比平民吃喝得更为惬意:因为他们认为,相比摆在自己面前的饭菜,他们自己也会更乐意享用摆在我们面前的筵席;因为超越寻常习惯之物,才是带来快乐的缘由。

§1.18

διὸ καὶ πάντες ἄνθρωποι ἡδέως προσδέχονται τὰς ἑορτὰς πλὴν οἱ τύραννοι· ἔκπλεῳ γὰρ αὐτοῖς ἀεὶ παρεσκευασμέναι οὐδεμίαν ἐν ταῖς ἑορταῖς ἔχουσιν αἱ τράπεζαι αὐτῶν ἐπίδοσιν· ὥστε ταύτῃ πρῶτον τῇ εὐφροσύνῃ τῆς ἐλπίδος μειονεκτοῦσι τῶν ἰδιωτῶν.

因此,所有人都欢欣地期待节日,唯独僭主不然;因为他们的筵席始终摆备充盈,在节日里毫无额外的增加。所以在这种期待的快乐上,他们首先就不如平民。

§1.19

ἔπειτα δʼ, ἔφη, ἐκεῖνο εὖ οἶδʼ ὅτι καὶ σὺ ἔμπειρος εἶ ὅτι ὅσῳ ἂν πλείω τις παραθῆται τὰ περιττὰ τῶν ἱκανῶν, τοσούτῳ καὶ θᾶττον κόρος ἐμπίπτει τῆς ἐδωδῆς· ὥστε καὶ τῷ χρόνῳ τῆς ἡδονῆς μειονεκτεῖ ὁ παρατιθέμενος πολλὰ τῶν μετρίως διαιτωμένων.

其次,”他说,“我也很清楚你对此是有经验的:摆在一个人面前超过所需的分量越多,对食物的餍足感袭来得也就越快。因此,在快乐的持续时间上,筵席丰盛者也不如生活适度者。”

§1.20

ἀλλὰ ναὶ μὰ Δίʼ, ἔφη ὁ Σιμωνίδης, ὅσον ἂν χρόνον ἡ ψυχὴ προσίηται,3 τοῦτον πολὺ μᾶλλον ἥδονται οἱ ταῖς πολυτελεστέραις παρασκευαῖς τρεφόμενοι τῶν τὰ εὐτελέστερα παρατιθεμένων.

“然而凭宙斯起誓,”西蒙尼德斯说,“只要胃口尚能接纳,那些享用更为奢华馔品的人,就比那些摆设更为廉价膳食的人享受到大得多的快乐。”

§1.21

οὐκοῦν, ἔφη ὁ Ἱέρων, ὦ Σιμωνίδη, τὸν ἑκάστῳ ἡδόμενον μάλιστα, τοῦτον οἴει καὶ ἐρωτικώτατα ἔχειν τοῦ ἔργου τούτου; πάνυ μὲν οὖν, ἔφη. ἦ οὖν ὁρᾷς τι τοὺς τυράννους ἥδιον ἐπὶ τὴν ἑαυτῶν παρασκευὴν ἰόντας ἢ τοὺς ἰδιώτας ἐπὶ τὴν ἑαυτῶν; οὐ μὰ τὸν Δίʼ, ἔφη, οὐ μὲν οὖν, ἀλλὰ καὶ ἀγλευκέστερον, ὡς πολλοῖς ἂν δόξειεν.

希埃隆说:“那么,西蒙尼德斯,你认为在某件事上获得最大快乐的人,也就是对这项活动最充满渴望的人吗?”“确实如此,”他说。“那么,你是否看到僭主走向自己的膳食时,比平民走向自己的膳食带有更多的愉悦呢?”“凭宙斯起誓,”他说,“绝非如此,甚至在许多人看来,反而显得更索然无味。”

§1.22

τί γάρ, ἔφη ὁ Ἱέρων, τὰ πολλὰ ταῦτα μηχανήματα κατανενόηκας ἃ παρατίθεται τοῖς τυράννοις, ὀξέα καὶ δριμέα καὶ στρυφνὰ καὶ τὰ τούτων ἀδελφά; πάνυ μὲν οὖν, ἔφη ὁ Σιμωνίδης, καὶ πάνυ γέ μοι δοκοῦντα παρὰ φύσιν εἶναι ταῦτα ἀνθρώποις.

希埃隆说:“那么,你是否注意到了呈献给僭主的这许许多多巧妙调制之物——酸的、辣的、涩的,以及与此类相似之物?”“确实注意到了,”西蒙尼德斯说,“而且在我看来,这些对人类而言是极其违背天性的。”

§1.23

ἄλλο τι οὖν οἴει, ἔφη ὁ Ἱέρων, ταῦτα τὰ ἐδέσματα εἶναι ἢ4 μαλακῆς καὶ ἀσθενούσης ψυχῆς ἐπιθυμήματα; ἐπεὶ εὖ οἶδʼ ἔγωγε ὅτι οἱ ἡδέως ἐσθίοντες καὶ σύ που οἶσθα ὅτι οὐδὲν προσδέονται τούτων τῶν σοφισμάτων.

希埃隆说:“那么你以为这些食物除了是软弱多病的灵魂之欲望外,还能是什么呢?因为我深知那些吃得津津有味的人——想必你也知道——根本不需要这些花样百出的机巧。”

§1.24

ἀλλὰ μέντοι, ἔφη ὁ Σιμωνίδης, τῶν γε πολυτελῶν ὀσμῶν τούτων, αἷς χρίεσθε, τοὺς πλησιάζοντας οἶμαι μᾶλλον ἀπολαύειν ἢ αὐτοὺς ὑμᾶς, ὥσπερ γε καὶ τῶν ἀχαρίτων ὀσμῶν οὐκ αὐτὸς ὁ βεβρωκὼς αἰσθάνεται, ἀλλὰ μᾶλλον οἱ πλησιάζοντες.

“然而,”西蒙尼德斯说,“就你们涂抹在身上的这些昂贵香气而言,我想那些走近你们的人比你们自己更能享用它们,正如对于难闻的气味,也不是进食者本人察觉到,反而是走近的人察觉到一样。”

语法注4 条
  1. 1.15τί οἴει, ἔφη, τοὺς μὴ λέγοντας κακῶς εὐφραίνειν

    τί 是 εὐφραίνειν 的宾格(同源宾格或状语性宾格,意为“带来何种快乐”),而 τοὺς μὴ λέγοντας κακῶς 作不定式短语的逻辑主语。语法上虽不排除将 τί 视为不定式主语、τοὺς μὴ λέγοντας κακῶς 视为宾语(“什么能使不说恶语的人感到快乐”),但从后文语境(僭主自身从心怀不满的臣民那里感受不到快乐)来看,前者更为确切。

  2. 1.16ὡς οὐ διʼ ὧν τρεφόμεθα οἱ ἄνθρωποι, πολὺ πλείω ὑμεῖς ἐν αὐτοῖς εὐφραίνεσθε

    在带否定的说服动词(οὐκ ἂν ἔτι πείσαις ἀνθρώπων οὐδένα)之后,ὡς οὐ 引导间接从句构成双重否定(“你无法说服任何人相信你们没有……”)。在从句内部,关系从句 διʼ ὧν τρεφόμεθα οἱ ἄνθρωποι(“供我们人类借以滋养之物”)随后被 ἐν αὐτοῖς 复指承接。

  3. 1.20ὅσον ἂν χρόνον ἡ ψυχὴ προσίηται

    προσίηται 是动词 προσίεμαι 的现在虚拟式中动态第三人称单数,在此意为“接纳、容纳(食物或欲望)”。它与 ἄν 构成一般时间-关系从句,指身体保持食欲的期间。

  4. 1.23ἄλλο τι οὖν οἴει, ἔφη ὁ Ἱέρων, ταῦτα τὰ ἐδέσματα εἶναι ἢ

    惯用句 ἄλλο τι ἢ(“除了……之外的任何事物吗”)在此嵌入了主要动词 οἴει 及不定式 εἶναι。其骨干结构为 ταῦτα τὰ ἐδέσματα εἶναι ἄλλο τι ἢ ἐπιθυμήματα...(“这些食物是除……欲望之外的某种东西吗”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg008.humanitext-grc2:1.13-1.24