- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg008.humanitext-grc2:1.1-1.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
诗人西蒙尼德斯拜访僭主希埃隆,询问平民与僭主在快乐与痛苦方面的差异。希埃隆反驳了世俗的看法,主张僭主的快乐远少于痛苦,并从僭主无法自由出游观赏景物这一视觉方面的局限开始展开论证。
Σιμωνίδης ὁ ποιητὴς ἀφίκετό ποτε πρὸς Ἱέρωνα τὸν τύραννον. σχολῆς δὲ γενομένης ἀμφοῖν εἶπεν ὁ Σιμωνίδης· ἆρʼ ἄν μοι ἐθελήσαις, ὦ Ἱέρων, διηγήσασθαι ἃ εἰκὸς εἰδέναι σε βέλτιον ἐμοῦ; καὶ ποῖα ταῦτʼ ἐστίν, ἔφη ὁ Ἱέρων, ὁποῖα δὴ ἐγὼ βέλτιον ἂν εἰδείην σοῦ οὕτως ὄντος σοφοῦ ἀνδρός;
诗人西蒙尼德斯曾去拜访僭主希埃隆。两人都有闲暇时,西蒙尼德斯说:“希埃隆啊,你是否愿意向我讲述那些按理你比我更清楚的事情呢?”希埃隆说:“那会是些什么样的事情呢,竟然是我能比你这位如此明智之人更清楚的?”
οἶδά σε, ἔφη, ἐγὼ καὶ ἰδιώτην γεγενημένον καὶ νῦν τύραννον ὄντα· εἰκὸς οὖν ἀμφοτέρων πεπειραμένον καὶ εἰδέναι σε μᾶλλον ἐμοῦ πῇ διαφέρει ὁ τυραννικός τε καὶ ὁ ἰδιωτικὸς βίος εἰς εὐφροσύνας τε καὶ λύπας ἀνθρώποις.
他说:“我知道你曾是私人平民,如今则是僭主。因此,既然两者你都经历过,按理你自然比我更清楚,僭主的生活与平民的生活在人类的快乐与痛苦方面有何不同。”
τί οὖν, ἔφη ὁ Ἱέρων, οὐχὶ καὶ σύ, ἐπεὶ νῦν γε ἔτι ἰδιώτης εἶ, ὑπέμνησάς με τὰ ἐν τῷ ἰδιωτικῷ βίῳ;1 οὕτως γὰρ ἄν σοι οἶμαι μάλιστα ἐγὼ δύνασθαι δηλοῦν τὰ διαφέροντα ἐν ἑκατέρῳ.2
希埃隆说:“那么,既然你现在依然是平民,你为何不也向我提醒一下平民生活中的情形呢?因为我想,这样我才能最充分地向你阐明两者的相异之处。”
οὕτω δὴ ὁ Σιμωνίδης εἶπεν· τοὺς μὲν δὴ ἰδιώτας ἔγωγε, ὦ Ἱέρων, δοκῶ μοι καταμεμαθηκέναι διὰ μὲν τῶν ὀφθαλμῶν ὁράμασιν ἡδομένους τε καὶ ἀχθομένους, διὰ δὲ τῶν ὤτων ἀκούσμασι, διὰ δὲ τῶν ῥινῶν ὀσμαῖς, διὰ δὲ τοῦ στόματος σίτοις τε καὶ ποτοῖς, τὰ δʼ ἀφροδίσια διʼ ὧν δὴ πάντες ἐπιστάμεθα· τὰ δὲ ψύχη καὶ θάλπη καὶ σκληρὰ καὶ μαλακὰ καὶ κοῦφα καὶ βαρέα ὅλῳ τῷ σώματί μοι δοκοῦμεν, ἔφη, κρίνοντες ἥδεσθαί τε καὶ λυπεῖσθαι ἐπʼ αὐτοῖς· ἀγαθοῖς δὲ καὶ κακοῖς ἔστι μὲν ὅτε διʼ αὐτῆς τῆς ψυχῆς μοι δοκοῦμεν ἥδεσθαι, ὁτὲ δʼ αὖ λυπεῖσθαι, ἔστι δʼ ὅτε κοινῇ διά τε τῆς ψυχῆς καὶ διὰ τοῦ σώματος.
于是西蒙尼德斯说道:“希埃隆啊,在我看来,我已观察到平民是通过眼睛因所见之物而感到快乐或苦恼,通过耳朵因所闻之声,通过鼻子因气味,通过嘴巴因饮食,至于情欲之事,则是通过我们大家都清楚的那些途径;而寒冷与炎热、坚硬与柔软、轻盈与沉重,在我看来,我们是以整个身体去感知并在其中感受快乐与痛苦;至于好事与坏事,有时我们似乎仅通过心灵本身感到快乐,有时又感到痛苦,有时则是通过心灵与身体共同感受。
τῷ δʼ ὕπνῳ ὅτι μὲν ἡδόμεθα δοκῶ μοι αἰσθάνεσθαι, ὅπως δὲ καὶ ᾧτινι καὶ ὁπότε, ταῦτα μᾶλλόν πως, ἔφη, δοκῶ μοι ἀγνοεῖν. καὶ οὐδὲν ἴσως τοῦτο θαυμαστόν, εἰ τὰ ἐν τῷ ἐγρηγορέναι σαφεστέρας ἡμῖν τὰς αἰσθήσεις παρέχεται ἢ τὰ ἐν τῷ ὕπνῳ.
我们因睡眠而感到愉悦,这一点我觉得自己是能够察觉的;但究竟如何、凭借什么、在何时感受,关于这些我似乎相当无知。如果说清醒时的情形比睡眠中的情形能带给我们更为清晰的感知,这或许一点也不足为奇。”
πρὸς ταῦτα δὴ ὁ Ἱέρων ἀπεκρίνατο· ἐγὼ μὲν τοίνυν, ἔφη, ὦ Σιμωνίδη, ἔξω τούτων ὧν εἴρηκας σύγε οὐδʼ ὅπως ἂν αἴσθοιτό τινος ἄλλου ὁ τύραννος ἔχοιμʼ ἂν εἰπεῖν, ὥστε μέχρι γε τούτου οὐκ οἶδʼ εἴ τινι διαφέρει ὁ τυραννικὸς βίος τοῦ ἰδιωτικοῦ βίου.
对此希埃隆回答说:“西蒙尼德斯,在我看来,除了你所说的这些之外,僭主还能如何感知到什么别的,我甚至说不上来;因此至少在这一点上,我不知道僭主的生活与平民的生活究竟有何不同。”
καὶ ὁ Σιμωνίδης εἶπεν· ἀλλʼ ἐν τοῖσδε, ἔφη, διαφέρει· πολλαπλάσια μὲν διʼ ἑκάστου τούτων εὐφραίνεται, πολὺ δὲ μείω τὰ λυπηρὰ ἔχει. καὶ ὁ Ἱέρων εἶπεν· οὐχ οὕτως ἔχει, ὦ Σιμωνίδη, ταῦτα, ἀλλʼ εὖ ἴσθʼ ὅτι μείω πολὺ εὐφραίνονται οἱ τύραννοι τῶν μετρίως διαγόντων ἰδιωτῶν, πολὺ δὲ πλείω καὶ μείζω λυποῦνται.
西蒙尼德斯说:“然而在以下方面有所不同:通过这其中的每一项,他得到的快乐要多出数倍,而痛苦的事情则少得多。”希埃隆说:“事实并非如此,西蒙尼德斯,你当清楚,比起生活适度的平民,僭主享有的快乐要少得多,承受的痛苦却要多得多、大得多。”
ἄπιστα λέγεις, ἔφη ὁ Σιμωνίδης. εἰ γὰρ οὕτως ταῦτʼ εἶχε, πῶς ἂν πολλοὶ μὲν ἐπεθύμουν τυραννεῖν, καὶ ταῦτα τῶν δοκούντων ἱκανωτάτων ἀνδρῶν εἶναι; πῶς δὲ πάντες ἐζήλουν ἂν τοὺς τυράννους;
西蒙尼德斯说:“你所说的话令人难以置信。如果事情果真如此,为何许多人渴望成为僭主,而且还是那些看似最有能力的人呢?为何所有人都羡慕僭主呢?”
ὅτι ναὶ μὰ τὸν Δίʼ, ἔφη ὁ Ἱέρων, ἄπειροι ὄντες ἀμφοτέρων τῶν ἔργων σκοποῦνται περὶ αὐτοῦ. ἐγὼ δὲ πειράσομαί σε διδάσκειν ὅτι ἀληθῆ λέγω, ἀρξάμενος ἀπὸ τῆς ὄψεως· ἐντεῦθεν γὰρ καὶ σὲ δοκῶ μεμνῆσθαι ἀρξάμενον λέγειν.
希埃隆说:“凭宙斯起誓,这是因为他们对这两种处境都缺乏经验,却在对此进行评判。但我将试着教导你,证明我说的是真话,先从视觉谈起;因为我记得你也是从这里开始谈起的。
πρῶτον μὲν γὰρ ἐν τοῖς διὰ τῆς ὄψεως θεάμασι λογιζόμενος εὑρίσκω μειονεκτοῦντας τοὺς τυράννους. ἄλλα μέν γε ἐν ἄλλῃ χώρᾳ ἐστὶν ἀξιοθέατα· ἐπὶ δὲ τούτων ἕκαστα οἱ μὲν ἰδιῶται ἔρχονται καὶ εἰς πόλεις ἃς ἂν βούλωνται θεαμάτων ἕνεκα, καὶ εἰς τὰς κοινὰς πανηγύρεις, ἔνθα γʼ ἃ ἀξιοθεατότατα δοκεῖ εἶναι ἀνθρώποις συναγείρεται.
首先,考量通过视觉所见之景物,我发现僭主是处于劣势的。在不同的地方有不同的值得观看之物;而平民会奔赴这其中的每一处,为了看景既会前往他们想去的各个城邦,也会前往公共节日集会,在那里汇聚着人们认为最值得观赏之物。
οἱ δὲ τύραννοι οὐ μάλα ἀμφὶ θεωρίας ἔχουσιν. οὔτε γὰρ ἰέναι αὐτοῖς ἀσφαλὲς ὅπου μὴ κρείττονες τῶν παρόντων μέλλουσιν ἔσεσθαι, οὔτε τὰ οἴκοι κέκτηνται ἐχυρά, ὥστε ἄλλοις παρακαταθεμένους ἀποδημεῖν.3 φοβερὸν γὰρ μὴ ἅμα τε στερηθῶσι τῆς ἀρχῆς καὶ ἀδύνατοι γένωνται τιμωρήσασθαι τοὺς ἀδικήσαντας.
然而,僭主几乎根本无法参与这种观赏游历。因为除非他们能比在场者更强有力,否则去那里对他们来说是不安全的;而且他们在国内的产业也并非稳固到可以托付给他人而自己出外远行。因为他们害怕,唯恐同时既被剥夺了统治权,又变得无力惩罚那些侵害他们的人。”
- 1.3τί οὖν, ἔφη ὁ Ἱέρων, οὐχὶ καὶ σύ, ἐπεὶ νῦν γε ἔτι ἰδιώτης εἶ, ὑπέμνησάς με τὰ ἐν τῷ ἰδιωτικῷ βίῳ;
τί οὐ(χὶ) 后接不定过去式直陈语气(ὑπέμνησας)并不表示对过去行为的质问,而是一种迫切的建议或敦促,意为“你何不……/请你……”。此外,动词 ὑπομιμνῄσκω 带双宾格:所提醒的人(宾格 με)与所提醒的事物(宾格 τὰ ἐν τῷ ἰδιωτικῷ βίῳ)。
- 1.3οὕτως γὰρ ἄν σοι οἶμαι μάλιστα ἐγὼ δύνασθαι δηλοῦν τὰ διαφέροντα ἐν ἑκατέρῳ.
不定式 δύνασθαι 与语气词 ἄν 连用,代表从属于主动词 οἶμαι 的潜在祈愿语气(ἂν δυναίμην)。由于不定式的逻辑主语与主句主语一致,因而未用宾格而是以主格(ἐγώ)明示,起强调作用。
- 1.12οὔτε τὰ οἴκοι κέκτηνται ἐχυρά, ὥστε ἄλλοις παρακαταθεμένους ἀποδημεῖν.
在 ὥστε 引导的结果从句中,不定式 ἀποδημεῖν 的逻辑主语通过宾格复数分词 παρακαταθεμένους 表达。尽管主句的主语是主格(οἱ τύραννοι),结果从句的不定式仍采用了常规的宾格主语结构。
