- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:8.8.9-8.8.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者详细列举了居鲁士之后波斯人的衰退与堕落,指出其在饮食、出行与狩猎上的节制习俗已名存实亡,青年在骑术与正义方面的教养蜕变为受贿与施毒,且在床榻、饮食、衣着与避暑等各方面皆陷入极度的骄奢与柔弱。
τὸ δʼ ἐκπονεῖν οὐδαμοῦ ἐπιτηδεύεται. καὶ μὴν πρόσθεν μὲν ἦν αὐτοῖς μονοσιτεῖν νόμιμον, ὅπως ὅλῃ τῇ ἡμέρᾳ χρῷντο εἰς τὰς πράξεις καὶ εἰς τὸ διαπονεῖσθαι. νῦν γε μὴν τὸ μὲν μονοσιτεῖν ἔτι διαμένει, ἀρχόμενοι δὲ τοῦ σίτου ἡνίκαπερ οἱ πρῳαίτατα ἀριστῶντες μέχρι τούτου ἐσθίοντες καὶ πίνοντες διάγουσιν ἔστεπερ οἱ ὀψιαίτατα κοιμώμενοι.
然而,刻苦耐劳在任何地方都不复推行了。再者,昔日他们惯于一日仅食一餐,以便将整日的时间用于政务办理与辛勤劳作。如今,一日仅食一餐之规虽仍保留,然而他们开始用餐的时间却同最早用早膳之人一般早,且持续饮食不辍,直至睡得最晚之人就寝之时。
ἦν δʼ αὐτοῖς νόμιμον μηδὲ προχοΐδας εἰσφέρεσθαι εἰς τὰ συμπόσια, δῆλον ὅτι νομίζοντες τὸ μὴ ὑπερπίνειν ἧττον ἂν καὶ σώματα καὶ γνώμας σφάλλειν· νῦν δὲ τὸ μὲν μὴ εἰσφέρεσθαι ἔτι αὖ διαμένει, τοσοῦτον δὲ πίνουσιν ὥστε ἀντὶ τοῦ εἰσφέρειν αὐτοὶ ἐκφέρονται,1 ἐπειδὰν μηκέτι δύνωνται ὀρθούμενοι ἐξιέναι.
他们亦曾有定规,不得将水罐携入宴饮之中,显见其认为不过量饮酒便较少致使体魄与心智受损。如今,不带入水罐之规虽又依然留存,然而他们痛饮过度,以致不是带进〔器物〕,反倒是自己在无法直身步出之时被人抬出。
ἀλλὰ μὴν κἀκεῖνο ἦν αὐτοῖς ἐπιχώριον τὸ μεταξὺ πορευομένους μήτε ἐσθίειν μήτε πίνειν μήτε τῶν διὰ ταῦτα ἀναγκαίων μηδὲν ποιοῦντας φανεροὺς εἶναι· νῦν δʼ αὖ τὸ μὲν τούτων ἀπέχεσθαι ἔτι διαμένει, τὰς μέντοι πορείας οὕτω βραχείας ποιοῦνται ὡς μηδένʼ ἂν ἔτι θαυμάσαι τὸ ἀπέχεσθαι τῶν ἀναγκαίων.2
此外,他们在行旅途中既不进食、亦不饮水,亦不教人得见其排泄便溺等因饮食而生之必需举止,此亦本为本土之风尚;如今,禁戒此类举止虽又沿袭,然而其行程安排得如此短促,以致再无一人会对他们忍耐此类生理之需感到惊异。
ἀλλὰ μὴν καὶ ἐπὶ θήραν πρόσθεν μὲν τοσαυτάκις ἐξῇσαν ὥστε ἀρκεῖν αὐτοῖς τε καὶ ἵπποις γυμνάσια τὰς θήρας· ἐπεὶ δὲ Ἀρταξέρξης ὁ βασιλεὺς καὶ οἱ σὺν αὐτῷ ἥττους τοῦ οἴνου ἐγένοντο, οὐκέτι ὁμοίως οὔτʼ αὐτοὶ ἐξῇσαν οὔτε τοὺς ἄλλους ἐξῆγον ἐπὶ τὰς θήρας· ἀλλὰ καὶ εἴ τινες φιλόπονοι γενόμενοι σὺν τοῖς περὶ αὑτοὺς ἱππεῦσι θαμὰ θηρῷεν, φθονοῦντες αὐτοῖς δῆλοι ἦσαν καὶ ὡς βελτίονας αὑτῶν ἐμίσουν.
更有甚者,谈及狩猎之事,往昔他们出猎如此频仍,以致狩猎本身便足以作为人与战马的充分操练;然而自阿尔塔薛西斯王及其侍从沉溺于美酒之后,他们便不再如往昔般亲身出猎,亦不再率领他人行猎;不仅如此,若有人甘于劳苦,与其身旁骑兵屡屡出猎,掌权者显见对其心怀嫉恨,且因其优于自身而视其为仇敌。
ἀλλά τοι καὶ τοὺς παῖδας τὸ μὲν παιδεύεσθαι ἐπὶ ταῖς θύραις ἔτι διαμένει· τὸ μέντοι τὰ ἱππικὰ μανθάνειν καὶ μελετᾶν ἀπέσβηκε διὰ τὸ μὴ εἶναι ὅπου ἂν ἀποφαινόμενοι εὐδοκιμοῖεν. καὶ ὅτι γε οἱ παῖδες ἀκούοντες ἐκεῖ πρόσθεν τὰς δίκας δικαίως δικαζομένας ἐδόκουν μανθάνειν δικαιότητα, καὶ τοῦτο παντάπασιν ἀνέστραπται·3 σαφῶς γὰρ ὁρῶσι νικῶντας ὁπότεροι ἂν πλέον διδῶσιν.
再者,幼童在宫门前接受教养之事虽仍留存,然而学习并研习骑术之风却已泯灭,因已无处可供其一展身手以博取声誉。至于往昔幼童因在彼处听闻公正审断之诉讼而被认为习得正义,此事亦已彻底颠覆;因其昭然得见,不论哪一方,凡行贿较多者即能获胜。
ἀλλὰ καὶ τῶν φυομένων ἐκ τῆς γῆς τὰς δυνάμεις οἱ παῖδες πρόσθεν μὲν ἐμάνθανον, ὅπως τοῖς μὲν ὠφελίμοις χρῷντο, τῶν δὲ βλαβερῶν ἀπέχοιντο· νῦν δὲ ἐοίκασι ταῦτα διδασκομένοις,4 ὅπως ὅτι πλεῖστα κακοποιῶσιν· οὐδαμοῦ γοῦν πλείους ἢ ἐκεῖ οὔτʼ ἀποθνῄσκουσιν οὔτε διαφθείρονται ὑπὸ φαρμάκων.
不仅如此,幼童往昔学习自地里所生万物之效用,本为利用有益之物而避开有害之物;如今他们受授此类物性,反倒看似专为尽可能多地施加毒害;无论何处,因毒药致死或殒命之人,皆未有甚于彼邦者。
ἀλλὰ μὴν καὶ θρυπτικώτεροι πολὺ νῦν ἢ ἐπὶ Κύρου εἰσί. τότε μὲν γὰρ ἔτι τῇ ἐκ Περσῶν παιδείᾳ καὶ ἐγκρατείᾳ ἐχρῶντο, τῇ δὲ Μήδων στολῇ καὶ ἁβρότητι· νῦν δὲ τὴν μὲν ἐκ Περσῶν καρτερίαν περιορῶσιν ἀποσβεννυμένην, τὴν δὲ τῶν Μήδων μαλακίαν διασῴζονται.
况且,他们如今亦远较居鲁士之时更为骄奢柔弱。盖当时他们仍奉行波斯人之教养与自律,而兼用米底人之服饰与华美;如今他们却任由源自波斯人之坚毅日趋磨灭,反将米底人之软弱谨守留存。
σαφηνίσαι δὲ βούλομαι καὶ τὴν θρύψιν αὐτῶν. ἐκείνοις γὰρ πρῶτον μὲν τὰς εὐνὰς οὐ μόνον ἀρκεῖ μαλακῶς ὑποστόρνυσθαι,5 ἀλλʼ ἤδη καὶ τῶν κλινῶν τοὺς πόδας ἐπὶ ταπίδων τιθέασιν, ὅπως μὴ ἀντερείδῃ τὸ δάπεδον, ἀλλʼ ὑπείκωσιν αἱ τάπιδες. καὶ μὴν τὰ πεττόμενα ἐπὶ τράπεζαν ὅσα τε πρόσθεν ηὕρητο, οὐδὲν αὐτῶν ἀφῄρηται, ἄλλα τε ἀεὶ καινὰ ἐπιμηχανῶνται· καὶ ὄψα γε ὡσαύτως· καὶ γὰρ καινοποιητὰς ἀμφοτέρων τούτων κέκτηνται.
我亦欲将他们之骄奢阐明。盖首先,于他们而言,寝榻仅仅铺陈柔软尚嫌不足,如今竟将床榻之足置于地毯之上,以免地面坚硬反抗,而令地毯顺从凹陷。再者,至于桌上烘焙之品,凡昔日所发明者无一废弃,反倒不断别出心裁、创制新品;菜肴亦复如是;盖其就此两项皆蓄有专门研制新品之人。
ἀλλὰ μὴν καὶ ἐν τῷ χειμῶνι οὐ μόνον κεφαλὴν καὶ σῶμα καὶ πόδας ἀρκεῖ αὐτοῖς ἐσκεπάσθαι, ἀλλὰ καὶ περὶ ἄκραις ταῖς χερσὶ χειρῖδας δασείας καὶ δακτυλήθρας ἔχουσιν. ἔν γε μὴν τῷ θέρει οὐκ ἀρκοῦσιν αὐτοῖς οὔθʼ αἱ τῶν δένδρων οὔθʼ αἱ τῶν πετρῶν σκιαί, ἀλλʼ ἐν ταύταις ἑτέρας σκιὰς ἄνθρωποι μηχανώμενοι αὐτοῖς παρεστᾶσι.
不仅如此,在冬季,仅仅包裹头部、躯干与双足于他们仍属不足,在手之末端亦戴有厚绒手套与指套。在夏季,无论树木之阴或岩石之影于他们皆嫌不够,反有人侍立于侧,在这些阴凉之中为他们创制另外的遮阳之影。
- 8.8.10ἀντὶ τοῦ εἰσφέρειν αὐτοὶ ἐκφέρονται
介词 ἀντί 支配带有冠词的属格不定式 τοῦ εἰσφέρειν,意为“与其带入(器物)”。主句主语 αὐτοί 与被动语态动词 ἐκφέρονται(“他们自身被抬出”)形成辛辣的字面与词首前缀对仗(εἰσ- 与 ἐκ-),描绘饮酒者烂醉至无法自立而被人抬出的滑稽景象。
- 8.8.11ὥς μηδένʼ ἂν ἔτι θαυμάσαι τὸ ἀπέχεσθαι τῶν ἀναγκαίων
连词 ὡς 在此引出结果状语(等同于 ὥστε),与宾格主语(μηδένʼ = μηδένα)、ἄν 及不定式 θαυμάσαι(不定过去时主动语态不定式)连用,表达“以致再无一人会感到惊异”。带有中性冠词的不定式短语 τὸ ἀπέχεσθαι τῶν ἀναγκαίων 作 θαυμάσαι 的直接宾语。
- 8.8.13ὅτι γε οἱ παῖδες ἀκούοντες ἐκεῖ πρόσθεν τὰς δίκας δικαίως δικαζομένας ἐδόκουν μανθάνειν δικαιότητα, καὶ τοῦτο παντάπασιν ἀνέστραπται
由 ὅτι 引导的名词性分句前置,随后由主句的指示代名词 τοῦτο 进行呼应和概括(前置悬空结构)。分词 δικαζομένας 为陈述性/表语性分词,修饰感官动词 ἀκούοντες 的直接宾语 τὰς δίκας,意为“听闻诉讼被公正地审理裁决”。
- 8.8.14ἐοίκασι ταῦτα διδασκομένοις
动词 ἐοίκασι(“似乎/形同”)支配与格分词 διδασκομένοις 作为补足语(“他们好似被传授……之人”)。被动语态分词 διδασκομένοις 保留了主动语态双宾格结构中表示教授内容的宾格 ταῦτα。
- 8.8.16ἐκείνοις γὰρ πρῶτον μὲν τὰς εὐνὰς οὐ μόνον ἀρκεῖ μαλακῶς ὑποστόρνυσθαι
无人称动词 ἀρκεῖ(“足矣/足够”)支配与格 ἐκείνοις(“对于他们而言”),并以宾格加不定式结构 τὰς εὐνὰς... ὑποστόρνυσθαι(被动或中动态:“将寝具铺垫得柔软”)作为语法主语。句首的 ἐκείνοις 充当关涉与格或无人称结构中的逻辑主语。
