← 色诺芬

居鲁士的教育

§8.8.1-8.8.8

居鲁士死后帝国的道德败坏与衰亡

本段记述居鲁士辞世后波斯帝国的迅速衰落,体现为弃信背义、重用叛逆、横征暴敛以及军容与体魄锤炼的彻底退化。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.8.1

ὅτι μὲν δὴ καλλίστη καὶ μεγίστη τῶν ἐν τῇ Ἀσίᾳ ἡ Κύρου βασιλεία ἐγένετο αὐτὴ ἑαυτῇ μαρτυρεῖ. ὡρίσθη γὰρ πρὸς ἕω μὲν τῇ Ἐρυθρᾷ θαλάττῃ, πρὸς ἄρκτον δὲ τῷ Εὐξείνῳ πόντῳ, πρὸς ἑσπέραν δὲ Κύπρῳ καὶ Αἰγύπτῳ, πρὸς μεσημβρίαν δὲ Αἰθιοπίᾳ. τοσαύτη δὲ γενομένη μιᾷ γνώμῃ τῇ Κύρου ἐκυβερνᾶτο, καὶ ἐκεῖνός τε τοὺς ὑφʼ ἑαυτῷ ὥσπερ ἑαυτοῦ παῖδας ἐτίμα τε καὶ ἐθεράπευεν, οἵ τε ἀρχόμενοι Κῦρον ὡς πατέρα ἐσέβοντο.

居鲁士的王国在全亚洲最为壮丽和广阔,此事它自身便足以作证。因其东界红海,北界黑海,西界塞浦路斯与埃及,南界埃塞俄比亚。王国虽如此辽阔,却由居鲁士一人之睿智治理,他爱护并体恤治下的属民宛如己出,而被统治者亦敬奉居鲁士如慈父。

§8.8.2

ἐπεὶ μέντοι Κῦρος ἐτελεύτησεν, εὐθὺς μὲν αὐτοῦ οἱ παῖδες ἐστασίαζον, εὐθὺς δὲ πόλεις καὶ ἔθνη ἀφίσταντο, πάντα δʼ ἐπὶ τὸ χεῖρον ἐτρέποντο. ὡς δʼ ἀληθῆ λέγω ἄρξομαι διδάσκων ἐκ τῶν θείων. οἶδα γὰρ ὅτι πρότερον μὲν βασιλεὺς καὶ οἱ ὑπʼ αὐτῷ καὶ τοῖς τὰ ἔσχατα πεποιηκόσιν εἴτε ὅρκους ὀμόσαιεν, ἠμπέδουν, εἴτε δεξιὰς δοῖεν, ἐβεβαίουν.

然而,居鲁士辞世之后,他的众子立起争端,各城邦与各部族立时叛离,万事万物皆转趋恶化。为明我所言非虚,我且先从神圣之事说起。盖我深知,昔日君王及其臣属,纵然面对犯下滔天巨罪之人,若立下誓言,必恪守不移;若执手立信,必坚守信诺。

§8.8.3

εἰ δὲ μὴ τοιοῦτοι ἦσαν καὶ τοιαύτην δόξαν εἶχον οὐδʼ ἂν εἷς αὐτοῖς ἐπίστευεν, ὥσπερ οὐδὲ νῦν πιστεύει οὐδὲ εἷς ἔτι, ἐπεὶ ἔγνωσται ἡ ἀσέβεια αὐτῶν. οὕτως οὐδὲ τότε ἐπίστευσαν ἂν οἱ τῶν σὺν Κύρῳ ἀναβάντων στρατηγοί· νῦν δὲ δὴ τῇ πρόσθεν αὐτῶν δόξῃ πιστεύσαντες ἐνεχείρισαν ἑαυτούς, καὶ ἀναχθέντες πρὸς βασιλέα ἀπετμήθησαν τὰς κεφαλάς.1 πολλοὶ δὲ καὶ τῶν συστρατευσάντων βαρβάρων ἄλλοι ἄλλαις πίστεσιν ἐξαπατηθέντες ἀπώλοντο.

若非他们曾是这样的人并享此声誉,绝无一人会信任他们,正如如今他们不敬之举已昭然若揭,便再无一人肯信。依此理,当年随同居鲁士进军之人的众将领那时亦断不会轻信;然而他们因笃信他们往昔的信誉而托付自身,被解送至王前即遭斩首。许多随军出征的异族部众,亦因受各种信约欺瞒而丧命。

§8.8.4

πολὺ δὲ καὶ τάδε χείρονες νῦν εἰσι. πρόσθεν μὲν γὰρ εἴ τις ἢ διακινδυνεύσειε πρὸ βασιλέως ἢ πόλιν ἢ ἔθνος ὑποχείριον ποιήσειεν ἢ ἄλλο τι καλὸν ἢ ἀγαθὸν αὐτῷ διαπράξειεν, οὗτοι ἦσαν οἱ τιμώμενοι· νῦν δὲ καὶ ἤν τις ὥσπερ Μιθριδάτης τὸν πατέρα Ἀριοβαρζάνην προδούς, καὶ ἤν τις ὥσπερ Ῥεομίθρης τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς τῶν φίλων παῖδας ὁμήρους παρὰ τῷ Αἰγυπτίῳ ἐγκαταλιπὼν καὶ τοὺς μεγίστους ὅρκους παραβὰς βασιλεῖ δόξῃ τι σύμφορον ποιῆσαι,2 οὗτοί εἰσιν οἱ ταῖς μεγίσταις τιμαῖς γεραιρόμενοι.

如今他们在此类事上亦愈发败坏。昔日若有人为王冒涉险难,或降服某座城邦、部族,或为王成就任何其他美善之功,这些人便得享荣耀;而今,纵有人如米特里达梯背叛其父阿里奥巴尔赞,或如勒奥米特雷斯将妻子儿女及友人之子抛与埃及人为质,背弃至重誓言,却被认为替王立下有利之功,这些人反享最尊隆的荣宠。

§8.8.5

ταῦτʼ οὖν ὁρῶντες οἱ ἐν τῇ Ἀσίᾳ πάντες ἐπὶ τὸ ἀσεβὲς καὶ τὸ ἄδικον τετραμμένοι εἰσίν· ὁποῖοί τινες γὰρ ἂν οἱ προστάται ὦσι, τοιοῦτοι καὶ οἱ ὑπʼ αὐτοὺς ὡς ἐπὶ τὸ πολὺ γίγνονται. ἀθεμιστότεροι δὴ νῦν ἢ πρόσθεν ταύτῃ γεγένηνται.

因此亚洲各地之人见此情景,尽皆趋向不敬与不义;盖居首领者若为何等样人,其属下之人大体亦必变为同等样人。故而他们如今在此方面远比往昔更加肆无忌惮、无法无天。

§8.8.6

εἴς γε μὴν χρήματα τῇδε ἀδικώτεροι· οὐ γὰρ μόνον τοὺς πολλὰ ἡμαρτηκότας, ἀλλʼ ἤδη τοὺς οὐδὲν ἠδικηκότας συλλαμβάνοντες ἀναγκάζουσι πρὸς οὐδὲν δίκαιον χρήματα ἀποτίνειν· ὥστʼ οὐδὲν ἧττον οἱ πολλὰ ἔχειν δοκοῦντες τῶν πολλὰ ἠδικηκότων φοβοῦνται· καὶ εἰς χεῖρας οὐδʼ οὗτοι ἐθέλουσι τοῖς κρείττοσιν ἰέναι.3 οὐδέ γε ἁθροίζεσθαι εἰς βασιλικὴν στρατιὰν θαρροῦσι.

更有甚者,在钱财之事上他们亦更显不公:他们不仅逮捕罪行累累之人,如今竟将毫无过错之人捕去,毫无正当地强迫其交出钱财;以致家财丰厚之人所受的惶恐,丝毫不亚于那些多有罪过之人;他们亦绝不愿与权贵相见交接。更不敢集结编入王室的军旅。

§8.8.7

τοιγαροῦν ὅστις ἂν πολεμῇ αὐτοῖς, πᾶσιν ἔξεστιν ἐν τῇ χώρᾳ αὐτῶν ἀναστρέφεσθαι ἄνευ μάχης ὅπως ἂν βούλωνται διὰ τὴν ἐκείνων περὶ μὲν θεοὺς ἀσέβειαν, περὶ δὲ ἀνθρώπους ἀδικίαν. αἱ μὲν δὴ γνῶμαι ταύτῃ τῷ παντὶ χείρους νῦν ἢ τὸ παλαιὸν αὐτῶν.

因此,无论何人向其开战,皆能因其对神不敬、对人不义,而得以按己所愿、无需交战便在其国境内任意横行。如此,他们的心性思想如今较之往昔全然败坏。

§8.8.8

ὡς δὲ οὐδὲ τῶν σωμάτων ἐπιμέλονται ὥσπερ πρόσθεν, νῦν αὖ τοῦτο διηγήσομαι. νόμιμον γὰρ δὴ ἦν αὐτοῖς μήτε πτύειν μήτε ἀπομύττεσθαι. δῆλον δὲ ὅτι ταῦτα οὐ τοῦ ἐν τῷ σώματι ὑγροῦ φειδόμενοι ἐνόμισαν, ἀλλὰ βουλόμενοι διὰ πόνων καὶ ἱδρῶτος τὰ σώματα στερεοῦσθαι. νῦν δὲ τὸ μὲν μὴ πτύειν μηδὲ ἀπομύττεσθαι ἔτι διαμένει,

至于他们如今亦不像往昔那样锤炼身体,我当下便再行记述。盖他们曾有定规,既不得吐痰,亦不得擤鼻涕。显而易见,他们立此规矩并非为吝惜体内的津液,而是旨在通过劳苦与汗水使体魄变得坚实强健。如今,不吐痰、不擤涕的规矩虽依然沿袭,然而

语法注3 条
  1. 8.8.3ἀπετμήθησαν τὰς κεφαλάς

    与被动语态动词 ἀπετμήθησαν(被砍下)连用的宾格 τὰς κεφαλάς(头部),既可看作主动语态双宾语结构(ἀποτέμνω τινά τι)转为被动时保留的原直接宾格(retained accusative),亦可视为表示范围的限制宾格(accusative of specification/respect,意为“就其头部而言”)。

  2. 8.8.4καὶ ἤν τις ὥσπερ Μιθριδάτης τὸν πατέρα Ἀριοβαρζάνην προδούς, καὶ ἤν τις ὥσπερ Ῥεομίθρης... βασιλεῖ δόξῃ τι σύμφορον ποιῆσαι

    在条件从句 ἤν τις... δόξῃ...(若有人被认为……)内部,分词 προδούς(背叛了)与 ἐγκαταλιπὼν καὶ... παραβάς(遗弃并违背了……)均以主格阳性单数形式出现,语法上与不定代词主语 τις 一致。这些分词指明了邀功取巧的手段与附带情状,形成了结构错综、带有一定倒破句(anacoluthon)色彩的复杂句式,最终收束于主节 οὗτοί εἰσιν。

  3. 8.8.6εἰς χεῖρας οὐδʼ οὗτοι ἐθέλουσι τοῖς κρείττοσιν ἰέναι

    成语 εἰς χεῖρας ἰέναι 通常指“交手”或“近身肉搏”,在此与与格 τοῖς κρείττοσιν(权贵者/强者)连用,既可理解为因惧怕敲诈盘剥而不愿与权贵“当面接触、产生交涉”,亦可引申指不敢与强者发生正面抗衡。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:8.8.1-8.8.8