- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:8.8.18-8.8.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者详述了波斯人炫耀饮酒器、骑术软弱化、以仆役冒充骑兵导致军制崩溃、放弃白兵战与战车失效,以及彻底依赖希腊雇佣军的现状,并最终总结称自己关于波斯人全面堕落的论题已得到充分证实。
καὶ μὴν ἐκπώματα ἢν μὲν ὡς πλεῖστα ἔχωσι, τούτῳ καλλωπίζονται· ἢν δʼ ἐξ ἀδίκου φανερῶς ᾖ μεμηχανημένα, οὐδὲν τοῦτο αἰσχύνονται· πολὺ γὰρ ηὔξηται ἐν αὐτοῖς ἡ ἀδικία τε καὶ αἰσχροκέρδεια.
再者,若他们拥有尽可能多的饮酒器,便以此炫耀;但若这些器物显系通过不义手段谋得,他们却丝毫无以为耻;盖不义与贪图不义之财在他们当中大为滋长。
ἀλλὰ καὶ πρόσθεν μὲν ἦν ἐπιχώριον αὐτοῖς μὴ ὁρᾶσθαι πεζῇ πορευομένοις, οὐκ ἄλλου τινὸς ἕνεκα ἢ τοῦ ὡς ἱππικωτάτους γίγνεσθαι· νῦν δὲ στρώματα πλείω ἔχουσιν ἐπὶ τῶν ἵππων ἢ ἐπὶ τῶν εὐνῶν· οὐ γὰρ τῆς ἱππείας οὕτως ὥσπερ τοῦ μαλακῶς καθῆσθαι ἐπιμέλονται.
此外,昔日他们亦有不教人得见其徒步行进的本土习俗,这绝非为了别的缘由,而纯粹是为了尽可能成为最为精湛的骑手;如今,他们在马背上所铺的垫褥,竟比在寝榻上还要多;盖他们对骑术不如对坐得柔软舒适那样用心。
τά γε μὴν πολεμικὰ πῶς οὐκ εἰκότως νῦν τῷ παντὶ χείρους ἢ πρόσθεν εἰσίν; οἷς ἐν μὲν τῷ παρελθόντι χρόνῳ ἐπιχώριον εἶναι ὑπῆρχε τοὺς μὲν τὴν γῆν ἔχοντας ἀπὸ ταύτης ἱππότας παρέχεσθαι,1 οἳ δὴ καὶ ἐστρατεύοντο εἰ δέοι στρατεύεσθαι, τοὺς δὲ φρουροῦντας πρὸ τῆς χώρας μισθοφόρους εἶναι· νῦν δὲ τούς τε θυρωροὺς καὶ τοὺς σιτοποιοὺς καὶ τοὺς ὀψοποιοὺς καὶ οἰνοχόους καὶ λουτροχόους καὶ παρατιθέντας καὶ ἀναιροῦντας καὶ κατακοιμίζοντας καὶ ἀνιστάντας, καὶ τοὺς κοσμητάς, οἳ ὑποχρίουσί τε καὶ ἐντρίβουσιν αὐτοὺς καὶ τἆλλα ῥυθμίζουσι, τούτους πάντας ἱππέας οἱ δυνάσται πεποιήκασιν, ὅπως μισθοφορῶσιν αὐτοῖς.2
至于战事方面,他们如今在各方面皆较往昔低劣,岂非理所当然?盖在以往的岁月中,其本土习俗原是由占有田地者自田地中提供骑兵,若须出征,这些人便亲自出战,而在国境前哨戍守者则为受薪的雇佣兵;然而如今,掌权者却将守门人、制饼人、厨师、斟酒人、侍浴人、摆设餐具者、收拾餐具者、侍寝者、唤醒者,以及那些为他们涂饰面容、擦拭香膏并料理一切装束的修饰工——将所有这些人尽皆充作骑兵,以便为自己冒领军饷。
πλῆθος μὲν οὖν καὶ ἐκ τούτων φαίνεται, οὐ μέντοι ὄφελός γε οὐδὲν αὐτῶν εἰς πόλεμον· δηλοῖ δὲ καὶ αὐτὰ τὰ γιγνόμενα· κατὰ γὰρ τὴν χώραν αὐτῶν ῥᾷον οἱ πολέμιοι ἢ οἱ φίλοι ἀναστρέφονται.
因此,单从这些人看,兵员数量固然显得庞大,然而于战事而言却毫无裨益;而发生的事态本身亦证实了这一点:盖在他们的国土之内,敌人的行动反倒比友人更为自如。
καὶ γὰρ δὴ ὁ Κῦρος τοῦ μὲν ἀκροβολίζεσθαι ἀποπαύσας, θωρακίσας δὲ καὶ αὐτοὺς καὶ ἵππους καὶ ἓν παλτὸν ἑκάστῳ δοὺς εἰς χεῖρα ὁμόθεν τὴν μάχην ἐποιεῖτο· νῦν δὲ οὔτε ἀκροβολίζονται ἔτι οὔτʼ εἰς χεῖρας συνιόντες μάχονται.
盖居鲁士废除了远距离袭扰之法,令骑士与战马皆披铠甲,并赐给每人手中一支标枪,使之进行短兵相接的肉搏战;然而如今,他们既不再进行远距离袭扰,亦不在贴身接战时搏杀。
καὶ οἱ πεζοὶ ἔχουσι μὲν γέρρα καὶ κοπίδας καὶ σαγάρεις ὥσπερ οἱ ἐπὶ Κύρου τὴν μάχην ποιησάμενοι· εἰς χεῖρας δὲ ἰέναι οὐδʼ οὗτοι ἐθέλουσιν.
至于步兵,他们虽如同居鲁士麾下参战者一般持有柳条盾、弯刀和战斧;然而即便是这些人,亦不愿投入近身肉搏。
οὐδέ γε τοῖς δρεπανηφόροις ἅρμασιν ἔτι χρῶνται ἐφʼ ᾧ Κῦρος αὐτὰ ἐποιήσατο. ὁ μὲν γὰρ τιμαῖς αὐξήσας τοὺς ἡνιόχους καὶ ἀγαστοὺς ποιήσας εἶχε τοὺς εἰς τὰ ὅπλα ἐμβαλοῦντας· οἱ δὲ νῦν οὐδὲ γιγνώσκοντες τοὺς ἐπὶ τοῖς ἅρμασιν οἴονται σφίσιν ὁμοίους τοὺς ἀνασκήτους τοῖς ἠσκηκόσιν ἔσεσθαι.3
他们亦不再按照居鲁士制造轮刃战车的本意来使用它们。盖居鲁士通过赋予驾车者荣誉并使其受人敬仰,拥有了敢于冲入敌军重装步兵阵列之人;如今的人却连乘车之人亦不相识,反倒妄想未经训练者能为自己发挥出如同受过训练者一样的功效。
οἱ δὲ ὁρμῶσι μέν, πρὶν δʼ ἐν τοῖς πολεμίοις εἶναι οἱ μὲν ἄκοντες ἐκπίπτουσιν, οἱ δʼ ἐξάλλονται, ὥστε ἄνευ ἡνιόχων γιγνόμενα τὰ ζεύγη πολλάκις πλείω κακὰ τοὺς φίλους ἢ τοὺς πολεμίους ποιεῖ.
他们固然发起冲锋,但在冲入敌阵之前,有人身不由己地跌落车下,有人则自行跳车,以致失去驭者的车马往往给友军带来的灾祸甚于给敌人带来的损伤。
ἐπεὶ μέντοι καὶ αὐτοὶ γιγνώσκουσιν οἷα σφίσι τὰ πολεμιστήρια ὑπάρχει, ὑφίενται, καὶ οὐδεὶς ἔτι ἄνευ Ἑλλήνων εἰς πόλεμον καθίσταται, οὔτε ὅταν ἀλλήλοις πολεμῶσιν οὔτε ὅταν οἱ Ἕλληνες αὐτοῖς ἀντιστρατεύωνται· ἀλλὰ καὶ πρὸς τούτους ἐγνώκασι μεθʼ Ἑλλήνων τοὺς πολέμους ποιεῖσθαι.
然而,由于他们自身亦深知己方的军事力量处于何等境地,因而心生退缩,无论彼此开战之时,抑或希腊人兴兵讨伐他们之时,再无人敢在没有希腊人的情形下投入战争;反之,即便在同希腊人交战时,他们亦已决意要借助希腊人来进行战争。
ἐγὼ μὲν δὴ οἶμαι ἅπερ ὑπεθέμην ἀπειργάσθαι μοι.4 φημὶ γὰρ Πέρσας καὶ τοὺς σὺν αὐτοῖς καὶ ἀσεβεστέρους περὶ θεοὺς καὶ ἀνοσιωτέρους περὶ συγγενεῖς καὶ ἀδικωτέρους περὶ τοὺς ἄλλους καὶ ἀνανδροτέρους τὰ εἰς τὸν πόλεμον νῦν ἢ πρόσθεν ἀποδεδεῖχθαι. εἰ δέ τις τἀναντία ἐμοὶ γιγνώσκοι, τὰ ἔργα αὐτῶν ἐπισκοπῶν εὑρήσει αὐτὰ μαρτυροῦντα τοῖς ἐμοῖς λόγοις.
我个人认为,自己当初确立的论题已由我彻底完成。盖我声言,波斯人及其同盟者已被证明,如今在敬奉神明上远较往昔更不虔敬,在对待亲族上更不孝悌,在对待他人上更不公正,在战事相关之事上更显懦弱无能。若有人持与我相反的见解,只要审查他们的行径,必将发现这些作为恰恰为我的言论作证。
- 8.8.20οἷς ἐν μὲν τῷ παρελθόντι χρόνῳ ἐπιχώριον εἶναι ὑπῆρχε τοὺς μὲν τὴν γῆν ἔχοντας ἀπὸ ταύτης ἱππότας παρέχεσθαι
关系代词 οἷς 为指代波斯人的关涉与格,与无人称动词 ὑπῆρχε 搭配,构成“对他们而言……乃是已确立的惯例”之意。动词的实际主语为对格不定式结构,其中 τοὺς μὲν τὴν γῆν ἔχοντας 作 παρέχεσθαι 的逻辑主语,τοὺς δὲ φρουροῦντας 则作后文 不定式 εἶναι 的逻辑主语。整句架构清晰地阐明了往昔土地占有者自领地提供骑兵、由雇佣军戍卫边境的旧制。
- 8.8.20ὅπως μισθοφορῶσιν αὐτοῖς
由 ὅπως 引导的目的从句。虚拟语气动词 μισθοφορῶσιν 的逻辑主语为前文列举的门房、庖厨等所有仆役(τούτους πάντας),而与格代词 αὐτοῖς 则为指代权贵们(οἱ δυνάσται)的利益与格,意为“以便这些仆役为权贵们领纳薪饷”。此处揭露了贵族将家仆虚报为骑兵以侵吞军饷的贪腐机制。
- 8.8.24οἴονται σφίσιν ὁμοίους τοὺς ἀνασκήτους τοῖς ἠσκηκόσιν ἔσεσθαι
在对格不定式结构中,τοὺς ἀνασκήτους 为不定式 ἔσεσθαι 的逻辑主语,ὁμοίους 为表语对格,并支配与之相应的与格 τοῖς ἠσκηκόσιν(“与受过训练者相同”)。代词 σφίσιν 是指代主句主语(如今的波斯掌权者)的间接反身代词,作关涉或利益与格(“对自己而言/在为自己效力时发挥同等作用”)。
- 8.8.27ἅπερ ὑπεθέμην ἀπειργάσθαι μοι
动词 ὑπεθέμην 为中动态不定过去时第一人称单数直陈语气,意为“我所提出作为论题之事”,支配关系代词 ἅπερ。完成体被动不定式 ἀπειργάσθαι 依存于 οἶμαι,并带动作发出者的与格 μοι(“由我所完成”)。该句构成了全书辩题正式收束的修辞程式。
