← 色诺芬

居鲁士的教育

§8.7.19-8.7.28

居鲁士论灵魂不灭与简葬之嘱及辞世

居鲁士以灵魂不灭、神的秩序及世人鉴察劝谕诸子保持友爱,叮嘱死后遗体从简土葬并厚待吊唁之人,随后辞世。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.7.19

οὔτοι ἔγωγε, ὦ παῖδες, οὐδὲ τοῦτο πώποτε ἐπείσθην ὡς ἡ ψυχὴ ἕως μὲν ἂν ἐν θνητῷ σώματι ᾖ, ζῇ, ὅταν δὲ τούτου ἀπαλλαγῇ, τέθνηκεν· ὁρῶ γὰρ ὅτι καὶ τὰ θνητὰ σώματα ὅσον ἂν ἐν αὐτοῖς χρόνον ᾖ ἡ ψυχή, ζῶντα παρέχεται.

我的儿郎们,我至今未曾信服此事:灵魂只要在必死之躯内便活着,而一旦脱离身体便已死亡;因为我看到,即便是必死之躯,只要灵魂在其内,便被维持在活着的状态。

§8.7.20

οὐδέ γε ὅπως ἄφρων ἔσται ἡ ψυχή, ἐπειδὰν τοῦ ἄφρονος σώματος δίχα γένηται, οὐδὲ τοῦτο πέπεισμαι·1 ἀλλʼ ὅταν ἄκρατος καὶ καθαρὸς ὁ νοῦς ἐκκριθῇ, τότε καὶ φρονιμώτατον αὐτὸν εἰκὸς εἶναι. διαλυομένου δὲ ἀνθρώπου δῆλά ἐστιν ἕκαστα ἀπιόντα πρὸς τὸ ὁμόφυλον πλὴν τῆς ψυχῆς· αὕτη δὲ μόνη οὔτε παροῦσα οὔτε ἀπιοῦσα ὁρᾶται.

我也决未信服,当灵魂脱离了无灵智的躯体之后,便会丧失知觉;相反,当纯粹无杂的心智被析出时,那时它理应最为聪颖敏锐。在人消解之际,除灵魂之外,各个部分显然皆归于其同类;唯有灵魂,无论在场之时还是离去之时,皆不为人所见。

§8.7.21

ἐννοήσατε δʼ, ἔφη, ὅτι ἐγγύτερον μὲν τῶν ἀνθρωπίνων θανάτῳ οὐδέν ἐστιν ὕπνου· ἡ δὲ τοῦ ἀνθρώπου ψυχὴ τότε δήπου θειοτάτη καταφαίνεται καὶ τότε τι τῶν μελλόντων προορᾷ·

他又道:你们当思量,在人间的经历中,没有比睡眠更接近死亡的了;然而正是在那时,人的灵魂显现得最为神圣,亦正是在那时预见着未来的某些事态。

§8.7.22

τότε γάρ, ὡς ἔοικε, μάλιστα ἐλευθεροῦται. εἰ μὲν οὖν οὕτως ἔχει ταῦτα ὥσπερ ἐγὼ οἴομαι καὶ ἡ ψυχὴ καταλείπει τὸ σῶμα, καὶ τὴν ἐμὴν ψυχὴν καταιδούμενοι ποιεῖτε ἃ ἐγὼ δέομαι· εἰ δὲ μὴ οὕτως, ἀλλὰ μένουσα ἡ ψυχὴ ἐν τῷ σώματι συναποθνῄσκει, ἀλλὰ θεούς γε τοὺς ἀεὶ ὄντας καὶ πάντʼ ἐφορῶντας καὶ πάντα δυναμένους, οἳ καὶ τήνδε τὴν τῶν ὅλων τάξιν συνέχουσιν ἀτριβῆ καὶ ἀγήρατον καὶ ἀναμάρτητον καὶ ὑπὸ κάλλους καὶ μεγέθους ἀδιήγητον, τούτους φοβούμενοι μήποτʼ ἀσεβὲς μηδὲν μηδὲ ἀνόσιον μήτε ποιήσητε μήτε βουλεύσητε.

因为正如所显见的那样,唯有那时灵魂最为自由。因此,若事理果如我所思忖,灵魂离弃躯体,你们便当敬畏我的灵魂,遵行我的祈请;若非如此,而是灵魂留于躯体内与之同亡,你们亦当敬畏那永在、监察万物且全能的诸神——他们维持着这宇宙的秩序,使其不朽、不衰、无讹,其壮丽浩瀚难以言喻——出于对诸神的畏惧,切莫施行或图谋任何不敬或渎圣之事。

§8.7.23

μετὰ μέντοι θεοὺς καὶ ἀνθρώπων τὸ πᾶν γένος τὸ ἀεὶ ἐπιγιγνόμενον αἰδεῖσθε· οὐ γὰρ ἐν σκότῳ ὑμᾶς οἱ θεοὶ ἀποκρύπτονται, ἀλλʼ ἐμφανῆ πᾶσιν ἀνάγκη ἀεὶ ζῆν τὰ ὑμέτερα ἔργα· ἃ ἢν μὲν καθαρὰ καὶ ἔξω τῶν ἀδίκων φαίνηται, δυνατοὺς ὑμᾶς ἐν πᾶσιν ἀνθρώποις ἀναδείξει· εἰ δὲ εἰς ἀλλήλους ἄδικόν τι φρονήσετε, ἐκ πάντων ἀνθρώπων τὸ ἀξιόπιστοι εἶναι ἀποβαλεῖτε. οὐδεὶς γὰρ ἂν ἔτι πιστεῦσαι δύναιτο ὑμῖν, οὐδʼ εἰ πάνυ προθυμοῖτο, ἰδὼν ἀδικούμενον τὸν μάλιστα φιλίᾳ προσήκοντα.

然而在诸神之后,亦当敬畏那一代代绵延不绝的人类全体;因为诸神未曾将你们掩藏在幽暗中,你们的作为必然向万人显明而永存。此等作为若显现为纯洁而远离不义,自会使你们在万人中显为强有力之人;但若你们彼此心怀不义,便会在所有人面前丧失可信之德。因为一旦看见在友爱中最亲近之人遭受冤屈,便再也无人能够信任你们,纵使其极愿相信亦不能够。

§8.7.24

εἰ μὲν οὖν ἐγὼ ὑμᾶς ἱκανῶς διδάσκω οἵους χρὴ πρὸς ἀλλήλους εἶναι· εἰ δὲ μή,2 καὶ παρὰ τῶν προγεγενημένων μανθάνετε· αὕτη γὰρ ἀρίστη διδασκαλία. οἱ μὲν γὰρ πολλοὶ διαγεγένηνται φίλοι μὲν γονεῖς παισί, φίλοι δὲ ἀδελφοὶ ἀδελφοῖς· ἤδη δέ τινες τούτων καὶ ἐναντία ἀλλήλοις ἔπραξαν· ὁποτέροις ἂν οὖν αἰσθάνησθε τὰ πραχθέντα συνενεγκόντα, ταῦτα δὴ αἱρούμενοι ὀρθῶς ἂν βουλεύοισθε.

因此,若我已充分教导你们彼此应当如何相待,[那便足矣];若不然,亦当向前人学习;因这是最上等的训诲。盖多数父母对子女、兄弟对兄弟皆能一生亲睦相待;然而在这些人中亦已有人彼此反目成仇。你们若省察哪一方的所作所为带来了益处,择而从之,便可作出明智的决断。

§8.7.25

καὶ τούτων μὲν ἴσως ἤδη ἅλις. τὸ δʼ ἐμὸν σῶμα, ὦ παῖδες, ὅταν τελευτήσω, μήτε ἐν χρυσῷ θῆτε μήτε ἐν ἀργύρῳ μηδὲ ἐν ἄλλῳ μηδενί, ἀλλὰ τῇ γῇ ὡς τάχιστα ἀπόδοτε. τί γὰρ τούτου μακαριώτερον τοῦ γῇ μειχθῆναι, ἣ πάντα μὲν τὰ καλά, πάντα δὲ τἀγαθὰ φύει τε καὶ τρέφει; ἐγὼ δὲ καὶ ἄλλως φιλάνθρωπος ἐγενόμην καὶ νῦν ἡδέως ἄν μοι δοκῶ κοινωνῆσαι τοῦ εὐεργετοῦντος ἀνθρώπους.

关于这些,或许至此已足。我的儿郎们,当我辞世之时,切莫将我的遗体置于金器或银器内,亦不可置于任何他物中,而当尽快归还给大地。与大地融为一体,岂非至福之事?大地生育并滋养着一切美好与善良之物;我向来兼爱世人,如今能与那造福人类之物融聚相通,我自以为乐。

§8.7.26

ἀλλὰ γὰρ ἤδη, ἔφη, ἐκλείπειν μοι φαίνεται ἡ ψυχὴ ὅθενπερ, ὡς ἔοικε, πᾶσιν ἄρχεται ἀπολείπουσα. εἴ τις οὖν ὑμῶν ἢ δεξιᾶς βούλεται τῆς ἐμῆς ἅψασθαι ἢ ὄμμα τοὐμὸν ζῶντος ἔτι προσιδεῖν ἐθέλει, προσίτω· ὅταν δʼ ἐγὼ ἐγκαλύψωμαι, αἰτοῦμαι ὑμᾶς, ὦ παῖδες, μηδεὶς ἔτʼ ἀνθρώπων τοὐμὸν σῶμα ἰδέτω, μηδʼ αὐτοὶ ὑμεῖς.

然而,他又道,我的灵魂此刻似乎正从那看似在所有人身上皆最先开始离去的部位衰歇消散。因此,若你们中有人欲执我的右手,或愿在我尚存气息之时再睹我的面容,便走近前来;但当我蒙上面容之后,我的儿郎们,我祈请你们,不可再有任何人看我的遗体,即便是你们自己亦不可。

§8.7.27

Πέρσας μέντοι πάντας καὶ τοὺς συμμάχους ἐπὶ τὸ μνῆμα τοὐμὸν παρακαλεῖτε συνησθησομένους ἐμοὶ ὅτι ἐν τῷ ἀσφαλεῖ ἤδη ἔσομαι, ὡς μηδὲν ἂν ἔτι κακὸν παθεῖν,3 μήτε ἢν μετὰ τοῦ θείου γένωμαι μήτε ἢν μηδὲν ἔτι ὦ· ὁπόσοι δʼ ἂν ἔλθωσι, τούτους εὖ ποιήσαντες ὁπόσα ἐπʼ ἀνδρὶ εὐδαίμονι νομίζεται ἀποπέμπετε.

然而,当将全体波斯人及盟友招聚至我的陵墓,使他们与我同乐,因我从此将处身于安稳之境,再无任何灾厄能够降临于我,无论我归于神圣,抑或彻底化为乌有;凡前来的众人,当按对待福德之人的通规,厚加款待后遣其归去。

§8.7.28

καὶ τοῦτο, ἔφη, μέμνησθέ μου τελευταῖον,4 τοὺς φίλους εὐεργετοῦντες καὶ τοὺς ἐχθροὺς δυνήσεσθε κολάζειν. καὶ χαίρετε, ὦ φίλοι παῖδες, καὶ τῇ μητρὶ ἀπαγγέλλετε ὡς παρʼ ἐμοῦ· καὶ πάντες δὲ οἱ παρόντες καὶ οἱ ἀπόντες φίλοι χαίρετε. ταῦτʼ εἰπὼν καὶ πάντας δεξιωσάμενος ἐνεκαλύψατο καὶ οὕτως ἐτελεύτησεν.

他又道:你们当记念我这最后的叮嘱:善待友人,亦能借此惩治仇敌。别了,亲爱的儿郎们,亦当代我向你们的母亲致此辞诀;无论在场抑或未在场的友人,皆各自珍重!言毕,他与众人一一握手,旋即蒙上面容,就此辞世。

语法注4 条
  1. 8.7.20οὐδέ γε ὅπως ἄφρων ἔσται ἡ ψυχή, ἐπειδὰν τοῦ ἄφρονος σώματος δίχα γένηται, οὐδὲ τοῦτο πέπεισμαι

    句首以否定短语与从句 οὐδέ γε ὅπως ἄφρων ἔσται... 开头,随后在主句动词前以 οὐδὲ τοῦτο 进行强调性的复指(重叠呼应)。这里的 ὅπως 相当于 ὡς / ὅτι,引导作为 πέπεισμαι 宾语的名词性内容从句。

  2. 8.7.24εἰ μὲν οὖν ἐγὼ ὑμᾶς ἱκανῶς διδάσκω οἵους χρὴ πρὸς ἀλλήλους εἶναι· εἰ δὲ μή

    条件句中的结句省略(破格或顿跌)。在假设分句 εἰ μὲν οὖν... 之后,相应的结句(如“便足矣”或“即可”)被省略,直接紧接着对比性的 εἰ δὲ μή(“若不然”),进而引出后续的祈使句。

  3. 8.7.27ὡς μηδὲν ἂν ἔτι κακὸν παθεῖν

    连词 ὡς 连同不定式 παθεῖν 及潜能小辞 ἄν 构成表示潜在结果或说明内容的结构,相当于潜能虚拟/希求式的间接引述,具体阐明前文 ἐν τῷ ἀσφαλεῖ(“处于安稳之境”)所蕴含的意义(“以致我不可能再遭受任何祸患”)。

  4. 8.7.28μέμνησθέ μου τελευταῖον

    动词 μέμνημαι 支配人称属格 μου(记念我),同时以宾格表示所记之事(句首的 τοῦτο),中性形容词 τελευταῖον 作与 τοῦτο 一致的表语性修饰语,意为“将此事作为我最后的叮嘱而记念”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:8.7.19-8.7.28