- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:8.7.10-8.7.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
居鲁士依照尊崇年长者的传统将王位传给冈比西斯,将诸省总督之位赐予次子塔那奥克萨雷斯,叮嘱兄弟二人当互信和睦,并以灵魂的不灭告诫他们务须彼此尊崇。
ἐπαιδεύθην δὲ καὶ αὐτὸς οὕτως ὑπὸ τῆσδε τῆς ἐμῆς τε καὶ ὑμετέρας πατρίδος, τοῖς πρεσβυτέροις οὐ μόνον ἀδελφοῖς ἀλλὰ καὶ πολίταις καὶ ὁδῶν καὶ θάκων καὶ λόγων ὑπείκειν, καὶ ὑμᾶς δέ, ὦ παῖδες, οὕτως ἐξ ἀρχῆς ἐπαίδευον, τοὺς μὲν γεραιτέρους προτιμᾶν, τῶν δὲ νεωτέρων προτετιμῆσθαι·1 ὡς οὖν παλαιὰ καὶ εἰθισμένα καὶ ἔννομα λέγοντος ἐμοῦ οὕτως ἀποδέχεσθε.
我自己亦是由我和你们的这一祖国如此抚育的,即不仅对兄长,亦对市民中的年长者,在让路、让座和让言上皆当谦让;我的儿郎们,我从一开始便如此教导你们,应当尊崇长者,亦当受到年幼者的尊崇。因此,既然我所言皆为古制、通规与律例,你们便当以此遵从。
καὶ σὺ μέν, ὦ Καμβύση, τὴν βασιλείαν ἔχε, θεῶν τε διδόντων καὶ ἐμοῦ ὅσον ἐν ἐμοί· σοὶ δʼ, ὦ Ταναοξάρη, σατράπην εἶναι δίδωμι Μήδων τε καὶ Ἀρμενίων καὶ τρίτων Καδουσίων· ταῦτα δέ σοι διδοὺς νομίζω ἀρχὴν μὲν μείζω καὶ τοὔνομα τῆς βασιλείας τῷ πρεσβυτέρῳ καταλιπεῖν, εὐδαιμονίαν δὲ σοὶ ἀλυποτέραν.
你,冈比西斯,当执掌王位,此乃诸神所赐,亦是在我所能为之范围内由我所赐;至于你,塔那奥克萨雷斯,我命你担任米底人、亚美尼亚人以及第三部卡杜西人的总督。将这些赐予你,我认为自己是将更大的统辖权和国王的称号留给了长子,而将更为少忧的福乐留给了你。
ὁποίας μὲν γὰρ ἀνθρωπίνης εὐφροσύνης ἐνδεὴς ἔσῃ οὐχ ὁρῶ· ἀλλὰ πάντα σοι τὰ δοκοῦντα ἀνθρώπους εὐφραίνειν παρέσται. τὸ δὲ δυσκαταπρακτοτέρων τε ἐρᾶν καὶ τὸ πολλὰ μεριμνᾶν καὶ τὸ μὴ δύνασθαι ἡσυχίαν ἔχειν κεντριζόμενον ὑπὸ τῆς πρὸς τἀμὰ ἔργα φιλονικίας καὶ τὸ ἐπιβουλεύειν καὶ τὸ ἐπιβουλεύεσθαι, ταῦτα τῷ βασιλεύοντι ἀνάγκη σοῦ μᾶλλον συμπαρομαρτεῖν,2 ἃ σάφʼ ἴσθι τοῦ εὐφραίνεσθαι πολλὰς ἀσχολίας παρέχει.
因为我看不出你将缺少哪一种凡人的欢悦;相反,凡被视为能使人愉悦之事,皆将归你所有。然而热望难以成就之事、劳神忧虑繁多、因受与我的功业争胜之心的刺激而不得安宁、图谋他人以及遭他人图谋——这一切必然伴随着为王之人而非你;你当深知,这些事物为享乐带来诸多妨碍。
οἶσθα μὲν οὖν καὶ σύ, ὦ Καμβύση, ὅτι οὐ τόδε τὸ χρυσοῦν σκῆπτρον τὸ τὴν βασιλείαν διασῷζόν ἐστιν, ἀλλʼ οἱ πιστοὶ φίλοι σκῆπτρον βασιλεῦσιν ἀληθέστατον καὶ ἀσφαλέστατον. πιστοὺς δὲ μὴ νόμιζε φύσει φύεσθαι ἀνθρώπους· πᾶσι γὰρ ἂν οἱ αὐτοὶ πιστοὶ φαίνοιντο, ὥσπερ καὶ τἆλλα τὰ πεφυκότα πᾶσι τὰ αὐτὰ φαίνεται· ἀλλὰ τοὺς πιστοὺς τίθεσθαι δεῖ ἕκαστον ἑαυτῷ· ἡ δὲ κτῆσις αὐτῶν ἔστιν οὐδαμῶς σὺν τῇ βίᾳ, ἀλλὰ μᾶλλον σὺν τῇ εὐεργεσίᾳ.
冈比西斯,你自己亦深知,并非这柄金权杖在维系王位,而是忠诚的友人才是君王最真切、最安稳的权杖。然而切勿以为人是天生忠诚的;若是如此,对所有人而言相同的人都会显得忠诚,正如其他依自然而生的事物对所有人显现为相同一般;相反,每个人必须为自己树立忠诚之友。而获取他们绝非凭借强力,而是更有赖于施恩。
εἰ οὖν καὶ ἄλλους τινὰς πειράσῃ συμφύλακας τῆς βασιλείας ποιεῖσθαι μηδαμόθεν πρότερον ἄρχου ἢ ἀπὸ τοῦ ὁμόθεν γενομένου. καὶ πολῖταί τοι ἄνθρωποι ἀλλοδαπῶν οἰκειότεροι καὶ σύσσιτοι ἀποσκήνων· οἱ δὲ ἀπὸ τοῦ αὐτοῦ σπέρματος φύντες καὶ ὑπὸ τῆς αὐτῆς μητρὸς τραφέντες καὶ ἐν τῇ αὐτῇ οἰκίᾳ αὐξηθέντες καὶ ὑπὸ τῶν αὐτῶν γονέων ἀγαπώμενοι καὶ τὴν αὐτὴν μητέρα καὶ τὸν αὐτὸν πατέρα προσαγορεύοντες, πῶς οὐ πάντων οὗτοι οἰκειότατοι;
因此,你若试图使其他任何人成为王位的共同守护者,切莫从任何别处着手,而当首先从同胞骨肉着手。市民之人固然比异邦人亲近,同席进餐之人固然比散居者亲近;然而源于同一种子、由同一母亲抚育、在同一居室成长、受同一父母怜爱、称呼同一母亲与父亲之人,怎能不是一切人中最亲近的呢?
μὴ οὖν ἃ οἱ θεοὶ ὑφήγηνται ἀγαθὰ εἰς οἰκειότητα ἀδελφοῖς μάταιά ποτε ποιήσητε, ἀλλʼ ἐπὶ ταῦτα εὐθὺς οἰκοδομεῖτε ἄλλα φιλικὰ ἔργα· καὶ οὕτως ἀεὶ ἀνυπέρβλητος ἄλλοις ἔσται ἡ ὑμετέρα φιλία. ἑαυτοῦ τοι κήδεται ὁ προνοῶν ἀδελφοῦ· τίνι γὰρ ἄλλῳ ἀδελφὸς μέγας ὢν οὕτω καλὸν ὡς ἀδελφῷ; τίς δʼ ἄλλος τιμήσεται διʼ ἄνδρα μέγα δυνάμενον οὕτως ὡς ἀδελφός; τίνα δὲ φοβήσεταί τις ἀδικεῖν ἀδελφοῦ μεγάλου ὄντος οὕτως ὡς τὸν ἀδελφόν;
因此,切莫将诸神指引用于弟兄亲睦的美好禀赋化为乌有,而当在此之上随即建立起其他友善的作为;如此,你们的友爱对他人而言将永远不可逾越。顾念兄弟之人实则是在眷顾自己;因对于哪一个旁人而言,兄弟的显赫能像对兄弟本人那样成为崇高的光荣?又有哪一个旁人会因一个大权在握之人而能像兄弟那样受到尊荣?当兄弟显赫之时,人们畏惧侵犯何人能甚于畏惧侵犯其兄弟?
μήτε οὖν θᾶττον μηδεὶς σοῦ τούτῳ ὑπακουέτω μήτε προθυμότερον παρέστω· οὐδενὶ γὰρ οἰκειότερα τὰ τούτου οὔτε ἀγαθὰ οὔτε δεινὰ ἢ σοί. ἐννόει δὲ καὶ τάδε· τίνι χαρισάμενος ἐλπίσαις ἂν μειζόνων τυχεῖν ἢ τούτῳ; τίνι δʼ ἂν βοηθήσας ἰσχυρότερον σύμμαχον ἀντιλάβοις; τίνα δʼ αἴσχιον μὴ φιλεῖν ἢ τὸν ἀδελφόν; τίνα δὲ ἁπάντων κάλλιον προτιμᾶν ἢ τὸν ἀδελφόν; μόνου τοι, ὦ Καμβύση, πρωτεύοντος ἀδελφοῦ παρʼ ἀδελφῷ οὐδὲ φθόνος παρὰ τῶν ἄλλων ἐφικνεῖται.
因此,绝不可有人比你更快地顺从于他,亦不可有人比你更为热切地支持他;因为无论他的福祉还是危难,与任何人的切身关系皆不如与你密切。你亦当思忖此点:取悦于何人能比取悦于他有望获得更大的回报?援助何人能换来更为强固的同盟?不爱何人能比不爱自己的兄弟更显可耻?在一切人中优先尊崇何人能比尊崇兄弟更为高尚?冈比西斯,唯有当兄弟在兄弟身旁居于首位时,连旁人的嫉妒亦无法触及。
ἀλλὰ πρὸς θεῶν πατρῴων, ὦ παῖδες, τιμᾶτε ἀλλήλους, εἴ τι καὶ τοῦ ἐμοὶ χαρίζεσθαι μέλει ὑμῖν· οὐ γὰρ δήπου τοῦτό γε σαφῶς δοκεῖτε εἰδέναι ὡς οὐδὲν ἔτι ἐγὼ ἔσομαι, ἐπειδὰν τοῦ ἀνθρωπίνου βίου τελευτήσω· οὐδὲ γὰρ νῦν τοι τήν γʼ ἐμὴν ψυχὴν ἑωρᾶτε, ἀλλʼ οἷς διεπράττετο, τούτοις αὐτὴν ὡς οὖσαν κατεφωρᾶτε.
看在祖神的分上,我的儿郎们,你们若还稍稍挂念使我心悦之事,便当彼此尊崇。因为你们断不至于自以为确切知晓,当我终结尘世生命之后我便将化为乌有;因为即便在现今,你们亦未曾见过我的灵魂,而只是从它所成就的作为中察知它的存在。
τὰς δὲ τῶν ἄδικα παθόντων ψυχὰς οὔπω κατενοήσατε οἵους μὲν φόβους τοῖς μιαιφόνοις ἐμβάλλουσιν, οἵους δὲ παλαμναίους τοῖς ἀνοσίοις ἐπιπέμπουσι; τοῖς δὲ φθιμένοις τὰς τιμὰς διαμένειν ἔτι ἂν δοκεῖτε, εἰ μηδενὸς αὐτῶν αἱ ψυχαὶ κύριαι ἦσαν;3
那些遭受不白之冤者的灵魂,给凶手投下何等的恐惧,给不义之人降下何等复仇的神罚,难道你们至今仍未省察吗?若他们的灵魂对任何事皆无能为力,你们以为死者所享的尊荣至今还能存续吗?
- 8.7.10τῶν δὲ νεωτέρων προτετιμῆσθαι
完成时被动态不定式,其逻辑主语为前文的宾格 ὑμᾶς,意为“受到年幼者的尊崇”或“比年幼者更享尊崇”。属格 τῶν νεωτέρων 既可视为由动词前缀 πρό- 所支配的比较属格,亦可视为承担施事者(相当于 ὑπό 加属格)功能的属格。
- 8.7.12τὸ δὲ δυσκαταπρακτοτέρων τε ἐρᾶν καὶ τὸ πολλὰ μεριμνᾶν καὶ τὸ μὴ δύνασθαι ἡσυχίαν ἔχειν κεντριζόμενον ὑπὸ τῆς πρὸς τἀμὰ ἔργα φιλονικίας καὶ τὸ ἐπιβουλεύειν καὶ τὸ ἐπιβουλεύεσθαι, ταῦτα τῷ βασιλεύοντι ἀνάγκη σοῦ μᾶλλον συμπαρομαρτεῖν
带冠词的不定式(τὸ ἐρᾶν, τὸ μεριμνᾶν, τὸ μὴ δύνασθαι, τὸ ἐπιβουλεύειν, τὸ ἐπιβουλεύεσθαι)并列出现,随后由指示代词 ταῦτα 进行概括,充当无人称句 ἀνάγκη [ἐστί] 中不定式 συμπαρομαρτεῖν 的语义主语。分词 κεντριζόμενον 为中性单数宾格,在语法上与该不定式短语或泛指的未表达主语相呼应。
- 8.7.18τοῖς δὲ φθιμένοις τὰς τιμὰς διαμένειν ἔτι ἂν δοκεῖτε, εἰ μηδενὸς αὐτῶν αἱ ψυχαὶ κύριαι ἦσαν;
主句从属于与事实相反的虚拟条件句(εἰ ... ἦσαν)。语气小词 ἄν 虽与人称动词 δοκεῖτε 相连,但在语义和句法上归属于不定式 διαμένειν,相当于直接引语中的 διέμενον ἄν(或潜势的 διαμένοιεν ἄν)被纳入 δοκέω 的人称构式中,全句意为“倘若死者的灵魂不掌握任何权力,你们以为对亡者的尊荣还会继续存续吗?”
