- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:8.7.1-8.7.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
年事已高的居鲁士返回波斯后获神梦示警寿数将尽,向诸神献祭感恩,卧病之际召集诸子与波斯权贵,回顾自己圆满的一生并着手交代王位继承事宜。
οὕτω δὲ τοῦ αἰῶνος προκεχωρηκότος, μάλα δὴ πρεσβύτης ὢν ὁ Κῦρος ἀφικνεῖται εἰς Πέρσας τὸ ἕβδομον ἐπὶ τῆς αὑτοῦ ἀρχῆς. καὶ ὁ μὲν πατὴρ καὶ ἡ μήτηρ πάλαι δὴ ὥσπερ εἰκὸς ἐτετελευτήκεσαν αὐτῷ· ὁ δὲ Κῦρος ἔθυσε τὰ νομιζόμενα ἱερὰ καὶ τοῦ χοροῦ ἡγήσατο Πέρσαις κατὰ τὰ πάτρια καὶ τὰ δῶρα πᾶσι διέδωκεν ὥσπερ εἰώθει.
岁月如此推移,居鲁士已届高龄,在他统治期间第七次返回波斯本土。其父母早已按照常理谢世;居鲁士依照祖制献上惯例的祭品,依照祖先的传统为波斯人领舞,并如往常一样向所有人分发了礼物。
κοιμηθεὶς δʼ ἐν τῷ βασιλείῳ ὄναρ εἶδε τοιόνδε. ἔδοξεν αὐτῷ προσελθὼν κρείττων τις ἢ κατὰ ἄνθρωπον1 εἰπεῖν· συσκευάζου, ὦ Κῦρε· ἤδη γὰρ εἰς θεοὺς ἄπει. τοῦτο δὲ ἰδὼν τὸ ὄναρ ἐξηγέρθη καὶ σχεδὸν ἐδόκει εἰδέναι ὅτι τοῦ βίου ἡ τελευτὴ παρείη.
他在王宫寝宿时,见到了这样的异梦:似乎有一个超越凡人之躯的神异人物走到他身旁说道:“收拾行装罢,居鲁士;因你即将归于诸神。”他见到此梦后便醒来,几乎确信自己生命的终局已然临近。
εὐθὺς οὖν λαβὼν ἱερεῖα ἔθυε Διί τε πατρῴῳ καὶ Ἡλίῳ καὶ τοῖς ἄλλοις θεοῖς ἐπὶ τῶν ἄκρων, ὡς Πέρσαι θύουσιν, ὧδʼ ἐπευχόμενος· Ζεῦ πατρῷε καὶ Ἥλιε καὶ πάντες θεοί, δέχεσθε τάδε καὶ τελεστήρια πολλῶν καὶ καλῶν πράξεων καὶ χαριστήρια ὅτι ἐσημαίνετέ μοι καὶ ἐν ἱεροῖς καὶ ἐν οὐρανίοις σημείοις καὶ ἐν οἰωνοῖς καὶ ἐν φήμαις ἅ τʼ ἐχρῆν ποιεῖν καὶ ἃ οὐκ ἐχρῆν. πολλὴ δʼ ὑμῖν χάρις ὅτι κἀγὼ ἐγίγνωσκον τὴν ὑμετέραν ἐπιμέλειαν καὶ οὐδεπώποτε ἐπὶ ταῖς εὐτυχίαις ὑπὲρ ἄνθρωπον ἐφρόνησα. αἰτοῦμαι δʼ ὑμᾶς δοῦναι καὶ νῦν παισὶ μὲν καὶ γυναικὶ καὶ φίλοις καὶ πατρίδι εὐδαιμονίαν, ἐμοὶ δὲ οἷόνπερ αἰῶνα δεδώκατε, τοιαύτην καὶ τελευτὴν δοῦναι.
于是他立即备办牺牲,按照波斯人的祭祀习俗,在山巅向祖神宙斯、太阳神赫利俄斯以及其他诸神献祭,并如此祈祷:“祖神宙斯、赫利俄斯以及诸神,请悦纳这些祭品,既作为许多辉煌功业圆满成就的记念,亦作为感恩的献礼,因为你们曾在牺牲、天象、鸟占与神谕中,屡屡向我明示我所当行与不当行之事。我亦深深感谢你们,因我常能体认你们的庇佑,且在身逢顺境之际从未萌生非分的狂妄之念。如今我亦祈求你们将福乐赐予我的子嗣、妻子、友人与祖国,并赐予我一个与你们所赐予我的生涯相称的善终。”
ὁ μὲν δὴ τοιαῦτα ποιήσας καὶ οἴκαδε ἐλθὼν ἔδοξεν ἡδέως ἀναπαύσεσθαι καὶ κατεκλίνη. ἐπεὶ δὲ ὥρα ἦν, οἱ τεταγμένοι προσιόντες λούσασθαι αὐτὸν ἐκέλευον. ὁ δʼ ἔλεγεν ὅτι ἡδέως ἀναπαύοιτο. οἱ δʼ αὖ τεταγμένοι, ἐπεὶ ὥρα ἦν, δεῖπνον παρετίθεσαν· τῷ δὲ ἡ ψυχὴ σῖτον μὲν οὐ προσίετο, διψῆν δʼ ἐδόκει, καὶ ἔπιεν ἡδέως.
他在举行这些仪式并返回住处后,感到愿意舒适地安歇,便躺卧下来。及至规定的时刻,侍从们前来请他沐浴,他答道自己正安适地歇息。到了用餐时分,侍从们又奉上晚膳;然而他的肠胃不能进食,似乎只觉口渴,便欣然饮了水。
ὡς δὲ καὶ τῇ ὑστεραίᾳ συνέβαινεν αὐτῷ ταὐτὰ καὶ τῇ τρίτῃ, ἐκάλεσε τοὺς παῖδας· οἱ δʼ ἔτυχον συνηκολουθηκότες αὐτῷ καὶ ὄντες ἐν Πέρσαις· ἐκάλεσε δὲ καὶ τοὺς φίλους καὶ τὰς Περσῶν ἀρχάς· παρόντων δὲ πάντων ἤρχετο τοιοῦδε λόγου. παῖδες ἐμοὶ καὶ πάντες οἱ παρόντες φίλοι, ἐμοὶ μὲν τοῦ βίου τὸ τέλος ἤδη πάρεστιν· ἐκ πολλῶν τοῦτο σαφῶς γιγνώσκω· ὑμᾶς δὲ χρή, ὅταν τελευτήσω, ὡς περὶ εὐδαίμονος ἐμοῦ καὶ λέγειν καὶ ποιεῖν πάντα. ἐγὼ γὰρ παῖς τε ὢν τὰ ἐν παισὶ νομιζόμενα καλὰ δοκῶ κεκαρπῶσθαι, ἐπεί τε ἥβησα, τὰ ἐν νεανίσκοις, τέλειός τε ἀνὴρ γενόμενος τὰ ἐν ἀνδράσι· σὺν τῷ χρόνῳ τε προϊόντι ἀεὶ συναυξανομένην ἐπιγιγνώσκειν ἐδόκουν καὶ τὴν ἐμὴν δύναμιν, ὥστε καὶ τοὐμὸν γῆρας οὐδεπώποτε ᾐσθόμην τῆς ἐμῆς νεότητος ἀσθενέστερον γιγνόμενον, καὶ οὔτʼ ἐπιχειρήσας οὔτʼ ἐπιθυμήσας οἶδα ὅτου ἠτύχησα.2
翌日乃至第三日情况依然如此,他便召集了诸子——他们恰好随同他前来并身在波斯本土——又召集了友人和波斯的长官们。待众人到齐,他便发表了如下讲话: “我的儿郎们,以及在座的诸位友人,于我而言生命的终局已然在眼前;我从诸多迹象中深知此点。在我离世之后,你们应当凡事都像谈论和对待一个享尽福乐之人那样来对待关于我的一切。因为我自幼便深感享受了被视为孩童应有的一切美好事物,待到青年便享有了青年的一切,及至壮年又享有了成年人的一切。随着岁月流逝,我似乎体会到自身的力量亦始终随之与日俱增,以至于我从未觉得自己的暮年比青年时有任何衰竭,凡是我所图谋或希冀之事,我也未尝知晓有哪一件遭遇了失败。
καὶ τοὺς μὲν φίλους ἐπεῖδον διʼ ἐμοῦ εὐδαίμονας γενομένους, τοὺς δὲ πολεμίους ὑπʼ ἐμοῦ δουλωθέντας· καὶ τὴν πατρίδα πρόσθεν ἰδιωτεύουσαν ἐν τῇ Ἀσίᾳ νῦν προτετιμημένην καταλείπω·3 ὧν τʼ ἐκτησάμην οὐδὲν ὅ τι οὐ διεσωσάμην. καὶ τὸν μὲν παρελθόντα χρόνον ἔπραττον οὕτως ὥσπερ ηὐχόμην· φόβος δέ μοι συμπαρομαρτῶν μή τι ἐν τῷ ἐπιόντι χρόνῳ ἢ ἴδοιμι ἢ ἀκούσαιμι ἢ πάθοιμι χαλεπόν, οὐκ εἴα τελέως με μέγα φρονεῖν οὐδʼ εὐφραίνεσθαι ἐκπεπταμένως.
我亲眼得见友人因我而亨通富足,仇敌因我而受役属;而往昔在亚细亚不过处于寻常地位的祖国,如今我在离去之际使其居于至高尊位。凡我所获取的一切,无一未能守全。在过往的岁月中,我一切皆如所愿地成全;然而一种始终相伴的隐忧——唯恐在未来的岁月里可能目睹、听闻或遭受某种厄难——使我不致陷入彻底的狂傲,亦不容我放纵地欢愉。
νῦν δʼ ἢν τελευτήσω, καταλείπω μὲν ὑμᾶς, ὦ παῖδες, ζῶντας οὕσπερ ἔδοσάν μοι οἱ θεοὶ γενέσθαι· καταλείπω δὲ πατρίδα καὶ φίλους εὐδαιμονοῦντας·
如今我即便离世,也留下了你们这些活着的儿子,即诸神赐予我降生的骨肉;我亦留下了欣欣向荣的祖国与诸位友人。
ὥστε πῶς οὐκ ἂν ἐγὼ δικαίως μακαριζόμενος τὸν ἀεὶ χρόνον μνήμης τυγχάνοιμι; δεῖ δὲ καὶ τὴν βασιλείαν με ἤδη σαφηνίσαντα καταλιπεῖν, ὡς ἂν μὴ ἀμφίλογος γενομένη πράγματα ὑμῖν παράσχῃ. ἐγὼ δʼ οὖν φιλῶ μὲν ἀμφοτέρους ὑμᾶς ὁμοίως, ὦ παῖδες· τὸ δὲ προβουλεύειν καὶ τὸ ἡγεῖσθαι ἐφʼ ὅ τι ἂν καιρὸς δοκῇ εἶναι, τοῦτο προστάττω τῷ προτέρῳ γενομένῳ καὶ πλειόνων κατὰ τὸ εἰκὸς ἐμπείρῳ.
既然如此,我怎能不受正当的祝福而享永世的垂念呢?然而我必须在生前就将王位明确交付,以免日后因争端而给你们增添烦扰。儿郎们,我对你们二人的关爱本是均等的;但先行决断之权,以及在凡遇适宜时机之事上领军统御之责,我皆指派给年长之子,因其理所当然阅历更为丰厚。”
- 8.7.2κρείττων τις ἢ κατὰ ἄνθρωπον
比较级 κρείττων 后接连词 ἤ 与介词短语 κατὰ ἄνθρωπον(字面义为“按照人的尺度”),构成表示“超越/不相称”的固定句式,意即“超越凡人者”或“神异的存在”。
- 8.7.6οὔτʼ ἐπιχειρήσας οὔτʼ ἐπιθυμήσας οἶδα ὅτου ἠτύχησα
动词 ἠτύχησα(源自 ἀτυχέω,“未达成、失败、落空”)支配属格宾语 ὅτου(关系代词 ὅστις 的中性单数属格)。并列的分词 οὔτʼ ἐπιχειρήσας οὔτʼ ἐπιθυμήσας 用作修饰动词的状语分词(“凡是我所图谋或希冀之事”)。
- 8.7.7πρόσθεν ἰδιωτεύουσαν ἐν τῇ Ἀσίᾳ νῦν προτετιμημένην καταλείπω
两个分词 ἰδιωτεύουσαν 与 προτετιμημένην 皆作 καταλείπω 的直接宾语 τὴν πατρίδα 的补足语。政治语境下的 ἰδιωτεύω 指“处于寻常私民地位、不具霸权统治权”,与后文的 νῦν προτετιμημένην(“如今享有最高尊荣”)形成鲜明对照。
