← 色诺芬

居鲁士的教育

§8.6.13-8.6.23

驿传与巡察制度的确立及帝国的扩张

居鲁士勉励诸总督以身作则,并通过设立定期巡视制度与驿传网络确立了帝国的管理体制。次年,他集结大军征服了叙利亚以南直至埃及的广大疆土,并在各都城之间随季节移驾执政,赢得了臣民的归附。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.6.13

βουλοίμην δʼ ἂν ὑμᾶς καὶ τοῦτο κατανοῆσαι ὅτι τούτων ὧν νῦν ὑμῖν παρακελεύομαι οὐδὲν τοῖς δούλοις προστάττω· ἃ δʼ ὑμᾶς φημι χρῆναι ποιεῖν, ταῦτα καὶ αὐτὸς πειρῶμαι πάντα πράττειν. ὥσπερ δʼ ἐγὼ ὑμᾶς κελεύω ἐμὲ μιμεῖσθαι, οὕτω καὶ ὑμεῖς τοὺς ὑφʼ ὑμῶν ἀρχὰς ἔχοντας μιμεῖσθαι ὑμᾶς διδάσκετε.

我也希望你们明了这一点:我现在嘱咐你们的这些事,没有一件是强加给奴隶的;而凡是我说你们应当做的事,我自己也无不竭力躬行。正如我要求你们效仿我一样,你们也要教导在你们属下任职之人效仿你们。”

§8.6.14

ταῦτα δὲ Κύρου οὕτω τότε τάξαντος ἔτι καὶ νῦν τῷ αὐτῷ τρόπῳ πᾶσαι μὲν αἱ ὑπὸ βασιλεῖ φυλακαὶ ὁμοίως φυλάττονται, πᾶσαι δὲ αἱ τῶν ἀρχόντων θύραι ὁμοίως θεραπεύονται, πάντες δὲ οἱ οἶκοι καὶ μεγάλοι καὶ μικροὶ ὁμοίως οἰκοῦνται, πᾶσι δὲ οἱ ἄριστοι τῶν παρόντων ἕδραις προτετίμηνται, πᾶσαι δὲ αἱ πορεῖαι συντεταγμέναι κατὰ τὸν αὐτὸν τρόπον εἰσί, πᾶσαι δὲ συγκεφαλαιοῦνται πολιτικαὶ πράξεις εἰς ὀλίγους ἐπιστάτας.

当时居鲁士如此规定之后,直到如今依然依循同样的体制:波斯王统治下的一切卫戍部队皆同样防守,一切长官的宫门皆同样有人伺候,一切无论大小的府邸皆同样治理,在一切人那里,在场最优秀的人享有上席之尊,一切行军皆以同样的方式组织,一切民政事务皆汇总归于少数督察官。

§8.6.15

ταῦτα εἰπὼν ὡς χρὴ ποιεῖν ἑκάστους καὶ δύναμιν ἑκάστῳ προσθεὶς ἐξέπεμπε, καὶ προεῖπεν ἅπασι παρασκευάζεσθαι ὡς εἰς νέωτα στρατείας ἐσομένης καὶ ἀποδείξεως ἀνδρῶν καὶ ὅπλων καὶ ἵππων καὶ ἁρμάτων.

居鲁士向每人交代了应尽之责,并为每人配备了军队之后,便派遣他们赴任;他预先通告所有人作好准备,声明次年将进行出征,并检阅士兵、武器、马匹和战车。

§8.6.16

κατενοήσαμεν δὲ καὶ τοῦτο ὅτι Κύρου κατάρξαντος, ὥς φασι, καὶ νῦν ἔτι διαμένει· ἐφοδεύει γὰρ ἀνὴρ κατʼ ἐνιαυτὸν ἀεὶ στράτευμα ἔχων, ὡς ἢν μέν τις τῶν σατραπῶν ἐπικουρίας δέηται, ἐπικουρῇ, ἢν δέ τις ὑβρίζῃ, σωφρονίζῃ, ἢν δέ τις ἢ δασμῶν φορᾶς ἀμελῇ ἢ τῶν ἐνοίκων φυλακῆς ἢ ὅπως ἡ χώρα ἐνεργὸς ᾖ ἢ ἄλλο τι τῶν τεταγμένων παραλίπῃ, ταῦτα πάντα κατευτρεπίζῃ· ἢν δὲ μὴ δύνηται, βασιλεῖ ἀπαγγέλλῃ· ὁ δὲ ἀκούων βουλεύεται περὶ τοῦ ἀτακτοῦντος. καὶ οἱ πολλάκις λεγόμενοι ὅτι βασιλέως υἱὸς καταβαίνει,1 βασιλέως ἀδελφός, βασιλέως ὀφθαλμός, καὶ ἐνίοτε οὐκ ἐκφαινόμενοι, οὗτοι τῶν ἐφόδων εἰσίν· ἀποτρέπεται γὰρ ἕκαστος αὐτῶν ὁπόθεν ἂν βασιλεὺς κελεύῃ.

我们还知晓了另一项制度,据说是自居鲁士开创以来延存至今的:每年常有一人率领军队巡视各地,以便在某位总督需要援军时予以援助;若有人跋扈放肆,则令其收敛自律;若有人玩忽职守,怠于催缴贡赋、保卫属民、使土地开垦获益,或荒废了其他任何规定事项,巡视官便整肃这一切;若是自己力不能及,便向波斯王禀报;波斯王闻讯后,便商讨如何惩处不守规矩之人。而人们常传言“王的儿子亲临”、“王的兄弟”或“王之眼”降临,有时甚至并未公开露面之人,皆属于这类巡视者;因为他们每一个人都是在波斯王指定之处便折返。

§8.6.17

κατεμάθομεν δὲ αὐτοῦ καὶ ἄλλο μηχάνημα πρὸς τὸ μέγεθος τῆς ἀρχῆς, ἐξ οὗ ταχέως ᾐσθάνετο καὶ τὰ πάμπολυ ἀπέχοντα ὅπως ἔχοι. σκεψάμενος γὰρ πόσην ἂν ὁδὸν ἵππος καθανύτοι τῆς ἡμέρας ἐλαυνόμενος ὥστε διαρκεῖν,2 ἐποιήσατο ἱππῶνας τοσοῦτον διαλείποντας καὶ ἵππους ἐν αὐτοῖς κατέστησε καὶ τοὺς ἐπιμελομένους τούτων, καὶ ἄνδρα ἐφʼ ἑκάστῳ τῶν τόπων ἔταξε τὸν ἐπιτήδειον παραδέχεσθαι τὰ φερόμενα γράμματα καὶ παραδιδόναι καὶ παραλαμβάνειν τοὺς ἀπειρηκότας ἵππους καὶ ἀνθρώπους καὶ ἄλλους πέμπειν νεαλεῖς·

我们还了解到他针对庞大帝国所开创的另一套设施,借助此举,他能迅速获知极边远之地的虚实。他推算出一匹马在保持耐力奔跑的情况下每日可行多少路程,便依此间距设立驿站,在站内备置马匹和饲养人员,并在每一站点委派适当之人接收送达的书信并向下传递,接纳疲敝的马匹与信使,另行派出充沛的人马。

§8.6.18

ἔστι δʼ ὅτε οὐδὲ τὰς νύκτας φασὶν ἵστασθαι ταύτην τὴν πορείαν, ἀλλὰ τῷ ἡμερινῷ ἀγγέλῳ τὸν νυκτερινὸν διαδέχεσθαι. τούτων δὲ οὕτω γιγνομένων φασί τινες θᾶττον τῶν γεράνων ταύτην τὴν πορείαν ἁνύτειν· εἰ δὲ τοῦτο ψεύδονται, ἀλλʼ ὅτι γε τῶν ἀνθρωπίνων πεζῇ πορειῶν αὕτη ταχίστη, τοῦτο εὔδηλον. ἀγαθὸν δὲ ὡς τάχιστα ἕκαστον αἰσθανόμενον ὡς τάχιστα ἐπιμελεῖσθαι.

据说这一驿运有时连夜间也不停歇,由夜间信使接替昼间信使。由于运作如此,有人甚至声称这种传递比仙鹤飞行还要迅捷;即便此说言过其实,但它在人类陆路交通中最快这一事实是显而易见的。而尽快察知每件事并尽快妥善处置,乃是大有裨益的。

§8.6.19

ἐπεὶ δὲ περιῆλθεν ὁ ἐνιαυτός, συνήγειρε στρατιὰν εἰς Βαβυλῶνα, καὶ λέγεται αὐτῷ γενέσθαι εἰς δώδεκα μὲν ἱππέων μυριάδας, εἰς δισχίλια δὲ ἅρματα δρεπανηφόρα, πεζῶν δὲ εἰς μυριάδας ἑξήκοντα.

一年过去后,居鲁士在巴比伦集结了大军;据说在他麾下聚集了约十二万骑兵、约二千辆铁镰战车和约六十万步兵。

§8.6.20

ἐπεὶ δὲ ταῦτα συνεσκεύαστο αὐτῷ, ὥρμα δὴ ταύτην τὴν στρατείαν ἐν ᾗ λέγεται καταστρέψασθαι πάντα τὰ ἔθνη ὅσα Συρίαν ἐκβάντι3 οἰκεῖ μέχρι Ἐρυθρᾶς θαλάττης. μετὰ δὲ ταῦτα ἡ εἰς Αἴγυπτον στρατεία λέγεται γενέσθαι καὶ καταστρέψασθαι Αἴγυπτον.

这些军备齐备之后,他便率军出征;据说在这次征伐中,他征服了从走出叙利亚直至红海之间居住的所有民族。此后据传又进行了征伐埃及的战事,并征服了埃及。

§8.6.21

καὶ ἐκ τούτου τὴν ἀρχὴν ὥριζεν αὐτῷ πρὸς ἕω μὲν ἡ Ἐρυθρὰ θάλαττα, πρὸς ἄρκτον δὲ ὁ Εὔξεινος πόντος, πρὸς ἑσπέραν δὲ Κύπρος καὶ Αἴγυπτος, πρὸς μεσημβρίαν δὲ Αἰθιοπία. τούτων δὲ τὰ πέρατα τὰ μὲν διὰ θάλπος, τὰ δὲ διὰ ψῦχος, τὰ δὲ διὰ ὕδωρ, τὰ δὲ διʼ ἀνυδρίαν δυσοίκητα.

自此,他的帝国疆域东濒红海,北抵欧克辛海(黑海),西临塞浦路斯和埃及,南界埃塞俄比亚。而这些边陲之地,有的因酷热,有的因严寒,有的因水患,有的因缺水,皆极难适宜人居。

§8.6.22

αὐτὸς δʼ ἐν μέσῳ τούτων τὴν δίαιταν ποιησάμενος, τὸν μὲν ἀμφὶ τὸν χειμῶνα χρόνον διῆγεν ἐν Βαβυλῶνι ἑπτὰ μῆνας· αὕτη γὰρ ἀλεεινὴ ἡ χώρα· τὸν δὲ ἀμφὶ τὸ ἔαρ τρεῖς μῆνας ἐν Σούσοις· τὴν δὲ ἀκμὴν τοῦ θέρους δύο μῆνας ἐν Ἐκβατάνοις· οὕτω δὴ ποιοῦντʼ αὐτὸν λέγουσιν ἐν ἐαρινῷ θάλπει καὶ ψύχει διάγειν ἀεί.

居鲁士本人则定居于这些疆土的正中,冬季的七个月在巴比伦度过,因该地气候温暖;春季的三个月在苏萨度过;盛夏的两个月则在埃克巴塔那度过。人们说,他如此起居,便能始终处于如春日般的温凉适宜之中。

§8.6.23

οὕτω δὲ διέκειντο πρὸς αὐτὸν οἱ ἄνθρωποι ὡς πᾶν μὲν ἔθνος μειονεκτεῖν ἐδόκει, εἰ μὴ Κύρῳ πέμψειεν ὅ τι καλὸν αὐτοῖς ἐν τῇ χώρᾳ ἢ φύοιτο ἢ τρέφοιτο ἢ τεχνῷτο, πᾶσα δὲ πόλις ὡσαύτως, πᾶς δὲ ἰδιώτης πλούσιος ἂν ᾤετο γενέσθαι, εἴ τι Κύρῳ χαρίσαιτο· καὶ γὰρ ὁ Κῦρος λαμβάνων παρʼ ἑκάστων ὧν ἀφθονίαν εἶχον οἱ διδόντες ἀντεδίδου ὧν σπανίζοντας αὐτοὺς αἰσθάνοιτο.4

人们对他怀有如此的心意,以至于各民族若未能将本土所产、所养或所造的美好物产奉献给居鲁士,便自以为蒙受了亏损;各城邦亦是如此;而凡是普通平民,也无不认为只要能在某事上取悦居鲁士便能致富。因为居鲁士从各方接受奉献者所丰饶之物的同时,凡察知他们有所匮乏,必以相应的物资予以回赠。

语法注4 条
  1. 8.6.16οἱ πολλάκις λεγόμενοι ὅτι βασιλέως υἱὸς καταβαίνει

    先取结构(prolepsis)与引语的结合:传言的主体被置于主句的分词短语 οἱ πολλάκις λεγόμενοι(“那些屡屡被传言……的人”)中,随后直接连接 ὅτι 引导的言语内容从句(“波斯王之子亲临”)。

  2. 8.6.17ἐλαυνόμενος ὥστε διαρκεῖν

    分词 ἐλαυνόμενος(“被驱驰”)由表示结果的 ὥστε 搭配不定词 διαρκεῖν(“支撑、坚持”)修饰,表示在保持马力不致耗竭的合理限度内。

  3. 8.6.20Συρίαν ἐκβάντι

    表视点或参照的关系与格(dative of perspective)。分词 ἐκβάντι 意为“对于走出叙利亚的人而言”,用以标示地理观察的角度与方位界限。

  4. 8.6.23ὧν ἀφθονίαν εἶχον οἱ διδόντες ἀντεδίδου ὧν σπανίζοντας αὐτοὺς αἰσθάνοιτο

    省略先行词并带内部属格补足语的双重并列结构:前半句为 λαμβάνων παρʼ ἑκάστων [ταῦτα] ὧν ἀφθονίαν εἶχον(“从各人那里接受施予者所充裕的[那些物品]”),后半句为 ἀντεδίδου [ταῦτα] ὧν σπανίζοντας αὐτοὺς αἰσθάνοιτο(“回赠他察觉他们所匮乏的[那些物品]”)。两处先行词 ταῦτα 皆被省略,关系代词 ὧν 受从句内表示“充盈/匮乏”的名词与动词支配而取属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:8.6.13-8.6.23