← 色诺芬

居鲁士的教育

§8.6.1-8.6.12

总督制度的设立与地方治理训令

居鲁士在巴比伦确立了向被征服地区派遣总督(沙特拉普)的制度,并将卫城守军直属王权以形成分权制衡。他任命了各省总督,并训令他们效仿中央宫廷制度与军阵操练以施行统治。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.6.1

ἐπεὶ δʼ ἐν Βαβυλῶνι ἦν, ἐδόκει αὐτῷ σατράπας ἤδη πέμπειν ἐπὶ τὰ κατεστραμμένα ἔθνη. τοὺς μέντοι ἐν ταῖς ἄκραις φρουράρχους καὶ τοὺς χιλιάρχους τῶν κατὰ τὴν χώραν φυλακῶν οὐκ ἄλλου ἢ ἑαυτοῦ ἐβούλετο ἀκούειν· ταῦτα δὲ προεωρᾶτο ἐννοῶν ὅπως εἴ τις τῶν σατραπῶν ὑπὸ πλούτου καὶ πλήθους ἀνθρώπων ἐξυβρίσειε καὶ ἐπιχειρήσειε μὴ πείθεσθαι, εὐθὺς ἀντιπάλους ἔχοι ἐν τῇ χώρᾳ.

居鲁士驻留在巴比伦时,认为派遣总督(沙特拉普)前往各被征服的部族的时机已经成熟。然而,他决意让各卫城的驻军指挥官以及全国各地的驻防千夫长,除他本人之外不听命于任何他人。他做此防备是考虑到:假如有哪一位总督因财富巨万和人丁众多而骄横跋扈,企图抗命不遵,那么在该地区便能立即拥有牵制他的对手。

§8.6.2

ταῦτʼ οὖν βουλόμενος πρᾶξαι ἔγνω συγκαλέσαι πρῶτον τοὺς ἐπικαιρίους καὶ προειπεῖν, ὅπως εἰδεῖεν ἐφʼ οἷς ἴασιν οἱ ἰόντες· ἐνόμιζε γὰρ οὕτω ῥᾷον φέρειν ἂν αὐτούς· ἐπεὶ δὲ κατασταίη τις ἄρχων καὶ αἰσθάνοιτο ταῦτα, χαλεπῶς ἂν ἐδόκουν αὐτῷ φέρειν,1 νομίζοντες διʼ ἑαυτῶν ἀπιστίαν ταῦτα γενέσθαι.

因此,居鲁士出于推行此举的考虑,决定首先召集重要廷臣并向他们预先说明,以便让赴任之人知晓自己是在何种条件下前往的。因为他认为,如此一来他们便能更容易接受这一安排;而若是某人已被委任为长官之后才发觉此事,居鲁士认为他们必会感到难以接受,以为这是出于对自身的不信任所致。

§8.6.3

οὕτω δὴ συλλέξας λέγει αὐτοῖς τοιάδε. ἄνδρες φίλοι, εἰσὶν ἡμῖν ἐν ταῖς κατεστραμμέναις πόλεσι φρουροὶ καὶ φρούραρχοι, οὓς τότε κατελίπομεν· καὶ τούτοις ἐγὼ προστάξας ἀπῆλθον ἄλλο μὲν μηδὲν πολυπραγμονεῖν, τὰ δὲ τείχη διασῴζειν. τούτους μὲν οὖν οὐ παύσω τῆς ἀρχῆς, ἐπεὶ καλῶς διαπεφυλάχασι τὰ προσταχθέντα· ἄλλους δὲ σατράπας πέμψαι μοι δοκεῖ, οἵτινες ἄρξουσι τῶν ἐνοικούντων καὶ τὸν δασμὸν λαμβάνοντες τοῖς τε φρουροῖς δώσουσι μισθὸν καὶ ἄλλο τελοῦσιν ὅ τι ἂν δέῃ.

于是他召集他们,发表了如下讲话:“诸位朋友,在被征服的诸城邦中,我们有当时留下的卫戍部队和守军长官;我离开时曾嘱咐他们不可插手任何闲事,专心守御城垣。因此,既然他们忠实履行了交付的使命,我不会解除他们的职务。然而我认为应当另派他人作为总督前往,由他们治理居民,收取赋税,向守军发放饷银,并支付其他一切必要的开支。

§8.6.4

δοκεῖ δέ μοι καὶ τῶν ἐνθάδε μενόντων ὑμῶν, οἷς ἂν ἐγὼ πράγματα παρέχω πέμπων πράξοντάς τι ἐπὶ ταῦτα τὰ ἔθνη,2 χώρας γενέσθαι καὶ οἴκους ἐκεῖ, ὅπως δασμοφορῆταί τε αὐτοῖς δεῦρο, ὅταν τε ἴωσιν ἐκεῖσε, εἰς οἰκεῖα ἔχωσι κατάγεσθαι.

此外我认为,对于你们这些留驻于此、由我派遣去这些部族中执行某项公务而承担辛劳之人,也应当在当地拥有土地和房产,以便赋税能够运送至此供他们享用,且当他们前往彼处时,亦能有属于自己的居所可以下榻。”

§8.6.5

ταῦτα εἶπε καὶ ἔδωκε πολλοῖς τῶν φίλων κατὰ πάσας τὰς καταστραφείσας πόλεις οἴκους καὶ ὑπηκόους· καὶ νῦν εἰσιν ἔτι τοῖς ἀπογόνοις τῶν τότε λαβόντων αἱ χῶραι καταμένουσαι ἄλλαι ἐν ἄλλῃ γῇ· αὐτοὶ δὲ οἰκοῦσι παρὰ βασιλεῖ.

他说完这些话,便在所有被征服的城邦中将房产与臣民赐予许多友人。直到如今,当年领受这些赏赐者的后裔仍旧在各处异邦保有这些封地,而他们本人则居住在波斯王身边。

§8.6.6

δεῖ δέ, ἔφη, τοὺς ἰόντας σατράπας ἐπὶ ταύτας τὰς χώρας τοιούτους ἡμᾶς σκοπεῖν οἵτινες ὅ τι ἂν ἐν τῇ γῇ ἑκάστῃ καλὸν ἢ ἀγαθὸν ᾖ, μεμνήσονται καὶ δεῦρο ἀποπέμπειν, ὡς μετέχωμεν καὶ οἱ ἐνθάδε ὄντες τῶν πανταχοῦ γιγνομένων ἀγαθῶν· καὶ γὰρ ἤν τί που δεινὸν γίγνηται, ἡμῖν ἔσται ἀμυντέον.

“此外,”他说道,“我们应当留意,选派前往这些封地的总督必须是这样的人:他们能铭记将各地所有美好或优良的产物送往此地,好让我们这些留驻于此的人也能分享各方所出的福祉;因为无论何处发生危难,都必定需要由我们出兵御敌。”

§8.6.7

ταῦτʼ εἰπὼν τότε μὲν ἔπαυσε τὸν λόγον, ἔπειτα δὲ οὓς ἐγίγνωσκε τῶν φίλων ἐπὶ τοῖς εἰρημένοις ἐπιθυμοῦντας ἰέναι, ἐκλεξάμενος αὐτῶν τοὺς δοκοῦντας ἐπιτηδειοτάτους εἶναι ἔπεμπε σατράπας εἰς Ἀραβίαν μὲν Μεγάβυζον, εἰς Καππαδοκίαν δὲ Ἀρταβάταν, εἰς Φρυγίαν δὲ τὴν μεγάλην Ἀρτακάμαν, εἰς Λυδίαν δὲ καὶ Ἰωνίαν Χρυσάνταν, εἰς Καρίαν δὲ Ἀδούσιον, ὅνπερ ᾐτοῦντο, εἰς Φρυγίαν δὲ τὴν παρʼ Ἑλλήσποντον καὶ Αἰολίδα Φαρνοῦχον.

说完这番话,他当时便结束了演讲。此后,他从已知愿意在上述条件下赴任的友人中,选拔出看似最称职的人,派遣为总督:派美伽比佐斯前往阿拉伯,派阿尔塔巴塔斯前往卡帕多细亚,派阿尔塔卡玛斯前往大弗里吉亚,派克律桑塔斯前往吕底亚和爱奥尼亚,派阿杜西奥斯前往卡里亚——这正是当地人所请求的,派法尔努科斯前往赫勒斯滂弗里吉亚及埃奥利斯。

§8.6.8

Κιλικίας δὲ καὶ Κύπρου καὶ Παφλαγόνων οὐκ ἔπεμψε Πέρσας σατράπας, ὅτι ἑκόντες ἐδόκουν συστρατεῦσαι ἐπὶ Βαβυλῶνα· δασμοὺς μέντοι συνέταξεν ἀποφέρειν καὶ τούτους.

至于奇里乞亚、塞浦路斯和帕夫拉戈尼亚,他并未派遣波斯总督,因为他们被视为自愿随军进军巴比伦;但他依然规定这些地区同样必须纳贡。

§8.6.9

ὡς δὲ τότε Κῦρος κατεστήσατο, οὕτως ἔτι καὶ νῦν βασιλέως εἰσὶν αἱ ἐν ταῖς ἄκραις φυλακαὶ καὶ οἱ χιλίαρχοι τῶν φυλακῶν ἐκ βασιλέως εἰσὶ καθεστηκότες καὶ παρὰ βασιλεῖ ἀπογεγραμμένοι.

正如当时居鲁士所确立的那样,直到如今各卫城的守军依然直属于波斯王,守军的千夫长由波斯王直接任命,并登记在国王的名册上。

§8.6.10

προεῖπε δὲ πᾶσι τοῖς ἐκπεμπομένοις σατράπαις, ὅσα αὐτὸν ἑώρων ποιοῦντα, πάντα μιμεῖσθαι·3 πρῶτον μὲν ἱππέας καθιστάναι ἐκ τῶν συνεπισπομένων Περσῶν καὶ συμμάχων καὶ ἁρματηλάτας· ὁπόσοι δʼ ἂν γῆν καὶ ἀρχεῖα λάβωσιν, ἀναγκάζειν τούτους ἐπὶ θύρας ἰέναι καὶ σωφροσύνης ἐπιμελουμένους παρέχειν ἑαυτοὺς τῷ σατράπῃ χρῆσθαι, ἤν τι δέηται· παιδεύειν δὲ καὶ τοὺς γιγνομένους παῖδας ἐπὶ θύραις, ὥσπερ παρʼ αὐτῷ· ἐξάγειν δʼ ἐπὶ τὴν θήραν τὸν σατράπην τοὺς ἀπὸ θυρῶν καὶ ἀσκεῖν αὑτόν τε καὶ τοὺς σὺν αὑτῷ τὰ πολεμικά.

他还向所有派出的总督预先下达指令,要求凡是见他所行之事,都要全盘效仿:首先,要从跟随同行的波斯人及盟友中组建骑兵和战车兵;凡是领受土地和府邸者,必须强制他们前来宫廷晋见,谨守自律,并随时听候总督的差遣调遣;还要在宫廷中教养新生的子弟,正如在他自己身边一样;总督还应当带领出入宫廷的贵族外出狩猎,磨砺自己与侍从人员的战阵之术。

§8.6.11

ὃς δʼ ἂν ἐμοί, ἔφη, κατὰ λόγον τῆς δυνάμεως πλεῖστα μὲν ἅρματα, πλείστους δὲ καὶ ἀρίστους ἱππέας ἀποδεικνύῃ, τοῦτον ἐγὼ ὡς ἀγαθὸν σύμμαχον καὶ ὡς ἀγαθὸν συμφύλακα Πέρσαις τε καὶ ἐμοὶ τῆς ἀρχῆς τιμήσω. ἔστων δὲ παρʼ ὑμῖν καὶ ἕδραις ὥσπερ παρʼ ἐμοὶ οἱ ἄριστοι προτετιμημένοι, καὶ τράπεζα, ὥσπερ ἡ ἐμή, τρέφουσα μὲν πρῶτον τοὺς οἰκέτας, ἔπειτα δὲ καὶ ὡς φίλοις μεταδιδόναι ἱκανῶς κεκοσμημένη καὶ ὡς τὸν καλόν τι ποιοῦντα καθʼ ἡμέραν ἐπιγεραίρειν.

“而且,”他说道,“凡是能根据自身实力向我展示最多战车以及最多且最精锐骑兵之人,我必将尊崇他为良善的盟友,以及为波斯人和我本人共同护卫王权的忠诚守卫者。在你们那里,也当如在我身边一样,让最优秀的人享有优先席位的尊荣;你们的宴席也当如我的席面一般,首先供养家仆,继而丰盛到足以分赐给友人,并每日奖赏有嘉行之人。

§8.6.12

κτᾶσθε δὲ καὶ παραδείσους καὶ θηρία τρέφετε, καὶ μήτε αὐτοί ποτε ἄνευ πόνου σῖτον παραθῆσθε μήτε ἵπποις ἀγυμνάστοις χόρτον ἐμβάλλετε· οὐ γὰρ ἂν δυναίμην ἐγὼ εἷς ὢν ἀνθρωπίνῃ ἀρετῇ τὰ πάντων ὑμῶν ἀγαθὰ διασῴζειν, ἀλλὰ δεῖ ἐμὲ μὲν ἀγαθὸν ὄντα σὺν ἀγαθοῖς τοῖς παρʼ ἐμοῦ ὑμῖν ἐπίκουρον εἶναι, ὑμᾶς δὲ ὁμοίως αὐτοὺς ἀγαθοὺς ὄντας σὺν ἀγαθοῖς τοῖς μεθʼ ὑμῶν ἐμοὶ συμμάχους εἶναι.

你们还当开辟园林(乐园)并饲养野兽,切不可自己未经劳碌便享用膳食,也不可向未受操练的马匹投喂草料;因为我仅凭一人之力与凡人的德能,绝无法保全你们全体的福祉;而是我自己必须成为贤良之人,携身边的贤良之士做你们的援助者,而你们自身也必须同样成为贤良之人,率你们身边的贤良之士做我的盟友。”

语法注3 条
  1. 8.6.2χαλεπῶς ἂν ἐδόκουν αὐτῷ φέρειν

    动词 δοκέω 在此采用了人称构词(personal construction)而非无人称结构(如 ἐδόκει αὐτῷ),其语法主语为前文拟任总督之人(αὐτοί)。潜在小辞 ἄν 并非修饰 ἐδόκουν,而是修饰不定式 φέρειν(相当于间接引语中的潜在愿语气,与前句 ῥᾷον φέρειν ἄν 相对):“在居鲁士看来,他们(若遇此情况)必会难以接受”。

  2. 8.6.4οἷς ἂν ἐγὼ πράγματα παρέχω πέμπων πράξοντάς τι ἐπὶ ταῦτα τὰ ἔθνη

    关系代词 οἷς 是与格,指代先行词 τῶν ἐνθάδε μενόντων ὑμῶν(“你们这些留驻于此的人”)。习语 πράγματα παρέχω 意为“分派差事/事务”。将来分词 πράξοντας 依附于分词 πέμπων,表示目的(“派遣他们去执行某种公务”),其意义上的宾格主语指代被派遣者。

  3. 8.6.10προεῖπε δὲ πᾶσι τοῖς ἐκπεμπομένοις σατράπαις, ὅσα αὐτὸν ἑώρων ποιοῦντα, πάντα μιμεῖσθαι·

    主句动词 προεῖπε(“预先指示”)支配表示间接命令的不定式 μιμεῖσθαι(“效仿”)。此后连续出现的各个不定式(καθιστάναι、ἀναγκάζειν、παιδεύειν、ἐξάγειν、ἀσκεῖν)皆与 μιμεῖσθαι 并列,共同构成了向各位总督颁布的一整套训令的句法骨架。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:8.6.1-8.6.12