← 色诺芬

居鲁士的教育

§8.5.21-8.5.28

波斯盟誓的缔结与居鲁士的婚礼

居鲁士返回波斯后,其父冈比西斯召集波斯长老与官员,确立了居鲁士与波斯臣民相互守卫与依法共存的盟誓;随后居鲁士在征得父母同意后,前往米底亚迎娶了基亚克萨雷斯之女。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.5.21

ἐπεὶ δʼ ἐπὶ τοῖς Περσῶν ὁρίοις ἐγένετο πορευόμενος, τὸ μὲν ἄλλο στράτευμα αὐτοῦ κατέλιπεν, αὐτὸς δὲ σὺν τοῖς φίλοις εἰς τὴν πόλιν ἐπορεύετο, ἱερεῖα μὲν ἄγων ὡς πᾶσι Πέρσαις ἱκανὰ θύειν τε καὶ ἑστιᾶσθαι· δῶρα δʼ ἦγεν οἷα μὲν ἔπρεπε τῷ πατρὶ καὶ τῇ μητρὶ καὶ τοῖς ἄλλοις φίλοις, οἷα δʼ ἔπρεπεν ἀρχαῖς καὶ γεραιτέροις καὶ τοῖς ὁμοτίμοις πᾶσιν· ἔδωκε δὲ καὶ πᾶσι Πέρσαις καὶ Περσίσιν ὅσαπερ καὶ νῦν ἔτι δίδωσιν ὅτανπερ ἀφίκηται βασιλεὺς εἰς Πέρσας.

在行军到达波斯边界时,居鲁士将全军其余部分留驻在那里,自己则与友人们一同前往城中,带着足以供全体波斯人献祭和宴享的祭牲;他还携带着分别适于父亲、母亲以及其他友人的礼物,以及适于各级官员、长老和全体“同等同权者”的礼物。此外,他还赐予所有的波斯男女以丰厚的赏赐,其数额正如现今波斯王每逢抵达波斯本土时所赏赐的一样。

§8.5.22

ἐκ δὲ τούτου συνέλεξε Καμβύσης τοὺς γεραιτέρους Περσῶν καὶ τὰς ἀρχάς, οἵπερ τῶν μεγίστων κύριοί εἰσι· παρεκάλεσε δὲ καὶ Κῦρον, καὶ ἔλεξε τοιάδε. ἄνδρες Πέρσαι καὶ σύ, ὦ Κῦρε, ἐγὼ ἀμφοτέροις ὑμῖν εἰκότως εὔνους εἰμί· ὑμῶν μὲν γὰρ βασιλεύω, σὺ δέ, ὦ Κῦρε, παῖς ἐμὸς εἶ. δίκαιος οὖν εἰμι, ὅσα γιγνώσκειν δοκῶ ἀγαθὰ ἀμφοτέροις, ταῦτα εἰς τὸ μέσον λέγειν.1

此后,冈比西斯召集了掌管最高权柄的波斯长老和长官们;他也请来了居鲁士,并发表了如下讲话:“波斯男子们,还有你,居鲁士,我对你们双方怀有天然的好意;因为我是你们的君王,而你,居鲁士,则是我的儿子。因此,将我认为对双方都有益的一切公开发表于众,乃是我的分内之责。

§8.5.23

τὰ μὲν γὰρ παρελθόντα ὑμεῖς μὲν Κῦρον ηὐξήσατε στράτευμα δόντες καὶ ἄρχοντα τούτου αὐτὸν καταστήσαντες, Κῦρος δὲ ἡγούμενος τούτου σὺν θεοῖς εὐκλεεῖς μὲν ὑμᾶς, ὦ Πέρσαι, ἐν πᾶσιν ἀνθρώποις ἐποίησεν, ἐντίμους δʼ ἐν τῇ Ἀσίᾳ πάσῃ· τῶν δὲ συστρατευσαμένων αὐτῷ τοὺς μὲν ἀρίστους καὶ πεπλούτικε, τοῖς δὲ πολλοῖς μισθὸν καὶ τροφὴν παρεσκεύακεν· ἱππικὸν δὲ καταστήσας Περσῶν πεποίηκε Πέρσαις καὶ πεδίων εἶναι μετουσίαν.

回顾过去,你们借着授予居鲁士军队并立他为统帅而抬高了他,而居鲁士在神明的相助下统领这支军队,使你们波斯人在普天下赢得了显赫的名声,在全亚洲享有了尊荣;在与他一同出征的将士中,他使最优秀者富贵,并为广大士卒提供了军饷与口粮;他还组建了波斯骑兵,使波斯人也能分享平原的丰饶。

§8.5.24

ἢν μὲν οὖν καὶ τὸ λοιπὸν οὕτω γιγνώσκητε, πολλῶν καὶ ἀγαθῶν αἴτιοι ἀλλήλοις ἔσεσθε· εἰ δὲ ἢ σύ, ὦ Κῦρε, ἐπαρθεὶς ταῖς παρούσαις τύχαις ἐπιχειρήσεις καὶ Περσῶν ἄρχειν ἐπὶ πλεονεξίᾳ ὥσπερ τῶν ἄλλων, ἢ ὑμεῖς, ὦ πολῖται, φθονήσαντες τούτῳ τῆς δυνάμεως καταλύειν πειράσεσθε τοῦτον τῆς ἀρχῆς, εὖ ἴστε ὅτι ἐμποδὼν ἀλλήλοις πολλῶν καὶ ἀγαθῶν ἔσεσθε.

因此,如果今后你们依然保持这样的见识,你们将彼此带来无尽的福祉。但若是你,居鲁士,因当下的显赫际遇而自满,企图出于利己之心像统治其他人那样统治波斯人;抑或是你们,公民们,因嫉妒他的权势而试图剥夺他的王权,你们务必明白,你们将彼此阻碍许多美事。

§8.5.25

ὡς οὖν μὴ ταῦτα γίγνηται, ἀλλὰ τἀγαθά, ἐμοὶ δοκεῖ, ἔφη, θύσαντας ὑμᾶς κοινῇ καὶ θεοὺς ἐπιμαρτυραμένους συνθέσθαι, σὲ μέν, ὦ Κῦρε, ἤν τις ἐπιστρατεύηται χώρᾳ Περσίδι ἢ Περσῶν νόμους διασπᾶν πειρᾶται, βοηθήσειν παντὶ σθένει, ὑμᾶς δέ, ὦ Πέρσαι, ἤν τις ἢ ἀρχῆς Κῦρον ἐπιχειρῇ καταπαύειν ἢ ἀφίστασθαί τις τῶν ὑποχειρίων, βοηθήσειν καὶ ὑμῖν αὐτοῖς καὶ Κύρῳ καθʼ ὅ τι ἂν οὗτος ἐπαγγέλλῃ.

因此,为了不致发生这等事,而是让益事得以长存,在我看来,”他说道,“你们应当共同献祭并请诸神作证,立下盟约:你,居鲁士,若有人举兵进犯波斯领土,或企图破坏波斯的法律,你当倾尽全力予以援助;而你们,波斯人,若有人企图颠覆居鲁士的统治,或有臣民背叛,你们当为了自身以及居鲁士,按照他的号令予以协助。

§8.5.26

καὶ ἕως μὲν ἂν ἐγὼ ζῶ, ἐμὴ γίγνεται ἡ ἐν Πέρσαις βασιλεία· ὅταν δʼ ἐγὼ τελευτήσω, δῆλον ὅτι Κύρου, ἐὰν ζῇ. καὶ ὅταν μὲν οὗτος ἀφίκηται εἰς Πέρσας, ὁσίως ἂν ὑμῖν ἔχοι τοῦτον θύειν τὰ ἱερὰ ὑπὲρ ὑμῶν ἅπερ νῦν ἐγὼ θύω· ὅταν δʼ οὗτος ἔκδημος ᾖ, καλῶς ἂν οἶμαι ὑμῖν ἔχειν εἰ ἐκ τοῦ γένους ὃς ἂν δοκῇ ὑμῖν ἄριστος εἶναι, οὗτος τὰ τῶν θεῶν ἀποτελοίη.

只要我还在世,波斯的王位仍旧归我;而当我离世之后,显而易见只要居鲁士在世,王位就属于他。当他来到波斯本土时,由他代表你们向神明献上我现在所献的祭礼,方合虔敬之礼;而当他远在异国时,我认为若是从王族中选出在你们看来最卓越之人来主持敬神之礼,便再好不过了。”

§8.5.27

ταῦτα εἰπόντος Καμβύσου συνέδοξε Κύρῳ τε καὶ τοῖς Περσῶν τέλεσι· καὶ συνθέμενοι ταῦτα τότε καὶ θεοὺς ἐπιμαρτυράμενοι οὕτω καὶ νῦν ἔτι διαμένουσι ποιοῦντες πρὸς ἀλλήλους Πέρσαι τε καὶ βασιλεύς. τούτων δὲ πραχθέντων ἀπῄει ὁ Κῦρος.

冈比西斯言毕,居鲁士与波斯各当权官员皆表赞同。当时立下这些誓约并请诸神为证之后,直到今日,波斯人与国王之间依然遵行着这一契约。办妥这些事情后,居鲁士便启程离去。

§8.5.28

ὡς δʼ ἀπιὼν ἐγένετο ἐν Μήδοις, συνδόξαν τῷ πατρὶ καὶ τῇ μητρὶ2 γαμεῖ τὴν Κυαξάρου θυγατέρα, ἧς ἔτι καὶ νῦν λόγος ὡς παγκάλης γενομένης. γήμας δʼ εὐθὺς ἔχων ἀνεζεύγνυεν.

当他在归途中抵达米底亚时,在征得父亲和母亲的一致同意后,他迎娶了基亚克萨雷斯的女儿;直到如今人们仍旧传说她生得极美。婚事既毕,他随即携妻拔营启程。

语法注2 条
  1. 8.5.22δίκαιος οὖν εἰμι, ὅσα γιγνώσκειν δοκῶ ἀγαθὰ ἀμφοτέροις, ταῦτα εἰς τὸ μέσον λέγειν.

    人称构文,代替了带有宾格不定式的不定人称构文(δίκαιόν ἐστιν ἐμέ...)。在希腊语惯用法中,δίκαιός εἰμι 搭配不定式表示“我有责任/理由做某事”或“我做某事是正当的”。冈比西斯在此明确指出这是自己对双方应尽的恰当职责。

  2. 8.5.28συνδόξαν τῷ πατρὶ καὶ τῇ μητρὶ

    无人称动词(συνδοκέω / συνέδοξε)的中性单数分词构成的绝对宾格结构(accusative absolute),意为“在得到父母同意之后/父母亦表示赞同”。这呼应了前文中(第20节)居鲁士表示必须在征得父母同意后方能成婚的交代。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:8.5.21-8.5.28