← 色诺芬

居鲁士的教育

§8.5.12-8.5.20

整饬军营规纪与允娶基亚克萨雷斯之女

居鲁士详尽落实了营地的夜间戒备、标识联络等整齐的战术与宿营规程;在前往波斯途中他拜会了米底亚的基亚克萨雷斯,互赠重礼,并在征得父母同意的前提下接受了娶其女并继承米底亚的提议。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.5.12

ἐκάθευδον δὲ αὐτῷ ἐν τάξει ὥσπερ οἱ ὁπλῖται, οὕτω δὲ καὶ οἱ πελτασταὶ καὶ οἱ τοξόται, ὅπως καὶ ἐκ νυκτῶν,1 εἰ δέοι τι, ὥσπερ καὶ οἱ ὁπλῖται παρεσκευασμένοι εἰσὶ παίειν τὸν εἰς χεῖρας ἰόντα, οὕτω καὶ οἱ τοξόται καὶ οἱ ἀκοντισταί, εἴ τινες προσίοιεν, ἐξ ἑτοίμου ἀκοντίζοιεν καὶ τοξεύοιεν ὑπὲρ τῶν ὁπλιτῶν.

轻盾兵和弓箭手也同重装步兵一样,在他麾下按阵列就寝,以便即便在夜间,如果有任何需要,正如重装步兵已准备妥当击打前来肉搏之人一样,弓箭手和标枪手若见有人靠近,也能随时越过重装步兵的头顶投枪射箭。

§8.5.13

εἶχον δὲ καὶ σημεῖα πάντες οἱ ἄρχοντες ἐπὶ ταῖς σκηναῖς· οἱ δʼ ὑπηρέται ὥσπερ καὶ ἐν ταῖς πόλεσιν οἱ σώφρονες ἴσασι μὲν καὶ τῶν πλείστων τὰς οἰκήσεις, μάλιστα δὲ τῶν ἐπικαιρίων, οὕτω καὶ τῶν ἐν τοῖς στρατοπέδοις τάς τε χώρας τὰς τῶν ἡγεμόνων ἠπίσταντο οἱ Κύρου ὑπηρέται καὶ τὰ σημεῖα ἐγίγνωσκον ἃ ἑκάστοις ἦν· ὥστε ὅτου δέοιτο Κῦρος, οὐκ ἐζήτουν, ἀλλὰ τὴν συντομωτάτην ἐφʼ ἕκαστον ἔθεον.

所有的将官在帐篷上都设有标识。正如城邦中明智的市民知晓大多数人的住所、特别是要人的住所一样,营地中居鲁士的侍从副官们也同样熟知诸位将领的驻地,并认得每个人所拥有的标识;因此每当居鲁士需要何人时,他们无须寻觅,而是沿最短捷的路径奔向各自的目标。

§8.5.14

καὶ διὰ τὸ εἰλικρινῆ ἕκαστα εἶναι τὰ φῦλα πολὺ μᾶλλον ἦν δῆλα καὶ ὁπότε τις εὐτακτοίη καὶ εἴ τις μὴ πράττοι τὸ προσταττόμενον. οὕτω δὴ ἐχόντων ἡγεῖτο, εἴ τις καὶ ἐπίθοιτο νυκτὸς ἢ ἡμέρας, ὥσπερ ἂν εἰς ἐνέδραν εἰς τὸ στρατόπεδον τοὺς ἐπιτιθεμένους ἐμπίπτειν.2

而且由于各个军种保持纯正独立,无论何人在坚守秩序,抑或何人未执行命令,都显得格外清楚。在这样的布防下,他认为,无论是夜间还是白天,若有人胆敢来犯,来犯者就会像落入伏击一样冲入营地之中。

§8.5.15

καὶ τὸ τακτικὸν δὲ εἶναι οὐ τοῦτο μόνον ἡγεῖτο3 εἴ τις ἐκτεῖναι φάλαγγα εὐπόρως δύναιτο ἢ βαθῦναι ἢ ἐκ κέρατος εἰς φάλαγγα καταστῆσαι ἢ ἐκ δεξιᾶς ἢ ἀριστερᾶς ἢ ὄπισθεν ἐπιφανέντων πολεμίων ὀρθῶς ἐξελίξαι, ἀλλὰ καὶ τὸ διασπᾶν ὁπότε δέοι τακτικὸν ἡγεῖτο, καὶ τὸ τιθέναι γε τὸ μέρος ἕκαστον ὅπου μάλιστα ἐν ὠφελείᾳ ἂν εἴη, καὶ τὸ ταχύνειν δὲ ὅπου φθάσαι δέοι, πάντα ταῦτα καὶ τὰ τοιαῦτα τακτικοῦ ἀνδρὸς ἐνόμιζεν εἶναι καὶ ἐπεμελεῖτο τούτων πάντων ὁμοίως.

此外,他认为懂得战术并不单单在于一个人是否能自如地横向展开方阵或增加纵深,或者将纵队变换为横队,抑或在敌人出现在右翼、左翼或后方时正确地轮转展开;他认为懂得战术还在于在需要时拆分部队,将每个兵种置于最能发挥效益之处,并在需要抢占先机时加快速度。所有这些以及诸如此类的事,他都认为是战术家应有的素养,并且对这一切同样予以高度重视。

§8.5.16

καὶ ἐν μὲν ταῖς πορείαις πρὸς τὸ συμπῖπτον ἀεὶ διατάττων ἐπορεύετο, ἐν δὲ τῇ στρατοπεδεύσει ὡς τὰ πολλὰ ὥσπερ εἴρηται κατεχώριζεν.

在行军过程中,他总是根据随时可能遇到的情况来调整部署行进;而在安营扎寨时,则大抵按照前文所述来安排位置。

§8.5.17

ἐπεὶ δὲ πορευόμενοι γίγνονται κατὰ τὴν Μηδικήν, τρέπεται ὁ Κῦρος πρὸς Κυαξάρην. ἐπεὶ δὲ ἠσπάσαντο ἀλλήλους, πρῶτον μὲν δὴ ὁ Κῦρος εἶπε τῷ Κυαξάρῃ ὅτι οἶκος αὐτῷ ἐξῃρημένος εἴη ἐν Βαβυλῶνι καὶ ἀρχεῖα, ὅπως ἔχῃ καὶ ὅταν ἐκεῖσε ἔλθῃ εἰς οἰκεῖα κατάγεσθαι· ἔπειτα δὲ καὶ ἄλλα δῶρα ἔδωκεν αὐτῷ πολλὰ καὶ καλά.

当他们在行军途中抵达米底亚境内时,居鲁士便转道前往基亚克萨雷斯处。彼此问候致意之后,居鲁士首先对基亚克萨雷斯说,已经在巴比伦为他专门留出了宅邸和官署,以便当他前往那里时可以下榻于自己的住所;随后居鲁士又赠送给他许多其他精美贵重的礼物。

§8.5.18

ὁ δὲ Κυαξάρης ταῦτα μὲν ἐδέχετο, προσέπεμψε δὲ αὐτῷ τὴν θυγατέρα στέφανόν τε χρυσοῦν καὶ ψέλια φέρουσαν καὶ στρεπτὸν καὶ στολὴν Μηδικὴν ὡς δυνατὸν καλλίστην.

基亚克萨雷斯接受了这些礼物,并派自己的女儿前去见他,带着一顶金冠、手镯、项圈以及一件尽可能精美的米底亚长袍。

§8.5.19

καὶ ἡ μὲν δὴ παῖς ἐστεφάνου τὸν Κῦρον, ὁ δὲ Κυαξάρης εἶπε· δίδωμι δέ σοι, ἔφη, ὦ Κῦρε, καὶ αὐτὴν ταύτην γυναῖκα, ἐμὴν οὖσαν θυγατέρα· καὶ ὁ σὸς δὲ πατὴρ ἔγημε τὴν τοῦ ἐμοῦ πατρὸς θυγατέρα, ἐξ ἧς σὺ ἐγένου· αὕτη δʼ ἐστὶν ἣν σὺ πολλάκις παῖς ὢν ὅτε παρʼ ἡμῖν ἦσθα ἐτιθηνήσω·4 καὶ ὁπότε τις ἐρωτῴη αὐτὴν τίνι γαμοῖτο, ἔλεγεν ὅτι Κύρῳ· ἐπιδίδωμι δὲ αὐτῇ ἐγὼ καὶ φερνὴν Μηδίαν τὴν πᾶσαν· οὐδὲ γὰρ ἔστι μοι ἄρρην παῖς γνήσιος.

于是少女为居鲁士戴上金冠,基亚克萨雷斯则说道:“居鲁士啊,我把这姑娘本人也赐给你为妻,她本是我的亲生女儿。你的父亲当年娶了我父亲的女儿,生下了你;而眼前这位正是你幼时在我们这里时常常抱在怀中逗弄的女孩。每当有人问她要嫁给谁时,她总说是‘嫁给居鲁士’。我还要将整个米底亚作为嫁妆附赠予她,因为我并无合法的男嗣。”

§8.5.20

ὁ μὲν οὕτως εἶπεν· ὁ δὲ Κῦρος ἀπεκρίνατο· ἀλλʼ, ὦ Κυαξάρη, τό τε γένος ἐπαινῶ καὶ τὴν παῖδα καὶ τὰ δῶρα· βούλομαι δέ, ἔφη, σὺν τῇ τοῦ πατρὸς γνώμῃ καὶ τῇ τῆς μητρὸς ταῦτά σοι συναινέσαι. εἶπε μὲν οὖν οὕτως ὁ Κῦρος, ὅμως δὲ τῇ παιδὶ πάντα ἐδωρήσατο ὁπόσα ᾤετο καὶ τῷ Κυαξάρῃ χαριεῖσθαι. ταῦτα δὲ ποιήσας εἰς Πέρσας ἐπορεύετο.

他这般说了;居鲁士则回答道:“基亚克萨雷斯啊,我敬慕您的宗族、令媛以及这些厚礼;但我希望在获得我父亲和母亲同意之后,再与您缔结此约。”居鲁士虽然这么说,但仍旧把自认为也能令基亚克萨雷斯高兴的所有礼物都赠予了那位少女。办完这些事之后,他便起程前往波斯。

语法注4 条
  1. 8.5.12ἐκ νυκτῶν

    时间介词短语,意为“在夜间”或“自夜色中”。置于由 ὅπως 引导的目的从句(ὅπως καὶ ἐκ νυκτῶν... ἐξ ἑτοίμου ἀκοντίζοιεν καὶ τοξεύοιεν)内部,修饰后面的动作,表示对夜袭的快速反应能力。

  2. 8.5.14ὥσπερ ἂν εἰς ἐνέδραν εἰς τὸ στρατόπεδον τοὺς ἐπιτιθεμένους ἐμπίπτειν

    由主动词 ἡγεῖτο 引出的带不定式宾格结构(τοὺς ἐπιτιθεμένους ἐμπίπτειν),与小词 ἄν 连用构成潜在/虚拟间接引语。相当于假设比较的归结从句 ὥσπερ ἂν [ἐμπίπτοιεν] εἰς ἐνέδραν(如同落入伏击一样),ἄν 与不定式 ἐμπίπτειν 结合表达这种可能性。

  3. 8.5.15καὶ τὸ τακτικὸν δὲ εἶναι οὐ τοῦτο μόνον ἡγεῖτο

    句首 καὶ... δέ 表递进(“此外/再者”)。带中性冠词的不定式短语 τὸ τακτικὸν εἶναι(“懂战术/具备战术素养”)作动词 ἡγεῖτο 的直接宾语。随后的 εἴ τις... 从句具体阐释 οὐ τοῦτο μόνον(不仅仅是此),并与后文的 ἀλλὰ καὶ τὸ διασπᾶν... 形成对照。

  4. 8.5.19ἐτιθηνήσω

    动词 τιθηνέω(“抚育、抚抱、逗弄”)的不定过去时中动态第二人称单数形式。以关系代词 ἥν 为直接宾语,表示居鲁士幼年在此曾常常抚抱、逗弄小表妹的情景。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:8.5.12-8.5.20