- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:8.5.1-8.5.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
料理好巴比伦事务后,居鲁士启程返回波斯,文中详述了大军如何通过严密合理的宿营规划实现迅速而井然的扎营与撤营,以及将居鲁士本人和骑兵置于中央、由步兵环护的扎营格局。
ἡνίκα δὲ ἤδη αὐτῷ ἐδόκει καλῶς ἔχειν τὰ ἐν Βαβυλῶνι ὡς καὶ ἀποδημεῖν,1 συνεσκευάζετο τὴν εἰς Πέρσας πορείαν καὶ τοῖς ἄλλοις παρήγγειλεν· ἐπεὶ δʼ ἐνόμισεν ἱκανὰ ἔχειν ὧν ᾤετο δεήσεσθαι, οὕτω δὴ ἀνεζεύγνυε.
当居鲁士认为巴比伦的局势已经料理妥当、足以前往外地之时,他便打点行装准备前往波斯,并向其他人下达了命令;当他认为已备足了料想所需的物资时,这才拔营起程。
διηγησόμεθα δὲ καὶ ταῦτα ὡς πολὺς στόλος ὢν εὐτάκτως μὲν κατεσκευάζετο καὶ πάλιν ἀνεσκευάζετο, ταχὺ δὲ κατεχωρίζετο ὅπου δέοι. ὅπου γὰρ ἂν στρατοπεδεύηται βασιλεύς, σκηνὰς μὲν δὴ ἔχοντες πάντες οἱ ἀμφὶ βασιλέα στρατεύονται καὶ θέρους καὶ χειμῶνος.
我们还将叙述,尽管这是一支庞大的队伍,它是如何井然有序地扎营与拔营,并在需要时迅速各就其位的。因为无论国王在哪里扎营,国王身边的所有人员无论冬夏都是携带着帐篷出征的。
εὐθὺς δὲ τοῦτο ἐνόμιζε Κῦρος, πρὸς ἕω βλέπουσαν ἵστασθαι τὴν σκηνήν· ἔπειτα ἔταξε πρῶτον μὲν πόσον δεῖ ἀπολιπόντας σκηνοῦν τοὺς δορυφόρους τῆς βασιλικῆς σκηνῆς·2 ἔπειτα σιτοποιοῖς μὲν χώραν ἀπέδειξε τὴν δεξιάν, ὀψοποιοῖς δὲ τὴν ἀριστεράν, ἵπποις δὲ τὴν δεξιάν, ὑποζυγίοις δὲ τοῖς ἄλλοις τὴν ἀριστεράν· καὶ τἆλλα δὲ διετέτακτο ὥστε εἰδέναι ἕκαστον τὴν ἑαυτοῦ χώραν καὶ μέτρῳ καὶ τόπῳ.
居鲁士首先确立了这一规矩:帐篷应当面向东方设立;接着他首先规定了近卫侍从们在距离王室帐篷多远处留出空隙扎营;随后他把右侧的位置指定给面包师,左侧的位置指定给厨师,右侧指定给马匹,左侧指定给其余的驮兽;其他各项也如此布置妥当,使每个人在面积和位置上都清楚自己的地盘。
ὅταν δὲ ἀνασκευάζωνται, συντίθησι μὲν ἕκαστος σκεύη οἷσπερ τέτακται χρῆσθαι, ἀνατίθενται δʼ αὖ ἄλλοι ἐπὶ τὰ ὑποζύγια· ὥσθʼ ἅμα μὲν πάντες ἔρχονται οἱ σκευαγωγοὶ ἐπὶ τὰ τεταγμένα ἄγειν, ἅμα δὲ πάντες ἀνατιθέασιν ἐπὶ τὰ ἑαυτοῦ ἕκαστος. οὕτω δὴ ὁ αὐτὸς χρόνος ἀρκεῖ μιᾷ τε σκηνῇ καὶ πάσαις ἀνῃρῆσθαι.3
每当他们拔营时,每个人便收拾好按规定由自己使用的器具,另一些人则把它们装载到驮兽上;因此,所有的辎重挑夫都同时前来搬运指定由他们搬运的物品,同时每个人也都装载到自己的驮兽上。这样一来,撤收一顶帐篷所需的时间,就足以撤收所有的帐篷。
ὡσαύτως οὕτως ἔχει καὶ περὶ κατασκευῆς. καὶ περὶ τοῦ πεποιῆσθαι δὲ τὰ ἐπιτήδεια πάντα ἐν καιρῷ ὡσαύτως διατέτακται ἑκάστοις τὰ ποιητέα· καὶ διὰ τοῦτο ὁ αὐτὸς χρόνος ἀρκεῖ ἑνί τε μέρει καὶ πᾶσι πεποιῆσθαι.
在安营扎寨方面也是同样的情形。至于在适当时刻把所有必需品备齐一事,也同样把应做之事分配给了每个人;因此之故,准备好一个部分所需的时间,就足以准备好全部。
ὥσπερ δὲ οἱ περὶ τὰ ἐπιτήδεια θεράποντες χώραν εἶχον τὴν προσήκουσαν ἕκαστοι, οὕτω καὶ οἱ ὁπλοφόροι αὐτῷ ἐν τῇ στρατοπεδεύσει χώραν τε εἶχον τὴν τῇ ὁπλίσει ἑκάστῃ ἐπιτηδείαν, καὶ ᾔδεσαν ταύτην ὁποία ἦν, καὶ ἐπʼ ἀναμφισβήτητον πάντες κατεχωρίζοντο.
正如负责生活用品的仆从们各自拥有适宜的位置一样,营地里居鲁士的武装战士们也同样拥有适合于各兵种装备的位置,并且知晓这位置是怎样的,大家都毫无争执地各就其位。
καλὸν μὲν γὰρ ἡγεῖτο ὁ Κῦρος καὶ ἐν οἰκίᾳ εἶναι ἐπιτήδευμα τὴν εὐθημοσύνην· ὅταν γάρ τίς του δέηται, δῆλόν ἐστι ὅπου δεῖ ἐλθόντα λαβεῖν· πολὺ δʼ ἔτι κάλλιον ἐνόμιζε τὴν τῶν στρατιωτικῶν φύλων εὐθημοσύνην εἶναι, ὅσῳ τε ὀξύτεροι οἱ καιροὶ τῶν εἰς τὰ πολεμικὰ χρήσεων καὶ μείζω τὰ σφάλματα τὰ ἀπὸ τῶν ὑστεριζόντων ἐν αὐτοῖς· ἀπὸ δὲ τῶν ἐν καιρῷ παραγιγνομένων πλείστου ἄξια πλεονεκτήματα ἑώρα γιγνόμενα ἐν τοῖς πολεμικοῖς· διὰ ταῦτα οὖν καὶ ἐπεμέλετο ταύτης τῆς εὐθημοσύνης μάλιστα.
因为居鲁士认为,整齐有序即便在家庭中也是一种高尚的品行;因为无论何时当有人需要某物时,很清楚应当到哪里去取;但他认为军队各编队的整齐有序还要崇高得多,因为战事中行动的时机更为紧迫,而在战事中因延误所造成的过失也更为严重;反之,从按时到位的人那里,他看到在战事中会产生出极具价值的优势;因此之故,他格外注重这种整齐有序。
καὶ αὐτὸς μὲν δὴ πρῶτον ἑαυτὸν ἐν μέσῳ κατετίθετο τοῦ στρατοπέδου, ὡς ταύτης τῆς χώρας ἐχυρωτάτης οὔσης· ἔπειτα δὲ τοὺς μὲν πιστοτάτους ὥσπερ εἰώθει περὶ ἑαυτὸν εἶχε, τούτων δʼ ἐν κύκλῳ ἐχομένους4 ἱππέας τʼ εἶχε καὶ ἁρματηλάτας.
他自己首先驻扎在营地的正中央,因为这一位置最为坚固安全;接着他照例把最忠诚的人安置在自己身边,而在这些人的周围紧邻着安置了骑兵和战车兵。
καὶ γὰρ τούτους ἐχυρᾶς ἐνόμιζε χώρας δεῖσθαι, ὅτι σὺν οἷς μάχονται ὅπλοις οὐδὲν πρόχειρον ἔχοντες τούτων στρατοπεδεύονται, ἀλλὰ πολλοῦ χρόνου δέονται εἰς τὴν ἐξόπλισιν, εἰ μέλλουσι χρησίμως ἕξειν.
因为他认为这些人也需要安全坚固的场所,因为他们在扎营时,用来作战的武器没有一样是现成随手可用的,如果他们要想发挥效用,就需要很多时间来披甲披挂。
ἐν δεξιᾷ δὲ καὶ ἐν ἀριστερᾷ αὐτοῦ τε καὶ τῶν ἱππέων πελτασταῖς χώρα ἦν· τοξοτῶν δʼ αὖ χώρα ἡ πρόσθεν ἦν καὶ ὄπισθεν αὐτοῦ τε καὶ τῶν ἱππέων.
在他本人以及骑兵的左右两侧是轻盾兵的位置;而弓箭手的位置则在他本人和骑兵的前后。
ὁπλίτας δὲ καὶ τοὺς τὰ μεγάλα γέρρα ἔχοντας κύκλῳ πάντων εἶχεν ὥσπερ τεῖχος, ὅπως καὶ εἰ δέοι τι ἐνσκευάζεσθαι τοὺς ἱππέας, οἱ μονιμώτατοι πρόσθεν ὄντες παρέχοιεν αὐτοῖς ἀσφαλῆ τὴν καθόπλισιν.
至于重装步兵和持大柳条盾的人,他将他们如城墙般环绕在全军外围,以便即便骑兵需要整顿装备,这些最沉着坚守的人位列前方,也能为他们提供安全的披甲整备时间。
- 8.5.1ὡς καὶ ἀποδημεῖν
连词 ὡς 后接不定式 ἀποδημεῖν,表示程度或结果,补充说明前文 καλῶς ἔχειν(情况良好)的程度,相当于 ὥστε 加不定式,意为“好到足以甚至出巡离开”。
- 8.5.3ἀπολιπόντας σκηνοῦν τοὺς δορυφόρους τῆς βασιλικῆς σκηνῆς
间接疑问从句中由 δεῖ 支配的“宾格加不定式”结构。分词 ἀπολιπόντας 以紧邻前文的疑问词 πόσον 为表距离的宾语(“空出多少距离”),后接表示分离的属格 τῆς βασιλικῆς σκηνῆς(离王帐);τοὺς δορυφόρους 则是动词不定式 σκηνοῦν 的逻辑主语(宾格主语)。
- 8.5.4μιᾷ τε σκηνῇ καὶ πάσαις ἀνῃρῆσθαι
非人称动词 ἀρκεῖ(足够)搭配完成时被动不定式 ἀνῃρῆσθαι(被拆除完毕)以及表关涉或基准的与格 μιᾷ τε σκηνῇ καὶ πάσαις(对于一顶帐篷和对于全部帐篷),表达出“拆除一顶帐篷所需的时间,足够使所有的帐篷都撤收完毕”的并进效果。
- 8.5.8τούτων δʼ ἐν κύκλῳ ἐχομένους
中间态分词 ἐχομένους 支配属格 τούτων,表示“毗连、挨着、紧接”(源于“附着于”之意)。结合状语 ἐν κύκλῳ(呈环形),表示“环绕在他们周围并紧挨着他们”。
