- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:8.4.28-8.4.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
居鲁士将从萨狄斯缴获的战利品按层级公正地分发给全军,并优厚地遣散自愿参战的盟军。在听到士兵们对自己财产的议论后,他召集亲信要员,阐述了自己的财富观:财富既不应虚饰夸大,也不应故意隐瞒,而应公开透明地用来惠及朋友与奖赏美德。
τῇ δὲ ὑστεραίᾳ τοὺς ἐθελουσίους συμμάχους γενομένους ἀπέπεμπεν οἴκαδε ἑκάστους, πλὴν ὅσοι αὐτῶν οἰκεῖν ἐβούλοντο παρʼ αὐτῷ· τούτοις δὲ χώραν καὶ οἴκους ἔδωκε, καὶ νῦν ἔτι ἔχουσιν οἱ τῶν καταμεινάντων τότε ἀπόγονοι· πλεῖστοι δʼ εἰσὶ Μήδων καὶ Ὑρκανίων· τοῖς δʼ ἀπιοῦσι δωρησάμενος πολλὰ καὶ ἀμέμπτους ποιησάμενος καὶ ἄρχοντας καὶ στρατιώτας ἀπεπέμψατο.
次日,他打发所有自愿成为同盟的人各自回国,惟独那些愿意留在他身旁定居的人除外;他赐予这些人土地和房屋,直到如今,当时留下来的人的后裔依然拥有这些产业;他们大多数是米底人和许尔卡尼亚人。至于那些离去的人,他赠予丰厚的礼物,使军官和士兵都毫无怨言,然后打发他们上路。
ἐκ τούτου δὲ διέδωκε καὶ τοῖς περὶ αὑτὸν στρατιώταις τὰ χρήματα ὅσα ἐκ Σάρδεων ἔλαβε· καὶ τοῖς μὲν μυριάρχοις καὶ τοῖς περὶ αὑτὸν ὑπηρέταις ἐξαίρετα ἐδίδου πρὸς τὴν ἀξίαν ἑκάστῳ, τὰ δʼ ἄλλα διένειμε· καὶ τὸ μέρος ἑκάστῳ δοὺς τῶν μυριάρχων ἐπέτρεψεν αὐτοῖς διανέμειν ὥσπερ αὐτὸς ἐκείνοις διένειμεν.
此后,他也把从萨狄斯缴获的钱财分发给自己身边的士兵;他按照各自的功绩,把特选的份额分给万夫长以及身边的侍从,其余的也分发完毕;他把属于每一位万夫长的那一份交给他们,委托他们像他自己分给他们那样去分发给属下。
ἐδίδοσαν δὲ τὰ μὲν ἄλλα χρήματα ἄρχων ἄρχοντας τοὺς ὑφʼ ἑαυτῷ δοκιμάζων· τὰ δὲ τελευταῖα οἱ ἑξάδαρχοι τοὺς ὑφʼ ἑαυτοῖς ἰδιώτας δοκιμάσαντες πρὸς τὴν ἀξίαν ἑκάστῳ ἐδίδοσαν· καὶ οὕτω πάντες εἰλήφεσαν τὸ δίκαιον μέρος.
其他的钱财,各个军官在考核了自己麾下的军官后予以分发;最后,六人长们考核了麾下的列兵,按照各自的功劳分给每人;于是所有人都领到了公道的份额。
ἐπεὶ δὲ εἰλήφεσαν τὰ τότε δοθέντα, οἱ μέν τινες ἔλεγον περὶ τοῦ Κύρου τοιάδε· ἦ που αὐτός γε πολλὰ ἔχει, ὅπου γε καὶ ἡμῶν ἑκάστῳ τοσαῦτα δέδωκεν· οἱ δέ τινες αὐτῶν ἔλεγον· ποῖα πολλὰ ἔχει; οὐχ ὁ Κύρου τρόπος τοιοῦτος οἷος χρηματίζεσθαι, ἀλλὰ διδοὺς μᾶλλον ἢ κτώμενος ἥδεται.
当他们领到了当时所赐予的财物时,有人谈论居鲁士道:“既然他分给我们每人这么多,他自己想必拥有一大笔财富吧。”但他们中另一些人却说:“说什么他拥有许多?居鲁士的性格绝不是蓄财之辈,他乐于给予胜过乐于获取。”
αἰσθόμενος δὲ ὁ Κῦρος τούτους τοὺς λόγους καὶ τὰς δόξας τὰς περὶ αὑτοῦ συνέλεξε τοὺς φίλους τε καὶ τοὺς ἐπικαιρίους ἅπαντας καὶ ἔλεξεν ὧδε. ὦ ἄνδρες φίλοι, ἑώρακα μὲν ἤδη ἀνθρώπους οἳ βούλονται δοκεῖν πλείω κεκτῆσθαι ἢ ἔχουσιν, ἐλευθεριώτεροι ἂν οἰόμενοι οὕτω φαίνεσθαι·1 ἐμοὶ δὲ δοκοῦσιν, ἔφη, οὗτοι τοὔμπαλιν οὗ βούλονται ἐφέλκεσθαι·2 τὸ γὰρ πολλὰ δοκοῦντα ἔχειν μὴ κατʼ ἀξίαν τῆς οὐσίας φαίνεσθαι ὠφελοῦντα τοὺς φίλους3 ἀνελευθερίαν ἔμοιγε δοκεῖ περιάπτειν.
居鲁士察觉到了这些议论以及关于自己的看法,便召集起所有的朋友和身居要职者,说了这番话:“朋友们,我曾见过有些人,他们希望显得比实际拥有的更富足,以为这样会显得更加慷慨;但在我看来,”他说,“这些人招致的反倒是与他们所期望的恰恰相反的结果;因为看似拥有巨资,却未显出按照家产的价值去帮助朋友,在我看来倒会落得吝啬的名声。
εἰσὶ δʼ αὖ, ἔφη, οἳ λεληθέναι βούλονται ὅσα ἂν ἔχωσι· πονηροὶ οὖν καὶ οὗτοι τοῖς φίλοις ἔμοιγε δοκοῦσιν εἶναι. διὰ γὰρ τὸ μὴ εἰδέναι τὰ ὄντα πολλάκις δεόμενοι οὐκ ἐπαγγέλλουσιν οἱ φίλοι τοῖς ἑταίροις, ἀλλὰ τητῶνται.
此外,”他说,“还有一些人巴不得隐瞒自己所拥有的一切;因此这些人对我来说对朋友同样显得卑劣。因为朋友们不知道其真实家底,即便贫困也往往不向同伴开口求助,反而陷于匮乏。
ἁπλουστάτου δέ μοι, ἔφη, δοκεῖ εἶναι τὸ τὴν δύναμιν φανερὰν ποιήσαντα ἐκ ταύτης ἀγωνίζεσθαι περὶ καλοκἀγαθίας.4 κἀγὼ οὖν, ἔφη, βούλομαι ὑμῖν ὅσα μὲν οἷόν τʼ ἐστὶν ἰδεῖν τῶν ἐμοὶ ὄντων δεῖξαι, ὅσα δὲ μὴ οἷόν τε ἰδεῖν, διηγήσασθαι.
但在我看来,”他说,“最真诚坦荡的做法,莫过于将自己的资力公开,并在此基础上竞逐高尚的美德。因此,”他说,“我也愿意将我的财产中凡是能看得见的都展示给你们看,凡是不能亲眼看见的,都向你们讲述明白。”
ταῦτα εἰπὼν τὰ μὲν ἐδείκνυε πολλὰ καὶ καλὰ κτήματα· τὰ δὲ κείμενα ὡς μὴ ῥᾴδια εἶναι ἰδεῖν διηγεῖτο·
说了这番话,他把许多精美的财物展示给他们看;而那些存放在库中不易亲眼见到的,他也一一讲述。
τέλος δʼ εἶπεν ὧδε· ταῦτα, ὦ ἄνδρες, ἅπαντα δεῖ ὑμᾶς οὐδὲν μᾶλλον ἐμὰ ἡγεῖσθαι ἢ καὶ ὑμέτερα· ἐγὼ γάρ, ἔφη, ταῦτα ἁθροίζω οὔθʼ ὅπως αὐτὸς καταδαπανήσω οὔθʼ ὅπως αὐτὸς κατατρίψω· οὐ γὰρ ἂν δυναίμην· ἀλλʼ ὅπως ἔχω τῷ τε ἀεὶ καλόν τι ὑμῶν ποιοῦντι διδόναι καὶ ὅπως, ἤν τις ὑμῶν τινος ἐνδεῖσθαι νομίσῃ, πρὸς ἐμὲ ἐλθὼν λάβῃ οὗ ἂν ἐνδεὴς τυγχάνῃ ὤν. καὶ ταῦτα μὲν δὴ οὕτως ἐλέχθη.
最后他这样说道:“诸位,这一切财物,你们绝不应当认为属于我胜过属于你们自己;因为我,”他说,“积聚这些,既不是为了独自耗尽它们,也不是为了独自磨损它们;因为我本不可能做到这一点;而是为了使我总能有财物赐给你们当中立下卓越功勋的人,并且如果你们中有人认为缺乏什么,便可以来到我这里,取走他正好匮乏之物。”这些话便是这样讲出来的。
- 8.4.32ἐλευθεριώτεροι ἂν οἰόμενοι οὕτω φαίνεσθαι
小词 ἄν 在位置上紧邻分词 οἰόμενοι,但在句法上修饰不定式 φαίνεσθαι,相当于直接引语中的潜能希求法(ἐλευθεριώτεροι ἂν φαίνοιντο),构成潜能不定式。
- 8.4.32τοὔμπαλιν οὗ βούλονται ἐφέλκεσθαι
名词化的副词短语 τοὔμπαλιν(即 τὸ ἔμπαλιν)后接关系代词所有格 οὗ(其先行词 τούτου 已被吸收省略),表示比较与分离,意为“与他们所期望之物恰恰相反的事物”。
- 8.4.32τὸ γὰρ πολλὰ δοκοῦντα ἔχειν μὴ κατʼ ἀξίαν τῆς οὐσίας φαίνεσθαι ὠφελοῦντα τοὺς φίλους
带冠词的不定式短语 τὸ... φαίνεσθαι 作主句不定式 περιάπτειν 的语法主语。宾格分词 πολλὰ δοκοῦντα 与 φαίνεσθαι 未明说的一般主语(τινά)保持性数格一致,而 ὠφελοῦντα 则作为与 φαίνεσθαι 搭配的补充助动分词。
- 8.4.34ἁπλουστάτου δέ μοι, ἔφη, δοκεῖ εἶναι τὸ τὴν δύναμιν φανερὰν ποιήσαντα ἐκ ταύτης ἀγωνίζεσθαι περὶ καλοκἀγαθίας
冠词修饰的不定式短语 τὸ... ἀγωνίζεσθαι 是句子的真正主语,属格 ἁπλουστάτου 作系动词 εἶναι 的表语,属于表示特征的属格(“属于最坦荡正直之人的品格”)。宾格分词 ποιήσαντα 则与不定式的泛指逻辑主语相呼应。
