- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:8.4.18-8.4.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
居鲁士就择偶标准与克律桑塔斯风趣地相互戏谑,随后向列席诸人分发恰当的赏赐。席间许斯塔斯佩斯与戈布里亚斯之女定下婚约,宴会在融洽的气氛中结束。
καὶ ὁ Γωβρύας εἶπεν· ἢν δέ τις ἐκδοῦναι βούληται θυγατέρα, πρὸς τίνα δεῖ λέγειν; πρὸς ἐμέ, ἔφη ὁ Κῦρος, καὶ τοῦτο· πάνυ γάρ, ἔφη, δεινός εἰμι ταύτην τὴν τέχνην.1
戈布里亚斯说:“如果有人想把女儿嫁出去,应当向谁说呢?”“这件事也应当向我说,”居鲁士道,“因为我在这门技艺上极为了得。”
ποίαν; ἔφη ὁ Χρυσάντας. τὸ γνῶναι ὁποῖος ἂν γάμος ἑκάστῳ συναρμόσειε. καὶ ὁ Χρυσάντας ἔφη· λέγε δὴ πρὸς τῶν θεῶν ποίαν τινά μοι γυναῖκα οἴει συναρμόσειν κάλλιστα.
“是怎样的技艺呢?”克律桑塔斯问。“断定什么样的婚姻最适合各人。”克律桑塔斯便说:“那么凭着诸神起誓,告诉我,你认为什么样的女人同我最相配呢?”
πρῶτον μέν, ἔφη, μικράν· μικρὸς γὰρ καὶ αὐτὸς εἶ· εἰ δὲ μεγάλην γαμεῖς, ἤν ποτε βούλῃ αὐτὴν ὀρθὴν φιλῆσαι, προσάλλεσθαί σε δεήσει ὥσπερ τὰ κυνάρια. τοῦτο μὲν δή, ἔφη, ὀρθῶς προνοεῖς· καὶ γὰρ οὐδʼ ὁπωστιοῦν ἁλτικός εἰμι.
“首先,”他说,“是个矮个子的女人;因为你自己就是个矮个子。如果你娶了个高大的女人,几时她站直了你想吻她,你就得像小狗一样跳起来。”“这倒确实,”他说,“你预见得很对;因为我丝毫不会跳跃。”
ἔπειτα δʼ, ἔφη, σιμὴ ἄν σοι ἰσχυρῶς συμφέροι. πρὸς τί δὴ αὖ τοῦτο; ὅτι, ἔφη, σὺ γρυπὸς εἶ· πρὸς οὖν τὴν σιμότητα σάφʼ ἴσθι ὅτι ἡ γρυπότης ἄριστʼ ἂν προσαρμόσειε. λέγεις σύ, ἔφη, ὡς καὶ τῷ εὖ δεδειπνηκότι ὥσπερ καὶ ἐγὼ νῦν ἄδειπνος ἂν συναρμόττοι. ναὶ μὰ Δίʼ, ἔφη ὁ Κῦρος· τῶν μὲν γὰρ μεστῶν γρυπὴ ἡ γαστὴρ γίγνεται, τῶν δὲ ἀδείπνων σιμή.
“其次,”他说,“塌鼻子的女人对你极为适宜。”“这又是为何呢?”“因为,”他说,“你是鹰钩鼻;请确信,鹰钩鼻最能与塌鼻子吻合。”“你是说,”他说,“正如我现在没吃晚饭,一个饿着肚子的女人正好配一个吃饱了饭的人?”“凭着宙斯起誓,正是如此,”居鲁士说,“因为吃饱的人肚子像鹰钩鼻一样凸起,而没吃晚饭的人肚子则像塌鼻子一样凹下。”
καὶ ὁ Χρυσάντας ἔφη· ψυχρῷ δʼ ἄν, πρὸς τῶν θεῶν, βασιλεῖ ἔχοις ἂν εἰπεῖν ποία τις συνοίσει; ἐνταῦθα μὲν δὴ ὅ τε Κῦρος ἐξεγέλασε καὶ οἱ ἄλλοι ὁμοίως.
克律桑塔斯接着说:“凭着诸神起誓,你能说出一个冷淡乏味的王适合什么样的女人吗?”听到这里,居鲁士放声大笑,其他人也同样大笑起来。
γελώντων δὲ ἅμα εἶπεν ὁ Ὑστάσπας· πολύ γʼ, ἔφη, μάλιστα τούτου σε, ὦ Κῦρε, ζηλῶ ἐν τῇ βασιλείᾳ. τίνος; ἔφη ὁ Κῦρος. ὅτι δύνασαι καὶ ψυχρὸς ὢν γέλωτα παρέχειν. καὶ ὁ Κῦρος εἶπεν· ἔπειτʼ οὐκ ἂν πρίαιό γε παμπόλλου ὥστε σοὶ ταῦτʼ εἰρῆσθαι,2 καὶ ἀπαγγελθῆναι παρʼ ᾗ εὐδοκιμεῖν βούλει ὅτι ἀστεῖος εἶ; καὶ ταῦτα μὲν δὴ οὕτω διεσκώπτετο.
正当众人发笑时,许斯塔斯佩斯说:“居鲁士啊,在你所有的王权中,我最羡慕你的莫过于这一点了。”“是哪一点?”居鲁士问。“就是你即便讲冷笑话,也能引人发笑。”居鲁士说:“那么,若能算作这番话是你说的,并且传到你想博取好感的女子那里,说你是个风趣的人,你难道不愿付出极大的代价买下它吗?”于是他们就这样相互戏谑。
μετὰ δὲ ταῦτα Τιγράνῃ μὲν ἐξήνεγκε γυναικεῖον κόσμον, καὶ ἐκέλευσε τῇ γυναικὶ δοῦναι, ὅτι ἀνδρείως συνεστρατεύετο τῷ ἀνδρί, Ἀρταβάζῳ δὲ χρυσοῦν ἔκπωμα, τῷ δʼ Ὑρκανίῳ ἵππον καὶ ἄλλα πολλὰ καὶ καλὰ ἐδωρήσατο. σοὶ δέ, ἔφη, ὦ Γωβρύα, δώσω ἄνδρα τῇ θυγατρί.
此后,居鲁士为梯格兰内斯拿出一套妇人首饰,吩咐他赠予妻子,因她曾勇敢地随同丈夫出征;他又赠给阿尔塔巴佐斯一只金杯,赠给许尔卡尼亚人一匹骏马和许多其他精美的礼物。“至于你,戈布里亚斯,”他说,“我将给你的女儿指定一位丈夫。”
οὐκοῦν ἐμέ, ἔφη ὁ Ὑστάσπας, δώσεις, ἵνα καὶ τὰ συγγράμματα λάβω. ἦ καὶ ἔστι σοι, ἔφη ὁ Κῦρος, οὐσία ἀξία τῶν τῆς παιδός; νὴ Δίʼ, ἔφη, πολλαπλασίων μὲν οὖν χρημάτων. καὶ ποῦ, ἔφη ὁ Κῦρος, ἔστι σοι αὕτη ἡ οὐσία; ἐνταῦθα, ἔφη, ὅπουπερ καὶ σὺ κάθησαι φίλος ὢν ἐμοί. ἀρκεῖ μοι, ἔφη ὁ Γωβρύας· καὶ εὐθὺς ἐκτείνας τὴν δεξιάν, δίδου, ἔφη, ὦ Κῦρε· δέχομαι γάρ.
“那么你一定会指定我了,”许斯塔斯佩斯说,“这样我也能得到那些写下的格言。”“难道你真有,”居鲁士问,“配得上那姑娘家产的财产吗?”“凭着宙斯起誓,当然有,”他说,“甚至价值多出许多倍呢。”“那么居鲁士问,”居鲁士说,“你这笔财产在何处呢?”“就在那里,”他说,“就在你作为我的朋友端坐之处。”“这于我便足够了,”戈布里亚斯说;他随即伸出右手说:“居鲁士,把他给我吧;因为我接受他。”
καὶ ὁ Κῦρος λαβὼν τὴν τοῦ Ὑστάσπου δεξιὰν ἔδωκε τῷ Γωβρύᾳ, ὁ δʼ ἐδέξατο. ἐκ δὲ τούτου πολλὰ καὶ καλὰ ἔδωκε δῶρα τῷ Ὑστάσπᾳ, ὅπως τῇ παιδὶ πέμψειε· Χρυσάνταν δʼ ἐφίλησε προσαγαγόμενος. καὶ ὁ Ἀρτάβαζος εἶπε· μὰ Δίʼ, ἔφη, ὦ Κῦρε, οὐχ ὁμοίου γε χρυσοῦ ἐμοί τε τὸ ἔκπωμα δέδωκας καὶ Χρυσάντᾳ τὸ δῶρον. ἀλλὰ καὶ σοί, ἔφη, δώσω. ἐπήρετο ἐκεῖνος πότε; εἰς τριακοστόν, ἔφη, ἔτος. ὡς ἀναμενοῦντος, ἔφη, καὶ οὐκ ἀποθανουμένου οὕτω παρασκευάζου.3 καὶ τότε μὲν δὴ οὕτως ἔληξεν ἡ σκηνή· ἐξανισταμένων δʼ αὐτῶν ἐξανέστη καὶ ὁ Κῦρος καὶ ξυμπρούπεμψεν αὐτοὺς ἐπὶ τὰς θύρας.
居鲁士拉起许斯塔斯佩斯的右手交给戈布里亚斯,后者接了过去。随后,居鲁士送给许斯塔斯佩斯许多精美的礼物,好让他送给那位姑娘;又把克律桑塔斯拉到身边吻了他。阿尔塔巴佐斯便说:“凭着宙斯起誓,居鲁士啊,你给我的杯子和给克律桑塔斯的礼物,可不是同一种金子啊。”“不过我也会给你的,”他说。对方问:“何时?”“在第三十年,”居鲁士说。“那么就请以我定会等候而绝不会死去的态度做好准备吧,”他说。当时宴会便这样结束了;当众人起身离席时,居鲁士也站起身,一直将他们送到门前。
- 8.4.18δεινός εἰμι ταύτην τὴν τέχνην
附属于形容词 δεινός 的宾格短语 ταύτην τὴν τέχνην 为限定(关系)宾格,意为“在这门技艺上精通”。虽然 δεινός 通常支配属格或不定式,但此处采用宾格来限定其擅长所在的范畴。
- 8.4.23ἔπειτʼ οὐκ ἂν πρίαιό γε παμπόλλου ὥστε σοὶ ταῦτʼ εἰρῆσθαι
动词 πρίαιο(πρίαμαι“买”的祈愿语气)带有表示价格的属格 παμπόλλου(“出大价钱”),后续带有完成时被动不定式 εἰρῆσθαι 的 ὥστε 从句则表达交易的条件或预期的结果(“以使这些话算作是由你所说”)。
- 8.4.27ὡς ἀναμενοῦντος, ἔφη, καὶ οὐκ ἀποθανουμένου οὕτω παρασκευάζου
短语 ὡς 加上属格分词(ἀναμενοῦντος / οὐκ ἀποθανουμένου,上下文中省略了主语 ἐμοῦ)构成表示说话者主观预期或立场的属格独立结构,修饰祈使动词 παρασκευάζου,意为“请本着我会等待而绝不会死去的预设去做好准备”。
