- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:8.4.10-8.4.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
居鲁士解释因克律桑塔斯先知先觉的忠诚与功绩而赐予其上座,席间戈布里亚斯则指出在顺境中保持克制之人比在逆境中坚忍之人更为难能可贵。
τίνος μὴν ἕνεκα, ἔφη, πρὸς τῶν θεῶν, ὦ Κῦρε, Χρυσάνταν ἔγραψας ὥστε εἰς τὴν τιμιωτέραν ἐμοῦ χώραν ἱδρυθῆναι;1 ἦ λέγω; ἔφη ὁ Κῦρος. πάντως, ἔφη ὁ Ὑστάσπας. καὶ σὺ αὖ οὐκ ἀχθέσῃ μοι ἀκούων τἀληθῆ;
“究竟为了什么,凭着诸神起誓,居鲁士啊,”他说,“你把克律桑塔斯安排坐在比我更尊贵的位子上呢?”“我可以说吗?”居鲁士说。“务请直说,”许斯塔斯佩斯说。“那么,当你听到实情时,你不会反过来生我的气吧?”
ἡσθήσομαι μὲν οὖν, ἔφη, ἢν εἰδῶ ὅτι οὐκ ἀδικοῦμαι. Χρυσάντας τοίνυν, ἔφη, οὑτοσὶ πρῶτον μὲν οὐ κλῆσιν ἀνέμενεν, ἀλλὰ πρὶν καλεῖσθαι παρῆν τῶν ἡμετέρων ἕνεκα· ἔπειτα δὲ οὐ τὸ κελευόμενον μόνον, ἀλλὰ καὶ ὅ τι αὐτὸς γνοίη ἄμεινον εἶναι πεπραγμένον ἡμῖν τοῦτο ἔπραττεν. ὁπότε δὲ εἰπεῖν τι δέοι εἰς τοὺς συμμάχους, ἃ μὲν ἐμὲ ᾤετο πρέπειν λέγειν2 ἐμοὶ συνεβούλευεν· ἃ δὲ ἐμὲ αἴσθοιτο βουλόμενον μὲν εἰδέναι τοὺς συμμάχους, αὐτὸν δέ με αἰσχυνόμενον περὶ ἐμαυτοῦ λέγειν, ταῦτα οὗτος λέγων ὡς ἑαυτοῦ γνώμην ἀπεφαίνετο· ὥστʼ ἔν γε τούτοις τί κωλύει αὐτὸν καὶ ἐμοῦ ἐμοὶ κρείττονα εἶναι; καὶ ἑαυτῷ μὲν ἀεί φησι πάντα τὰ παρόντα ἀρκεῖν, ἐμοὶ δὲ ἀεὶ φανερός ἐστι σκοπῶν τί ἂν προσγενόμενον ὀνήσειεν, ἐπί τε τοῖς ἐμοῖς καλοῖς πολὺ μᾶλλον ἐμοῦ ἀγάλλεται καὶ ἥδεται.
“正相反,只要我知道自己并未受到不公的对待,我自会感到高兴,”他说。“那么,这里的克律桑塔斯,”他说,“首先,他不等召唤,未蒙召便已为了我们的事务而在场;其次,他不仅做奉命之事,凡是他自己断定做完对我们更有利的,他都去实行。每当需要对盟友讲些什么时,凡是他认为应当由我来说的,他就向我进言;而凡是他察觉到我希望盟友知晓、我自己却耻于夸耀自身的,他便说出这些事,并作为他自己的见解公之于众。因此,至少在这些方面,有什么能妨碍他对我而言比我自己更出色呢?而且,他总是宣称眼前所有的一切对他自己便已足够,却始终可见他在留意增添什么能对我有益,并且对于我的荣耀,他比我自己要得意和高兴得多。”
πρὸς ταῦτα ὁ Ὑστάσπας εἶπε· νὴ τὴν Ἥραν, ὦ Κῦρε, ἥδομαί γε ταῦτά σε ἐρωτήσας. τί μάλιστα; ἔφη ὁ Κῦρος. ὅτι κἀγὼ πειράσομαι ταῦτα ποιεῖν· ἓν μόνον, ἔφη, ἀγνοῶ, πῶς ἂν εἴην δῆλος χαίρων ἐπὶ τοῖς σοῖς ἀγαθοῖς· πότερον κροτεῖν δεῖ τὼ χεῖρε ἢ γελᾶν ἢ τί ποιεῖν. καὶ ὁ Ἀρτάβαζος εἶπεν· ὀρχεῖσθαι δεῖ τὸ Περσικόν. ἐπὶ τούτοις μὲν δὴ γέλως ἐγένετο.
对此许斯塔斯佩斯说:“凭着赫拉起誓,居鲁士啊,我很高兴问了你这些。”“为何这么说呢?”居鲁士问。“因为我也将努力去照着做。只是有一点,”他说,“我不知道怎样才能表明我为你的富贵而高兴:究竟应当拍双手呢,还是发笑,抑或是做什么。”阿尔塔巴佐斯便说:“应当跳波斯舞才是。”众人对此哄堂大笑。
προϊόντος δὲ τοῦ συμποσίου ὁ Κῦρος τὸν Γωβρύαν ἐπήρετο· εἰπέ μοι, ἔφη, ὦ Γωβρύα, νῦν ἂν δοκεῖς ἥδιον τῶνδέ τῳ τὴν θυγατέρα δοῦναι ἢ ὅτε τὸ πρῶτον ἡμῖν συνεγένου; οὐκοῦν, ἔφη ὁ Γωβρύας, κἀγὼ τἀληθῆ λέγω; νὴ Δίʼ, ἔφη ὁ Κῦρος, ὡς ψεύδους γε οὐδεμία ἐρώτησις δεῖται. εὖ τοίνυν, ἔφη, ἴσθι ὅτι νῦν ἂν πολὺ ἥδιον. ἦ καὶ ἔχοις ἄν, ἔφη ὁ Κῦρος, εἰπεῖν διότι;
宴席继续进行,居鲁士问戈布里亚斯:“告诉我,戈布里亚斯啊,”他说,“如今若是把女儿嫁给这里的某个人,你觉得会比你初次加入我们时更高兴吗?”“那么,我也讲真话吗?”戈布里亚斯说。“凭着宙斯起誓,当然,”居鲁士说,“因为没有任何提问需要谎言。”“那么,请确信,”他说,“如今我会高兴得多。”“你也能说出原因吗?”居鲁士问。
ἔγωγε. λέγε δή. ὅτι τότε μὲν ἑώρων τοὺς πόνους καὶ τοὺς κινδύνους εὐθύμως αὐτοὺς φέροντας, νῦν δὲ ὁρῶ αὐτοὺς τἀγαθὰ σωφρόνως φέροντας. δοκεῖ δέ μοι, ὦ Κῦρε, χαλεπώτερον εἶναι εὑρεῖν ἄνδρα τἀγαθὰ καλῶς φέροντα ἢ τὰ κακά· τὰ μὲν γὰρ ὕβριν τοῖς πολλοῖς, τὰ δὲ σωφροσύνην τοῖς πᾶσιν ἐμποιεῖ.
“我能。”“那就说吧。”“因为那时我看到他们欢快地承担劳苦和危险,而如今我看到他们克制地承受顺境。居鲁士啊,在我看来,找到一个能善处顺境的人,比找到一个能善处逆境的人更为困难;因为前者在大多数人心中生出傲慢,而后者却在所有人心中生出节制。”
καὶ ὁ Κῦρος εἶπεν· ἤκουσας, ὦ Ὑστάσπα, Γωβρύου τὸ ῥῆμα; ναὶ μὰ Δίʼ, ἔφη· καὶ ἐὰν πολλὰ τοιαῦτά γε λέγῃ, πολὺ μᾶλλόν με τῆς θυγατρὸς μνηστῆρα λήψεται ἢ ἐὰν ἐκπώματα πολλά μοι ἐπιδεικνύῃ.
居鲁士说:“许斯塔斯佩斯,你听到戈布里亚斯的话了吗?”“是的,凭着宙斯起誓,”他说,“如果他多说些这样的话,他就会发现比起向我展示许多酒杯来,我会更渴望做他女儿的求婚者。”
ἦ μήν, ἔφη ὁ Γωβρύας, πολλά γέ μοί ἐστι τοιαῦτα συγγεγραμμένα, ὧν ἐγώ σοι οὐ φθονήσω, ἢν τὴν θυγατέρα μου γυναῖκα λαμβάνῃς· τὰ δʼ ἐκπώματα, ἔφη, ἐπειδὴ οὐκ ἀνέχεσθαί μοι φαίνει, οὐκ οἶδʼ εἰ Χρυσάντᾳ τουτῳῒ δῶ,3 ἐπεὶ καὶ τὴν ἕδραν σου ὑφήρπασε.
“确实如此,”戈布里亚斯说,“我写下了许多这样的话,若你娶我的女儿为妻,我绝不会吝惜将它们给你;至于那些酒杯,”他说,“既然你似乎无法忍受它们,我不知道是否应当给这里的克律桑塔斯,因为他也抢走了你的座位。”
καὶ μὲν δή, ἔφη ὁ Κῦρος, ὦ Ὑστάσπα, καὶ οἱ ἄλλοι δὲ οἱ παρόντες, ἢν ἐμοὶ λέγητε, ὅταν τις ὑμῶν γαμεῖν ἐπιχειρήσῃ, γνώσεσθε ὁποῖός τις κἀγὼ συνεργὸς ὑμῖν ἔσομαι.
“而且确实,”居鲁士说,“许斯塔斯佩斯,还有在场的其他人,你们若是告诉我何时有人打算成婚,你们就会知道我也将成为你们怎样的一位帮手。”
- 8.4.10ὥστε εἰς τὴν τιμιωτέραν ἐμοῦ χώραν ἱδρυθῆναι
紧随动词 ἔγραψας(写下、安排)之后的 ὥστε + 不定词表示意图达成的结果(“使之坐于……”)。紧跟在比较级 τιμιωτέραν 之后的 ἐμοῦ 是比较属格,意为“比我更受尊重的位子”。
- 8.4.11ἃ δὲ ἐμὲ αἴσθοιτο βουλόμενον μὲν εἰδέναι τοὺς συμμάχους, αὐτὸν δέ με αἰσχυνόμενον περὶ ἐμαυτοῦ λέγειν
希求法动词 αἴσθοιτο 用于关系从句中,表示过去的一般/反复发生的动作。作为知觉动词,αἰσθάνομαι 支配两个并列的宾格分词结构(βουλόμενον μὲν... αἰσχυνόμενον δέ),其逻辑主语均为 ἐμέ。句首的关系代词 ἃ 与主句中的指示代词 ταῦτα 形成呼应。
- 8.4.16οὐκ οἶδʼ εἰ Χρυσάντᾳ τουτῳῒ δῶ
在由 εἰ 引导的间接疑问从句中,不定过去时虚拟式 δῶ 作为审议虚拟式(deliberative subjunctive)使用,表示“我不知道是否应当给……”。
