- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:8.4.1-8.4.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
居鲁士举办祝捷宴会,依座次彰明下属的功勋与恩宠,分赐珍馐展现仁爱,并与群臣亲切对谈。
θύσας δὲ καὶ ὁ Κῦρος νικητήρια ἑστιῶν ἐκάλεσε τῶν φίλων οἳ μάλιστʼ αὐτὸν αὔξειν τε βουλόμενοι φανεροὶ ἦσαν καὶ τιμῶντες εὐνοϊκώτατα. συνεκάλεσε δὲ αὐτοῖς καὶ Ἀρτάβαζον τὸν Μῆδον καὶ Τιγράνην τὸν Ἀρμένιον καὶ τὸν Ὑρκάνιον ἵππαρχον καὶ Γωβρύαν.
居鲁士在举行了祝捷的祭祀并设席犒劳之后,邀请了那些最显然愿尊崇他、且最怀好意敬重他的朋友们。与他们一同,居鲁士还召集了米底人阿尔塔巴佐斯、亚美尼亚人提格拉涅斯、希尔卡尼亚骑兵指挥官以及戈布里亚斯。
Γαδάτας δὲ τῶν σκηπτούχων ἦρχεν αὐτῷ, καὶ ᾗ ἐκεῖνος διεκόσμησεν ἡ πᾶσα ἔνδον δίαιτα καθειστήκει· καὶ ὁπότε μὲν συνδειπνοῖέν τινες, οὐδʼ ἐκάθιζε Γαδάτας, ἀλλʼ ἐπεμελεῖτο· ὁπότε δὲ αὐτοὶ εἶεν, καὶ συνεδείπνει· ἥδετο γὰρ αὐτῷ συνών· ἀντὶ δὲ τούτων πολλοῖς καὶ μεγάλοις ἐτιμᾶτο ὑπὸ τοῦ Κύρου, διὰ δὲ Κῦρον καὶ ὑπʼ ἄλλων.
加达塔斯担任着他左右的持杖官长,府内所有的饮食起居安排都由他整饬制定。每当有宾客一同进餐时,加达塔斯甚至不入座,而是忙于照料奔波;但每当只有他们独自相处时,他也一同就座共餐,因为居鲁士喜欢有他在侧陪伴。作为对此的回报,他受到了居鲁士许多重大的尊荣厚遇,并且因居鲁士的缘故也受到他人的尊崇。
ὡς δʼ ἦλθον οἱ κληθέντες ἐπὶ τὸ δεῖπνον, οὐχ ὅπου ἔτυχεν ἕκαστον ἐκάθιζεν, ἀλλʼ ὃν μὲν μάλιστα ἐτίμα, παρὰ τὴν ἀριστερὰν χεῖρα, ὡς εὐεπιβουλευτοτέρας ταύτης οὔσης ἢ τῆς δεξιᾶς,1 τὸν δὲ δεύτερον παρὰ τὴν δεξιάν, τὸν δὲ τρίτον πάλιν παρὰ τὴν ἀριστεράν, τὸν δὲ τέταρτον παρὰ τὴν δεξιάν· καὶ ἢν πλέονες ὦσιν, ὡσαύτως.
当受邀赴宴的人到齐后,居鲁士并不是随随便便让每个人就座,而是把他最看重的人安排在他的左手侧,这是因为左侧比右侧更容易遭受图谋袭击;把排在第二位的人安排在右手侧,第三位再安排在左手侧,第四位安排在右手侧;如果人数更多,也照此办理。
σαφηνίζεσθαι δὲ ὡς ἕκαστον ἐτίμα διὰ τοῦτο ἐδόκει αὐτῷ ἀγαθὸν εἶναι, ὅτι ὅπου μὲν οἴονται ἅνθρωποι τὸν κρατιστεύοντα μήτε κηρυχθήσεσθαι μήτε ἆθλα λήψεσθαι, δῆλοί εἰσιν ἐνταῦθα οὐ φιλονίκως πρὸς ἀλλήλους ἔχοντες· ὅπου δὲ μάλιστα πλεονεκτῶν ὁ κράτιστος φαίνεται, ἐνταῦθα προθυμότατα φανεροί εἰσιν ἀγωνιζόμενοι πάντες.
而把如何看重每个人这件事彰显明确,居鲁士认为是有益的,原因在于:凡是在人们以为最优秀者既得不到宣扬也得不到奖赏的地方,显然他们彼此之间就不会存有竞争之心;而在最优秀者被显明享有最大优待的地方,显然所有的人都会怀着最热切的劲头去竞争角逐。
καὶ ὁ Κῦρος δὲ οὕτως ἐσαφήνιζε μὲν τοὺς κρατιστεύοντας παρʼ ἑαυτῷ, εὐθὺς ἀρξάμενος ἐξ ἕδρας καὶ παραστάσεως. οὐ μέντοι ἀθάνατον τὴν ταχθεῖσαν ἕδραν κατεστήσατο, ἀλλὰ νόμιμον ἐποιήσατο καὶ ἀγαθοῖς ἔργοις προβῆναι εἰς τὴν τιμιωτέραν ἕδραν, καὶ εἴ τις ῥᾳδιουργοίη, ἀναχωρῆσαι εἰς τὴν ἀτιμοτέραν. τὸν δὲ πρωτεύοντα ἐν ἕδρᾳ ᾐσχύνετο μὴ οὐ πλεῖστα καὶ ἀγαθὰ ἔχοντα παρʼ αὐτοῦ φαίνεσθαι.2 καὶ ταῦτα δὲ ἐπὶ Κύρου γενόμενα οὕτως ἔτι καὶ νῦν διαμένοντα αἰσθανόμεθα.
于是居鲁士就是这样,直接从座次与站立位置开始,将自己身边最优秀的人明确彰显出来。然而,他并没有将指定的座位定为一成不变,而是确立了一条规矩:凭借优异的作为可以升迁到更尊贵的席位,而如果有人玩忽职守,就要退回到地位较低的席位。而且,如果占据首席的人从居鲁士这里得到的财物好处显不出是最多的,居鲁士便以此为耻。在居鲁士时代设立的这些做法,我们察觉到至今仍然在延续着。
ἐπεὶ δὲ ἐδείπνουν, ἐδόκει τῷ Γωβρύᾳ τὸ μὲν πολλὰ ἕκαστα εἶναι οὐδέν τι θαυμαστὸν παρʼ ἀνδρὶ πολλῶν ἄρχοντι· τὸ δὲ τὸν Κῦρον οὕτω μεγάλα πράττοντα, εἴ τι ἡδὺ δόξειε λαβεῖν, μηδὲν τούτων μόνον καταδαπανᾶν, ἀλλʼ ἔργον ἔχειν αὐτὸν ἐδόμενον τούτου κοινωνεῖν τοὺς παρόντας, πολλάκις δὲ καὶ τῶν ἀπόντων φίλων ἔστιν οἷς ἑώρα πέμποντα ταῦτα αὐτὸν οἷς ἡσθεὶς τύχοι·3 ὥστε ἐπεὶ ἐδεδειπνήκεσαν καὶ πάντα τὰ λοιπὰ πολλὰ ὄντα διεπεπόμφει ὁ Κῦρος ἀπὸ τῆς τραπέζης, εἶπεν ἄρα ὁ Γωβρύας· ἀλλʼ, ἐγώ, ὦ Κῦρε, πρόσθεν μὲν ἡγούμην τούτῳ σε πλεῖστον διαφέρειν ἀνθρώπων τῷ στρατηγικώτατον εἶναι· νῦν δὲ θεοὺς ὄμνυμι ἦ μὴν ἐμοὶ δοκεῖν πλέον σε διαφέρειν φιλανθρωπίᾳ ἢ στρατηγίᾳ.4 νὴ Δίʼ, ἔφη ὁ Κῦρος· καὶ μὲν δὴ καὶ ἐπιδείκνυμαι τὰ ἔργα πολὺ ἥδιον φιλανθρωπίας ἢ στρατηγίας. πῶς δή; ἔφη ὁ Γωβρύας. ὅτι, ἔφη, τὰ μὲν κακῶς ποιοῦντα ἀνθρώπους δεῖ ἐπιδείκνυσθαι, τὰ δὲ εὖ.
当他们进餐时,在戈布里亚斯看来,对于一个统治众邦的人而言,各种物品丰盛本不足为奇;然而居鲁士成就了如此丰功伟绩,一旦得到任何珍馐美味,从不独自享用其中的任何一样,而是把让在场的人一同分享看作自己的要务,甚至戈布里亚斯屡次看到,对自己所中意的食物,居鲁士还会派人送给某些不在场的朋友;因此,当他们用完了餐,居鲁士把餐桌上余留的众多食物全部打发分送出去之后,戈布里亚斯便说道:“居鲁士啊,从前我以为你最超出常人的地方在于你是最杰出的将领;但如今我凭众神起誓,在我看来,你在仁爱人道上超越众人的程度远胜于你的将略。” “凭宙斯起誓,”居鲁士说道,“而且我展现仁爱之举,确实远比展现统帅之举要欣慰得多。”“何以见得呢?”戈布里亚斯问。居鲁士说道:“因为统帅之举必须在危害他人的同时展现出来,而仁爱之举却能在造福他人的同时展现出来。”
ἐκ τούτου δὴ ἐπεὶ ὑπέπινον, ἤρετο ὁ Ὑστάσπας τὸν Κῦρον· ἆρʼ ἄν, ἔφη, ὦ Κῦρε, ἀχθεσθείης μοι, εἴ σε ἐροίμην ὃ βούλομαί σου πυθέσθαι; ἀλλὰ ναὶ μὰ τοὺς θεούς, ἔφη, τοὐναντίον τούτου ἀχθοίμην ἄν σοι, εἰ αἰσθοίμην σιωπῶντα ἃ βούλοιο ἐρέσθαι. λέγε δή μοι, ἔφη, ἤδη πώποτε καλέσαντός σου οὐκ ἦλθον; εὐφήμει, ἔφη ὁ Κῦρος. ἀλλʼ ὑπακούων σχολῇ ὑπήκουσα; οὐδὲ τοῦτο. προσταχθὲν δέ τι ἤδη σοι οὐκ ἔπραξα; οὐκ αἰτιῶμαι, ἔφη. ὃ δὲ πράττοιμι, ἔστιν ὅ τι πώποτε οὐ προθύμως ἢ οὐχ ἡδομένως πράττοντά με κατέγνως; τοῦτο δὴ πάντων ἥκιστα, ἔφη ὁ Κῦρος.
此后,当他们饮酒微醺时,许斯塔斯佩斯向居鲁士问道:“居鲁士啊,如果我向你询问我想要向你求知的事情,你会对我感到厌烦吗?”居鲁士答道:“绝不,凭众神起誓,恰恰相反,如果我察觉到你把你想要问的事情默藏于心,我才会对你感到厌烦呢。”“那么请告诉我吧,”许斯塔斯佩斯说道,“迄今在你召唤我时,我可曾没有前来过?”“休得胡说,”居鲁士说。“那么在听从召唤时我曾拖沓迟延吗?”“也绝无此事。”“那么有你所吩咐的差事是我不曾执行的吗?”“我绝无此指责,”居鲁士说道。“而在我所执行的差事中,你曾几时发现我有哪件事不是满腔热忱、欢欣愉悦地去办的呢?”居鲁士说道:“这更是绝无仅有的事了。”
- 8.4.3ὡς εὐεπιβουλευτοτέρας ταύτης οὔσης ἢ τῆς δεξιᾶς
由连词 ὡς 引导的属格绝对构式(genitive absolute),用来表达主句主语(居鲁士)的主观动机或判断依据,意为“考虑到比起右侧,这一侧更容易遭受图谋袭击”。这体现的是居鲁士本人安排席位时的防范考量,而非单纯的客观陈述。
- 8.4.5ᾐσχύνετο μὴ οὐ πλεῖστα καὶ ἀγαθὰ ἔχοντα παρʼ αὐτοῦ φαίνεσθαι
动词 ᾐσχύνετο(感到羞耻)本身含有否定性情感,其后接由双重否定词 μὴ οὐ 修饰的动词不定式 φαίνεσθαι。希腊语语法中,在表示羞耻、阻碍或否定的动词后,不定式常加 μὴ οὐ,整句意为“若首座之人从他那里所得的好处显得不是最多的,他就会引以为耻(即必定确保首座之人享有最多恩遇)”。
- 8.4.6τὸ δὲ τὸν Κῦρον οὕτω μεγάλα πράττοντα, εἴ τι ἡδὺ δόξειε λαβεῖν, μηδὲν τούτων μόνον καταδαπανᾶν, ἀλλʼ ἔργον ἔχειν αὐτὸν ἐδόμενον τούτου κοινωνεῖν τοὺς παρόντας, πολλάκις δὲ καὶ τῶν ἀπόντων φίλων ἔστιν οἷς ἑώρα πέμποντα ταῦτα αὐτὸν οἷς ἡσθεὶς τύχοι
该句由 τὸ μέν... τὸ δέ... 对比结构统领,但后半句出现了轻微的破格结构(anacoluthon)。前半段 τὸ μέν 引出由 ἐδόκει τῷ Γωβρύᾳ 支配的不定式从句(各样物品丰盛本身并不足奇);后半段 τὸ δέ 起初采用带定冠词的“宾格加不定式”结构(τὸν Κῦρον... καταδαπανᾶν, ἀλλʼ ἔργον ἔχειν...),但在后半截转入了直接感知动词 ἑώρα πέμποντα(他看见他派人送去),最终引向下一句的 ὥστε 结果从句。此外,句中 ἔστιν οἷς 为惯用表达,相当于 ἐνίοις(“给某些人”)。
- 8.4.7ἦ μὴν ἐμοὶ δοκεῖν πλέον σε διαφέρειν φιλανθρωπίᾳ ἢ στρατηγίᾳ
在由郑重起誓(θεοὺς ὄμνυμι ἦ μήν)所引导的宾格加不定式从句(σε... διαφέρειν)中,插入了作限制性独立使用的动词不定式 ἐμοὶ δοκεῖν(“据我看来 / 依我所见”)。该短语在此作状语,表达说话者戈布里亚斯个人的主观评断。
