← 色诺芬

居鲁士的教育

§8.3.42-8.3.50

费劳拉斯将财产转交萨卡人的协议

费劳拉斯阐明拥有财富带来的烦扰,提议将全部家产及管理之责让予萨卡人,自己则专注于公务与同伴交往;两人达成协议并皆大欢喜。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.3.42

καὶ ὁ Σάκας, ἀλλὰ ναὶ μὰ Δίʼ, ἔφη, ὅταν σῶα ᾖ, πολλὰ ὁρῶν πολλαπλάσια ἐμοῦ εὐφραίνῃ. καὶ ὁ Φεραύλας εἶπεν· οὔτοι, ὦ Σάκα, οὕτως ἡδύ ἐστι τὸ ἔχειν χρήματα ὡς ἀνιαρὸν τὸ ἀποβάλλειν. γνώσῃ δʼ ὅτι ἐγὼ ἀληθῆ λέγω· τῶν μὲν γὰρ πλουτούντων οὐδεὶς ἀναγκάζεται ὑφʼ ἡδονῆς ἀγρυπνεῖν, τῶν δὲ ἀποβαλλόντων τι ὄψει οὐδένα δυνάμενον καθεύδειν ὑπὸ λύπης.

萨卡人说道:“可是凭宙斯起誓,每当它们平安无事时,你看着这许多财物,心中的快乐岂不胜过我成倍之多!” 费劳拉斯说道:“萨卡人啊,拥有财富绝不像失去财富令人痛苦那样令人愉快。你自会知道我说的是真话;因为在富人之中,绝无一人因快乐而被逼得彻夜难眠;但若是有人失去了财物,你绝不会见到有谁因悲伤还能睡得着觉。”

§8.3.43

μὰ Δίʼ, ἔφη ὁ Σάκας, οὐδέ γε τῶν λαμβανόντων τι νυστάζοντα οὐδένα ἂν ἴδοις ὑφʼ ἡδονῆς.

“凭宙斯起誓,”萨卡人说道,“你也不会见到任何获得财物的人会因快乐而打瞌睡!”

§8.3.44

ἀληθῆ, ἔφη, λέγεις· εἰ γάρ τοι τὸ ἔχειν οὕτως ὥσπερ τὸ λαμβάνειν ἡδὺ ἦν, πολὺ ἂν διέφερον εὐδαιμονίᾳ οἱ πλούσιοι τῶν πενήτων. καὶ ἀνάγκη δέ τοί ἐστιν, ἔφη, ὦ Σάκα, τὸν πολλὰ ἔχοντα πολλὰ καὶ δαπανᾶν καὶ εἰς θεοὺς καὶ εἰς φίλους καὶ εἰς ξένους· ὅστις οὖν ἰσχυρῶς χρήμασιν ἥδεται, εὖ ἴσθι τοῦτον καὶ δαπανῶντα ἰσχυρῶς ἀνιᾶσθαι.

“你说得对,”费劳拉斯说道,“因为如果拥有财物就像得到财物一样令人快乐,富人在幸福上必定大大超越穷人。萨卡人啊,而且拥有许多财物的人,也必然要为神明、朋友和宾客花费许多。因此,凡是极端因财物而快乐的人,你切记,他在花费时也同样会极端痛苦。”

§8.3.45

ναὶ μὰ Δίʼ, ἔφη ὁ Σάκας, ἀλλʼ οὐκ ἐγὼ τούτων εἰμί, ἀλλὰ καὶ εὐδαιμονίαν τοῦτο νομίζω τὸ πολλὰ ἔχοντα πολλὰ καὶ δαπανᾶν.

“凭宙斯起誓,”萨卡人说道,“但我绝不是这类人;相反,我认为拥有许多并花费许多,这本身就是幸福。”

§8.3.46

τί οὖν, ἔφη, πρὸς τῶν θεῶν, ὁ Φεραύλας, οὐχὶ σύγε αὐτίκα μάλα εὐδαίμων ἐγένου καὶ ἐμὲ εὐδαίμονα ἐποίησας;1 λαβὼν γάρ, ἔφη, ταῦτα πάντα κέκτησο, καὶ χρῶ ὅπως βούλει αὐτοῖς· ἐμὲ δὲ μηδὲν ἄλλο ἢ ὥσπερ ξένον τρέφε, καὶ ἔτι εὐτελέστερον ἢ ξένον· ἀρκέσει γάρ μοι ὅ τι ἂν καὶ σὺ ἔχῃς τούτων μετέχειν.

“那么以众神的名义,”费劳拉斯说道,“你为何不当下就立刻变得幸福,同时也让我变得幸福呢?因为你把这一切都接过去据为己有吧,随你喜欢去使用它们;至于我,除了像对待客人一样供养我之外,无需做别的事,甚至比对待客人还要简朴一些;因为只要能分享你所拥有的这些东西,对我而言就足够了。”

§8.3.47

παίζεις, ἔφη ὁ Σάκας. καὶ ὁ Φεραύλας ὀμόσας εἶπεν ἦ μὴν σπουδῇ λέγειν. καὶ ἄλλα γέ σοι, ὦ Σάκα, προσδιαπράξομαι παρὰ Κύρου, μήτε θύρας τὰς Κύρου θεραπεύειν μήτε στρατεύεσθαι· ἀλλὰ σὺ μὲν πλουτῶν οἴκοι μένε· ἐγὼ δὲ ταῦτα ποιήσω καὶ ὑπὲρ σοῦ καὶ ὑπὲρ ἐμοῦ· καὶ ἐάν τι ἀγαθὸν προσλαμβάνω διὰ τὴν Κύρου θεραπείαν ἢ καὶ ἀπὸ στρατείας τινός, οἴσω πρὸς σέ, ἵνα ἔτι πλειόνων ἄρχῃς· μόνον, ἔφη, ἐμὲ ἀπόλυσον ταύτης τῆς ἐπιμελείας· ἢν γὰρ ἐγὼ σχολὴν ἄγω ἀπὸ τούτων, ἐμοί τέ σε οἴομαι πολλὰ καὶ Κύρῳ χρήσιμον ἔσεσθαι.2

“你在开玩笑吧,”萨卡人说道。费劳拉斯起誓说他确是严肃认真的。“萨卡人啊,我还会为你向居鲁士争取别的好处,让你既不必在居鲁士门前侍奉,也不必从军征战。你就富足地留在家里吧;而我来为你也为我自己去履行这些义务。如果我因侍奉居鲁士或从某次征战中获得任何额外的好处,我都会带给你,好让你统领更多的财物。只要,”他说道,“你让我从这种操心之中解脱出来;因为若我能从这些事务中脱身闲暇,我想无论对我还是对居鲁士,你都将在许多方面大有用处。”

§8.3.48

τούτων οὕτω ῥηθέντων ταῦτα συνέθεντο καὶ ταῦτα ἐποίουν. καὶ ὁ μὲν ἡγεῖτο εὐδαίμων γεγενῆσθαι, ὅτι πολλῶν ἦρχε χρημάτων· ὁ δʼ αὖ ἐνόμιζε μακαριώτατος εἶναι, ὅτι ἐπίτροπον ἕξοι σχολὴν παρέχοντα πράττειν ὅ τι ἂν αὐτῷ ἡδὺ ᾖ.

这些话谈妥之后,他们便达成了这项协议,并付诸实行。一人认为自己已变得幸福,因为他掌管了大量财富;而另一人则认为自己无比幸运,因为他将拥有一位管家,使他有闲暇去从事任何他感到称心如意之事。

§8.3.49

ἦν δὲ τοῦ Φεραύλα ὁ τρόπος φιλέταιρός τε καὶ θεραπεύειν οὐδὲν ἡδὺ αὐτῷ οὕτως ἐδόκει εἶναι οὐδʼ ὠφέλιμον ὡς ἀνθρώπους. καὶ γὰρ βέλτιστον πάντων τῶν ζῴων ἡγεῖτο ἄνθρωπον εἶναι καὶ εὐχαριστότατον, ὅτι ἑώρα τούς τε ἐπαινουμένους ὑπό τινος ἀντεπαινοῦντας τούτους προθύμως τοῖς τε χαριζομένοις πειρωμένους ἀντιχαρίζεσθαι, καὶ οὓς γνοῖεν εὐνοϊκῶς ἔχοντας, τούτοις ἀντʼ εὖ νοοῦντας,3 καὶ οὓς εἰδεῖεν φιλοῦντας αὐτούς, τούτους μισεῖν οὐ δυναμένους, καὶ γονέας δὲ πολὺ μᾶλλον ἀντιθεραπεύειν πάντων τῶν ζῴων ἐθέλοντας καὶ ζῶντας καὶ τελευτήσαντας· τὰ δʼ ἄλλα πάντα ζῷα καὶ ἀχαριστότερα καὶ ἀγνωμονέστερα ἀνθρώπων ἐγίγνωσκεν εἶναι.

费劳拉斯的天性热爱同伴,在他看来,没有什么比照料人更令人愉快、更有益处的了。因为他认为人是所有生灵中最优秀、最知恩图报的;因为他看到,受人称赞的人会热切地反过来称赞对方,受人恩惠的人会尽力回报施恩者,对他们所知心怀善意的人回报以善意,对他们所知爱护自己的人无法去憎恨,并且远比一切生灵都更愿意反哺奉养父母,无论父母在世还是亡故;而他认定,其他所有动物都比人类更加忘恩负义、麻木不仁。

§8.3.50

οὕτω δὴ ὅ τε Φεραύλας ὑπερήδετο ὅτι ἐξέσοιτο αὐτῷ ἀπαλλαγέντι τῆς τῶν ἄλλων κτημάτων ἐπιμελείας ἀμφὶ τοὺς φίλους ἔχειν, ὅ τε Σάκας ὅτι ἔμελλε πολλὰ ἔχων πολλοῖς χρήσεσθαι. ἐφίλει δὲ ὁ μὲν Σάκας τὸν Φεραύλαν, ὅτι προσέφερέ τι ἀεί· ὁ δὲ τὸν Σάκαν, ὅτι παραλαμβάνειν πάντα ἤθελε καὶ ἀεὶ πλειόνων ἐπιμελούμενος οὐδὲν μᾶλλον αὐτῷ ἀσχολίαν παρεῖχε. καὶ οὗτοι μὲν δὴ οὕτω διῆγον.

因此,费劳拉斯大为欣喜,因为摆脱了对其余财产的操劳之后,他将能够全心陪伴朋友;萨卡人也大为欣喜,因为他坐拥巨资,将可以尽情支配使用。萨卡人敬爱费劳拉斯,因为他总是不住地送来财物;费劳拉斯也敬爱萨卡人,因为他愿意接管一切,虽操持着越来越繁多的家业,却丝毫没有给费劳拉斯增添任何忙乱。他们就这样生活着。

语法注3 条
  1. 8.3.46οὐχὶ σύγε αὐτίκα μάλα εὐδαίμων ἐγένου καὶ ἐμὲ εὐδαίμονα ἐποίησας;

    句首疑问词 τί 及否定词 οὐχί(τί ... οὐχί)与直陈式不定过去时(ἐγένου, ἐποίησας)连用,并非询问过去的动作,而是希腊语中表示急迫劝告或提议的惯用句式(即“何不立刻……”、“快去……吧”)。

  2. 8.3.47ἐμοί τέ σε οἴομαι πολλὰ καὶ Κύρῳ χρήσιμον ἔσεσθαι

    中性复数宾格 πολλά 作状语使用(意为“在许多方面/大为”),修饰形容词 χρήσιμον(作为不定式 ἔσεσθαι 的表语)。ἐμοί 和 Κύρῳ 为依附于 χρήσιμον 的与格,σε 则是不定式从句的逻辑主语(宾格)。

  3. 8.3.49καὶ οὓς γνοῖεν εὐνοϊκῶς ἔχοντας, τούτοις ἀντʼ εὖ νοοῦντας

    关系从句中的希求式 γνοῖεν(以及随后的 εἰδεῖεν)是因主干历史时态(ἑώρα, ἡγεῖτο)而引发的间接引语/过去普遍性希求式。ἀντʼ εὖ νοοῦντας(由 ἀντί, εὖ 与 νοοῦντας 构成,或动词 ἀντευνοέω 的分词)与依附于 ἑώρα 的一系列补足分词(ἀντεπαινοῦντας, πειρωμένους 等)构成并列。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:8.3.42-8.3.50