- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:8.3.9-8.3.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
居鲁士率领盛大的祭祀仪仗与军容从王宫首次出巡,展现敬神牺牲与森严序列,令众人伏地叩拜并通过骑兵将领统理民众请愿。
ἡνίκα δʼ ἡ ὑστεραία ἧκε, καθαρὰ μὲν ἦν πάντα πρὸ ἡμέρας, στοῖχοι δὲ εἱστήκεσαν ἔνθεν καὶ ἔνθεν τῆς ὁδοῦ, ὥσπερ καὶ νῦν ἔτι ἵστανται ᾗ ἂν βασιλεὺς μέλλῃ ἐλαύνειν· ὧν ἐντὸς οὐδενὶ ἔστιν εἰσιέναι τῶν μὴ τετιμημένων· μαστιγοφόροι δὲ καθέστασαν, οἳ ἔπαιον εἴ τις ἐνοχλοίη. ἕστασαν δὲ πρῶτον μὲν τῶν δορυφόρων εἰς τετρακισχιλίους ἔμπροσθεν τῶν πυλῶν εἰς τέτταρας, δισχίλιοι δʼ ἑκατέρωθεν τῶν πυλῶν.
次日来临时,天亮之前一切均已清扫齐备,道路两侧整齐列队,正如如今只要国王出巡他们依然肃立的那样;凡未获殊荣者,一概不得进入这列队之内。现场还安排了执鞭者,若有人滋扰生事,他们便予以抽打。首先,持矛卫士约四千人列成四行肃立在宫门前,另有两千人分列在宫门两侧。
καὶ οἱ ἱππεῖς δὲ πάντες παρῆσαν καταβεβηκότες ἀπὸ τῶν ἵππων, καὶ διειρκότες τὰς χεῖρας διὰ τῶν κανδύων, ὥσπερ καὶ νῦν ἔτι διείρουσιν, ὅταν ὁρᾷ βασιλεύς. ἕστασαν δὲ Πέρσαι μὲν ἐκ δεξιᾶς, οἱ δὲ ἄλλοι σύμμαχοι ἐξ ἀριστερᾶς τῆς ὁδοῦ, καὶ τὰ ἅρματα ὡσαύτως τὰ ἡμίσεα ἑκατέρωθεν.
骑兵们也全都到齐,他们已从战马上下得身来,将双手插在长袍衣袖之中,正如如今每逢国王注视他们时依然插着那样。波斯人列在道路右侧,其他盟军列在左侧,战车亦同样各半分布在两侧。
ἐπεὶ δʼ ἀνεπετάννυντο αἱ τοῦ βασιλείου πύλαι, πρῶτον μὲν ἤγοντο τῷ Διὶ ταῦροι πάγκαλοι εἰς τέτταρας καὶ οἷς τῶν ἄλλων θεῶν οἱ μάγοι ἐξηγοῦντο·1 πολὺ γὰρ οἴονται Πέρσαι χρῆναι τοῖς περὶ τοὺς θεοὺς μᾶλλον τεχνίταις χρῆσθαι ἢ περὶ τἆλλα.
当宫门大开时,首先四头一排地牵引出献给宙斯的极佳公牛,以及按照拜火僧指定献给其他诸神的牲畜;因为波斯人认为,在敬神之事上比在其他任何事上都更应当依靠专家行事。
μετὰ δὲ τοὺς βοῦς ἵπποι ἤγοντο θῦμα τῷ Ἡλίῳ· μετὰ δὲ τούτους ἐξήγετο ἅρμα λευκὸν χρυσόζυγον ἐστεμμένον Διὸς ἱερόν· μετὰ δὲ τοῦτο Ἡλίου ἅρμα λευκόν, καὶ τοῦτο ἐστεμμένον ὥσπερ τὸ πρόσθεν· μετὰ δὲ τοῦτο ἄλλο τρίτον ἅρμα ἐξήγετο, φοινικίσι καταπεπταμένοι οἱ ἵπποι, καὶ πῦρ ὄπισθεν αὐτοῦ ἐπʼ ἐσχάρας μεγάλης ἄνδρες εἵποντο φέροντες.
在牛群之后,牵出献祭给太阳神的马匹;其后引出一辆配有金色车轭、饰有花环的白色战车,这是献给宙斯的圣车;接着是太阳神的白色战车,这辆也如前一辆那样饰有花环;再后引出第三辆战车,其马匹覆着绯红马布,战车后面跟着在巨大火盆上承载烈火前行的人夫。
ἐπὶ δὲ τούτοις ἤδη αὐτὸς ἐκ τῶν πυλῶν προυφαίνετο ὁ Κῦρος ἐφʼ ἅρματος ὀρθὴν ἔχων τὴν τιάραν καὶ χιτῶνα πορφυροῦν μεσόλευκον ʽἄλλῳ δʼ οὐκ ἔξεστι μεσόλευκον ἔχειν̓, καὶ περὶ τοῖς σκέλεσιν ἀναξυρίδας ὑσγινοβαφεῖς, καὶ κάνδυν ὁλοπόρφυρον. εἶχε δὲ καὶ διάδημα περὶ τῇ τιάρᾳ· καὶ οἱ συγγενεῖς δὲ αὐτοῦ τὸ αὐτὸ τοῦτο σημεῖον εἶχον, καὶ νῦν τὸ αὐτὸ τοῦτο ἔχουσι.
紧随这些之后的,便是居鲁士本人乘着战车从宫门中现身。他头戴直立的头冠,身着中间白条的紫红长袍(除他之外旁人不得穿中间带白的袍子),腿上套着深绯色的长裤,外披通体紫红的外袍。他的头冠周围还系着王冠带;他的宗族亲属也佩戴着相同的标识,直至如今仍佩戴着这同一印记。
τὰς δὲ χεῖρας ἔξω τῶν χειρίδων εἶχε. παρωχεῖτο δὲ αὐτῷ ἡνίοχος μέγας μέν, μείων δʼ ἐκείνου εἴτε καὶ τῷ ὄντι εἴτε καὶ ὁπωσοῦν· μείζων δʼ ἐφάνη πολὺ Κῦρος. ἰδόντες δὲ πάντες προσεκύνησαν, εἴτε καὶ ἄρξαι τινὲς κεκελευσμένοι εἴτε καὶ ἐκπλαγέντες τῇ παρασκευῇ καὶ τῷ δόξαι μέγαν τε καὶ καλὸν φανῆναι τὸν Κῦρον.2 πρόσθεν δὲ Περσῶν οὐδεὶς Κῦρον προσεκύνει.
他的双手露在衣袖之外。与他并车而乘的御者虽然身材魁伟,但无论实情本就如此还是出于某种缘故,身材总逊于他;居鲁士显得远远高大魁梧得多。众人一见到他便纷纷伏地叩拜,不知是因为有人奉命带头叩拜,还是因为被这盛大的仪仗以及居鲁士那显得高大伟岸的英姿所震慑。然而在此之前,波斯人中未曾有人叩拜居鲁士。
ἐπεὶ δὲ προῄει τὸ τοῦ Κύρου ἅρμα, προηγοῦντο μὲν οἱ τετρακισχίλιοι δορυφόροι, παρείποντο δὲ οἱ δισχίλιοι ἑκατέρωθεν τοῦ ἅρματος· ἐφείποντο δὲ οἱ περὶ αὐτὸν σκηπτοῦχοι ἐφʼ ἵππων κεκοσμημένοι σὺν τοῖς παλτοῖς ἀμφὶ τοὺς τριακοσίους.
当居鲁士的战车前行时,四千名持矛卫士在前方引导,两千名卫士分随在战车两侧;随侍在侧的约三百名执杖官身着华装、手持投枪,骑马跟在后面。
οἱ δʼ αὖ τῷ Κύρῳ τρεφόμενοι ἵπποι παρήγοντο χρυσοχάλινοι, ῥαβδωτοῖς ἱματίοις καταπεπταμένοι, ἀμφὶ τοὺς διακοσίους· ἐπὶ δὲ τούτοις δισχίλιοι ξυστοφόροι· ἐπὶ δὲ τούτοις ἱππεῖς οἱ πρῶτοι γενόμενοι μύριοι, εἰς ἑκατὸν πανταχῇ τεταγμένοι· ἡγεῖτο δʼ αὐτῶν Χρυσάντας· ἐπὶ δὲ τούτοις μύριοι ἄλλοι Περσῶν ἱππεῖς τεταγμένοι ὡσαύτως, ἡγεῖτο δʼ αὐτῶν Ὑστάσπας· ἐπὶ δὲ τούτοις ἄλλοι μύριοι ὡσαύτως, ἡγεῖτο δʼ αὐτῶν Δατάμας· ἐπὶ δὲ τούτοις ἄλλοι, ἡγεῖτο δʼ αὐτῶν Γαδάτας· ἐπὶ δὲ τούτοις Μῆδοι ἱππεῖς, ἐπὶ δὲ τούτοις Ἀρμένιοι, μετὰ δὲ τούτους Ὑρκάνιοι, μετὰ δὲ τούτους Καδούσιοι, ἐπὶ δὲ τούτοις Σάκαι· μετὰ δὲ τοὺς ἱππέας ἅρματα ἐπὶ τεττάρων τεταγμένα, ἡγεῖτο δʼ αὐτῶν Ἀρταβάτας Πέρσης.
接着,为居鲁士饲养的大约两百匹战马被牵引而行,均佩带黄金马衔,身披条纹布罩;其后是两千名持矛骑兵;其后是最初编成的万名骑兵,排成各方百人的方阵,由克律桑塔斯统领;紧随其后的是同样编列的另一万名波斯骑兵,由许斯塔斯佩斯统领;其后是同样编列的另一万人,由达塔玛斯统领;其后又是另一队,由加达塔斯统领;再后是米底亚骑兵,其后是亚美尼亚人,其后是许尔卡尼亚人,其后是卡杜西亚人,其后是萨卡人;骑兵之后是排成四列并行的战车,由波斯人阿尔塔巴塔斯统领。
πορευομένου δὲ αὐτοῦ πάμπολλοι ἄνθρωποι παρείποντο ἔξω τῶν σημείων, δεόμενοι Κύρου ἄλλος ἄλλης πράξεως. πέμψας οὖν πρὸς αὐτοὺς τῶν σκηπτούχων τινάς, οἳ παρείποντο αὐτῷ τρεῖς ἑκατέρωθεν τοῦ ἅρματος αὐτοῦ τούτου ἕνεκα τοῦ διαγγέλλειν, ἐκέλευσεν εἰπεῖν αὐτοῖς, εἴ τίς τι αὐτοῦ δέοιτο, διδάσκειν τῶν ἱππάρχων τινὰ ὅ τι τις βούλοιτο, ἐκείνους δʼ ἔφη πρὸς αὐτὸν ἐρεῖν.3 οἱ μὲν δὴ ἀπιόντες εὐθὺς κατὰ τοὺς ἱππέας ἐπορεύοντο καὶ ἐβουλεύοντο τίνι ἕκαστος προσίοι.
当他行进时,界标之外跟着极多民众,各自向居鲁士恳请不同的事务。居鲁士于是从左右随车各三人以便传令的执杖官中派出数人前往他们那里,命令他们向民众传达:若有人对他有所求,尽可将所欲之事告知诸位骑兵统领中的一位,统领们自会向他呈报。众人闻言随即退下,沿着骑兵队伍走去,各自思量该向哪一位统领求告。
- 8.3.11καὶ οἷς τῶν ἄλλων θεῶν οἱ μάγοι ἐξηγοῦντο
关系代名词 οἷς 吸收了处于与格的先行词(τοῖς ἄλλοις θεοῖς),并承前省略了作为牺牲的公牛或牲畜,意为“以及拜火僧为其他诸神所指定的[祭牲]”。动词 ἐξηγοῦμαι 在此具有指导、规定宗教礼仪的专门含义。
- 8.3.14εἴτε καὶ ἄρξαι τινὲς κεκελευσμένοι εἴτε καὶ ἐκπλαγέντες τῇ παρασκευῇ καὶ τῷ δόξαι μέγαν τε καὶ καλὸν φανῆναι τὸν Κῦρον
这是为主句动词 προσεκύνησαν 提供两种可能原因的并列分词结构。前者以主格被动分词 κεκελευσμένοι(带补足不定词 ἄρξαι“带头/率先”)为核心;后者以分词 ἐκπλαγέντες 为核心,后接两个表示原因的与格(τῇ παρασκευῇ 以及带冠词的不定词短语 τῷ δόξαι...)。两个分词在语法上均与主句主语 πάντες 保持主格一致。
- 8.3.19διδάσκειν τῶν ἱππάρχων τινὰ ὅ τι τις βούλοιτο, ἐκείνους δʼ ἔφη πρὸς αὐτὸν ἐρεῖν
间接引语中的复合句结构。不定词 διδάσκειν 充当承接 ἐκέλευσεν εἰπεῖν αὐτοῖς 的间接命令;条件从句(εἴ τίς τι αὐτοῦ δέοιτο)和间接疑问从句(ὅ τι τις βούλοιτο)均因主句动词为历史时态而采用斜相希求法(optativus obliquus)。后半句插入 ἔφη,主语转换为宾格的 ἐκείνους(指骑兵统领们),统摄将来时不定词 ἐρεῖν。
