- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:8.3.20-8.3.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
居鲁士将民众的请愿托付诸位亲友转奏,罢黜怠慢傲慢之徒而赏赐勤勉顺从之人;在圣域献祭之后,他主持了部族赛马。赛马中获胜的萨卡青年随手掷出的土块击中了执行差事的费劳拉斯,引出与居鲁士之间一段机智风趣的对话。
ὁ δὲ Κῦρος οὓς ἐβούλετο μάλιστα θεραπεύεσθαι τῶν φίλων ὑπὸ τῶν ἀνθρώπων, τούτους1 πέμπων τινὰ πρὸς αὑτὸν ἐκάλει καθʼ ἕνα ἕκαστον καὶ ἔλεγεν αὐτοῖς οὕτως· ἤν τις ὑμᾶς διδάσκῃ τι τούτων τῶν παρεπομένων, ὃς μὲν ἂν μηδὲν δοκῇ ὑμῖν λέγειν, μὴ προσέχετε αὐτῷ τὸν νοῦν· ὃς δʼ ἂν δικαίων δεῖσθαι δοκῇ, εἰσαγγέλλετε πρὸς ἐμέ, ἵνα κοινῇ βουλευόμενοι διαπράττωμεν αὐτοῖς.
至于居鲁士最希望受到民众尊奉的朋友,他便派人把他们一个接一个地召至身边,并对他们说道:“若是这些随从的人中有人向你们告知某事,若你们认为其言微不足道,便无需理睬;但若有人看似有所合理恳请,便向我呈报,以便我们共同商议,为他们办理妥当。”
οἱ μὲν δὴ ἄλλοι, ἐπεὶ καλέσειεν, ἀνὰ κράτος ἐλαύνοντες ὑπήκουον, συναύξοντες τὴν ἀρχὴν τῷ Κύρῳ καὶ ἐνδεικνύμενοι ὅτι σφόδρα πείθοιντο· Δαϊφέρνης δέ τις ἦν σολοικότερος ἄνθρωπος τῷ τρόπῳ, ὃς ᾤετο, εἰ μὴ ταχὺ ὑπακούοι, ἐλευθερώτερος ἂν φαίνεσθαι.2
其余的人每逢他召见,便策马全速赶来听命,以此共同增进居鲁士的威势,并表明自己极其顺从;但有一个名叫代费尔内斯的人,性情颇为粗鄙傲慢,自以为若不迅速应召,便会显得更具独立自由的气概。
αἰσθόμενος οὖν ὁ Κῦρος τοῦτο, πρὶν προσελθεῖν αὐτὸν καὶ διαλεχθῆναι αὐτῷ ὑποπέμψας τινὰ τῶν σκηπτούχων εἰπεῖν ἐκέλευσε πρὸς αὐτὸν ὅτι οὐδὲν ἔτι δέοιτο· καὶ τὸ λοιπὸν οὐκ ἐκάλει.
居鲁士察觉到这一点,在他走近并能与自己交谈之前,便暗中派遣一名执杖官前去告诉他,说自己已不再需要他;从那以后便不再召见他。
ὡς δʼ ὁ ὕστερον κληθεὶς αὐτοῦ πρότερος αὐτῷ προσήλασεν,3 ὁ Κῦρος καὶ ἵππον αὐτῷ ἔδωκε τῶν παρεπομένων καὶ ἐκέλευσε τῶν σκηπτούχων τινὰ συναπαγαγεῖν αὐτῷ ὅποι κελεύσειε. τοῖς δὲ ἰδοῦσιν ἔντιμόν τι τοῦτο ἔδοξεν εἶναι, καὶ πολὺ πλείονες ἐκ τούτου αὐτὸν ἐθεράπευον ἀνθρώπων.
然而,在他之后被召见的人却比他先一步策马赶到了居鲁士身边,居鲁士便将跟从自己的一匹战马赐予他,并命令一名执杖官随他将马牵往他所指示的任何地方。在旁观者看来,这被视为极高的殊荣,从此尊奉他的人远比以前更多。
ἐπεὶ δὲ ἀφίκοντο πρὸς τὰ τεμένη, ἔθυσαν τῷ Διὶ καὶ ὡλοκαύτησαν τοὺς ταύρους· ἔπειτα τῷ Ἡλίῳ καὶ ὡλοκαύτησαν τοὺς ἵππους· ἔπειτα Γῇ σφάξαντες ὡς ἐξηγήσαντο οἱ μάγοι ἐποίησαν· ἔπειτα δὲ ἥρωσι τοῖς Συρίαν ἔχουσι.
当他们抵达圣域时,便向宙斯献祭,并将公牛全牲焚祭;接着向太阳神献祭,并将马匹全牲焚祭;随后向大地宰杀祭牲,悉遵拜火僧的指导行事;接着又向庇佑叙利亚的英雄们献祭。
μετὰ δὲ ταῦτα καλοῦ ὄντος τοῦ χωρίου ἔδειξε τέρμα ὡς ἐπὶ πέντε σταδίων, καὶ εἶπε κατὰ φῦλα ἀνὰ κράτος ἐνταῦθα ἀφεῖναι τοὺς ἵππους. σὺν μὲν οὖν τοῖς Πέρσαις αὐτὸς ἤλασε καὶ ἐνίκα πολύ· μάλιστα γὰρ ἐμεμελήκει αὐτῷ ἱππικῆς· Μήδων δὲ Ἀρτάβαζος ἐνίκα· Κῦρος γὰρ αὐτῷ τὸν ἵππον ἐδεδώκει· Σύρων δὲ τῶν ἀποστάντων Γαδάτας· Ἀρμενίων δὲ Τιγράνης· Ὑρκανίων δὲ ὁ υἱὸς τοῦ ἱππάρχου· Σακῶν δὲ ἰδιώτης ἀνὴρ ἀπέλιπεν ἄρα τῷ ἵππῳ τοὺς ἄλλους ἵππους ἐγγὺς τῷ ἡμίσει τοῦ δρόμου.
此后,由于当地地形优美,居鲁士便在约五斯塔狄昂开外设立了终点,并令各族将战马全速放奔向那里。在波斯人中,居鲁士亲自驰奔,大胜众人,因为他对骑术向来最为用心;在米底亚人中,阿尔塔巴佐斯获胜,因为居鲁士已将战马赐给了他;在叛离的叙利亚人中,加达塔斯获胜;在亚美尼亚人中,蒂格拉涅斯获胜;在许尔卡尼亚人中,骑兵统领之子获胜;而在萨卡人中,一名平民凭借其骏马,将其他马匹甩开了将近半个赛程。
ἔνθα δὴ λέγεται ὁ Κῦρος ἐρέσθαι τὸν νεανίσκον εἰ δέξαιτʼ ἂν βασιλείαν ἀντὶ τοῦ ἵππου. τὸν δʼ ἀποκρίνασθαι ὅτι βασιλείαν μὲν οὐκ ἂν δεξαίμην, χάριν δὲ ἀνδρὶ ἀγαθῷ καταθέσθαι4 δεξαίμην ἄν.
据说,居鲁士此时便问这位青年,是否愿意用这匹马换取一座王国。青年回答道:“换取王国我断不接受,但若能以此结下一位仁人志士的恩情,我倒情愿接受。”
καὶ ὁ Κῦρος εἶπε· καὶ μὴν ἐγὼ δεῖξαί σοι θέλω ἔνθα κἂν μύων βάλῃς, οὐκ ἂν ἁμάρτοις ἀνδρὸς ἀγαθοῦ. πάντως τοίνυν, ὁ Σάκας ἔφη, δεῖξόν μοι· ὡς βαλῶ γε ταύτῃ τῇ βώλῳ,5 ἔφη ἀνελόμενος.
居鲁士说道:“我确实想指给你一处地方,在那里即便闭着眼睛投掷,也绝不会错失仁人志士。”萨卡人拾起一块土块说道:“那么务必请指给我看,因为我定要用这土块掷去。”
καὶ ὁ μὲν Κῦρος δείκνυσιν αὐτῷ ὅπου ἦσαν πλεῖστοι τῶν φίλων· ὁ δὲ καταμύων ἵησι τῇ βώλῳ καὶ παρελαύνοντος Φεραύλα τυγχάνει· ἔτυχε γὰρ ὁ Φεραύλας παραγγέλλων τι τακτὸς παρὰ τοῦ Κύρου· βληθεὶς δὲ οὐδὲ μετεστράφη, ἀλλʼ ᾤχετο ἐφʼ ὅπερ ἐτάχθη.
居鲁士便指给他看自己的友人聚集最多之处。青年闭上眼睛掷出土块,恰好击中了策马经过的费劳拉斯;当时费劳拉斯正受居鲁士委派传达某项命令。他虽被击中,却连头也不回,径直前去执行所受派的任务。
ἀναβλέψας δὲ ὁ Σάκας ἐρωτᾷ τίνος ἔτυχεν. οὐ μὰ τὸν Δίʼ, ἔφη, οὐδενὸς τῶν παρόντων. ἀλλʼ οὐ μέντοι, ἔφη ὁ νεανίσκος, τῶν γε ἀπόντων. ναὶ μὰ Δίʼ, ἔφη ὁ Κῦρος, σύγε ἐκείνου τοῦ παρὰ τὰ ἅρματα ταχὺ ἐλαύνοντος τὸν ἵππον. καὶ πῶς, ἔφη, οὐδὲ μεταστρέφεται;
萨卡人睁开眼睛问道击中了谁。居鲁士说道:“凭宙斯起誓,在此处的任何人你都没击中。”青年说道:“但绝不至于是个不在场的人吧。”“千真万确,凭宙斯起誓,”居鲁士说道,“你击中的正是沿着战车队伍飞马疾驰的那个人。”青年问道:“那他为何连头也不回呢?”
καὶ ὁ Κῦρος ἔφη· μαινόμενος γάρ τίς ἐστιν, ὡς ἔοικεν. ἀκούσας ὁ νεανίσκος ᾤχετο σκεψόμενος τίς εἴη· καὶ εὑρίσκει τὸν Φεραύλαν γῆς τε κατάπλεων τὸ γένειον καὶ αἵματος· ἐρρύη γὰρ αὐτῷ ἐκ τῆς ῥινὸς βληθέντι.
居鲁士说道:“想必是个疯子吧,看来是如此。”青年听后便前去查看那是何人;只见费劳拉斯的胡须上沾满了泥土与鲜血,原来被击中后鲜血从他鼻中流了出来。
- 8.3.20οὓς ἐβούλετο μάλιστα θεραπεύεσθαι τῶν φίλων ὑπὸ τῶν ἀνθρώπων, τούτους
先行词短语(τούτους τῶν φίλων)被提前并整合入由 οὓς 引导的关系从句中,置于主句指示代词 τούτους 之前的前置结构。主句动词 ἐκάλει 的直接宾语为 τούτους。
- 8.3.21ὃς ᾤετο, εἰ μὴ ταχὺ ὑπακούοι, ἐλευθερώτερος ἂν φαίνεσθαι
由 ᾤετο 引出的间接引语结构。潜在条件句的“希求语气+ἄν”(ἐλευθερώτερος ἂν φαίνοιτο)在此转变为不定式加 ἄν(ἂν φαίνεσθαι)。从句中的希求语气 ὑπακούοι 则是由于主句为过去时而在间接引语中采取的斜格希求语气(oblique optative)。
- 8.3.23ὁ ὕστερον κληθεὶς αὐτοῦ πρότερος αὐτῷ προσήλασεν
属格 αὐτοῦ 作比较级副词 ὕστερον 的比较属格(“比他更晚被召见的人”)。而与格 αὐτῷ 则由复合动词 προσήλασεν 中的前缀 πρός 决定(“策马赶到居鲁士身边”)。两者指代不同对象:αὐτοῦ 指代代费尔内斯,αὐτῷ 指代居鲁士。
- 8.3.26χάριν δὲ ἀνδρὶ ἀγαθῷ καταθέσθαι
短语 χάριν κατατίθεσθαι 为惯用表达,意为“储存恩惠/赢得感恩”。与格 ἀνδρὶ ἀγαθῷ 表示结交或受惠的对象。
- 8.3.27ὡς βαλῶ γε ταύτῃ τῇ βώλῳ
连词 ὡς 与将来时直陈语气 βαλῶ 连用,表示说话者坚定的意图或行动理由(“因为我确要投掷……”)。
