- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:8.3.1-8.3.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
居鲁士为首次出巡做准备,将华美的米底亚长袍赐予部属,并起用平民出身的费劳拉斯统筹行进队列。费劳拉斯机敏地向将领们分发赏赐以消除嫉恨,妥善筹办好了出巡的一切事宜。
νῦν δὲ ἤδη διηγησόμεθα ὡς τὸ πρῶτον ἐξήλασε Κῦρος ἐκ τῶν βασιλείων· καὶ γὰρ αὐτῆς τῆς ἐξελάσεως ἡ σεμνότης ἡμῖν δοκεῖ μία τῶν τεχνῶν εἶναι τῶν μεμηχανημένων τὴν ἀρχὴν μὴ εὐκαταφρόνητον εἶναι.1 πρῶτον μὲν οὖν πρὸ τῆς ἐξελάσεως εἰσκαλέσας πρὸς αὑτὸν τοὺς τὰς ἀρχὰς ἔχοντας Περσῶν τε καὶ τῶν ἄλλων συμμάχων διέδωκεν αὐτοῖς τὰς Μηδικὰς στολάς· καὶ τότε πρῶτον Πέρσαι Μηδικὴν στολὴν ἐνέδυσαν· διαδιδούς τε ἅμα τάδε ἔλεγεν αὐτοῖς ὅτι ἐλάσαι βούλοιτο εἰς τὰ τεμένη τὰ τοῖς θεοῖς ἐξῃρημένα καὶ θῦσαι μετʼ ἐκείνων.
现在我们就要叙述居鲁士最初是如何从王宫出巡的;因为我们认为,这场出巡本身的威仪正是为使王权不致轻易遭人轻视而谋划的策略之一。首先,在出巡之前,他将波斯人和其他盟友中的执政要员召集到自己身边,向他们分发了米底亚长袍;那是波斯人第一次穿上米底亚服饰。分发的同时,他向他们说明:他希望前往为诸神所划拨的圣所,与他们一同献祭。
πάρεστε οὖν, ἔφη, ἐπὶ τὰς θύρας κοσμηθέντες ταῖς στολαῖς ταύταις πρὶν ἥλιον ἀνατέλλειν, καὶ καθίστασθε ὡς ἂν ὑμῖν Φεραύλας ὁ Πέρσης ἐξαγγείλῃ παρʼ ἐμοῦ· καὶ ἐπειδάν, ἔφη, ἐγὼ ἡγῶμαι, ἕπεσθε ἐν τῇ ῥηθείσῃ χώρᾳ. ἢν δʼ ἄρα τινὶ δοκῇ ὑμῶν ἄλλῃ κάλλιον εἶναι ἢ ὡς ἂν νῦν ἐλαύνωμεν, ἐπειδὰν πάλιν ἔλθωμεν, διδασκέτω με· ὅπῃ γὰρ ἂν κάλλιστον καὶ ἄριστον ὑμῖν δοκῇ εἶναι, ταύτῃ ἕκαστα δεῖ καταστήσασθαι.
“因此,”他说,“你们要在日出之前身着这些长袍在宫门前齐集,并按照波斯人费劳拉斯从我这里传达的指令就位。当我领队前行时,”他说,“你们便在指定的序列位置跟从。倘若你们中有人觉得另一种方式比我们现在的行进更显体面,等我们归来后,尽可向我建言;因为凡是你们认为最美妙、最妥当的方式,一切就当照此安排。”
ἐπεὶ δὲ τοῖς κρατίστοις διέδωκε τὰς καλλίστας στολάς, ἐξέφερε δὴ καὶ ἄλλας Μηδικὰς στολάς, παμπόλλας γὰρ παρεσκευάσατο, οὐδὲν φειδόμενος οὔτε πορφυρίδων οὔτε ὀρφνίνων οὔτε φοινικίδων οὔτε καρυκίνων ἱματίων· νείμας δὲ τούτων τὸ μέρος ἑκάστῳ τῶν ἡγεμόνων ἐκέλευσεν αὐτοὺς τούτοις κοσμεῖν τοὺς αὑτῶν φίλους, ὥσπερ, ἔφη, ἐγὼ ὑμᾶς κοσμῶ.
当他把最精美的长袍分赐给最卓越的要员后,他又让人取出其他米底亚长袍——因为他备办了极多,无论是紫红袍、暗紫袍、绯红袍还是深褐披风,都毫不吝惜。他将这些衣物的一部分分给每位将领,命令他们用这些长袍去装扮自己的朋友,“正如我装扮你们一样,”他说。
καί τις τῶν παρόντων ἐπήρετο αὐτόν· σὺ δέ, ὦ Κῦρε, ἔφη, πότε κοσμήσῃ; ὁ δʼ ἀπεκρίνατο· οὐ γὰρ νῦν, ἔφη, δοκῶ ὑμῖν αὐτὸς κοσμεῖσθαι ὑμᾶς κοσμῶν; ἀμέλει, ἔφη, ἢν δύνωμαι ὑμᾶς τοὺς φίλους εὖ ποιεῖν, ὁποίαν ἂν ἔχων στολὴν τυγχάνω, ἐν ταύτῃ καλὸς φανοῦμαι.
在场的人中有人问他:“可是居鲁士啊,”他说,“您自己何时装扮呢?”居鲁士回答道:“怎么,难道你们认为我现在装扮你们,我自己就不是在装扮吗?放心吧,”他说,“只要我能恩待你们这些朋友,无论我碰巧身穿怎样的长袍,在其中我都必显得尊贵美好。”
οὕτω δὴ οἱ μὲν ἀπελθόντες μεταπεμπόμενοι τοὺς φίλους ἐκόσμουν ταῖς στολαῖς. ὁ δὲ Κῦρος νομίζων Φεραύλαν τὸν ἐκ τῶν δημοτῶν καὶ συνετὸν εἶναι καὶ φιλόκαλον καὶ εὔτακτον καὶ τοῦ χαρίζεσθαι αὐτῷ οὐκ ἀμελῆ, ὅς ποτε καὶ περὶ τοῦ τιμᾶσθαι ἕκαστον κατὰ τὴν ἀξίαν συνεῖπε, τοῦτον δὴ καλέσας συνεβουλεύετο αὐτῷ πῶς ἂν τοῖς μὲν εὔνοις κάλλιστα ἰδεῖν ποιοῖτο τὴν ἐξέλασιν, τοῖς δὲ δυσμενέσι φοβερώτατα.
于是,那些人退下后召来自己的朋友,用长袍为他们装扮。居鲁士认为平民出身的费劳拉斯既聪颖,又崇尚美好、恪守规矩,且不怠于讨他欢心——此人此前亦曾赞同并发言支持按功勋赏赐每个人——于是将他召来,与他商议如何能使这次出巡在善意者眼中最显美好,而在怀敌意者眼中最为生畏。
ἐπεὶ δὲ σκοπούντοιν αὐτοῖν ταὐτὰ συνέδοξεν,2 ἐκέλευσε τὸν Φεραύλαν ἐπιμεληθῆναι ὅπως ἂν οὕτω γένηται αὔριον ἡ ἐξέλασις ὥσπερ ἔδοξε καλῶς ἔχειν. εἴρηκα δέ, ἔφη, ἐγὼ πάντας πείθεσθαί σοι περὶ τῆς ἐν τῇ ἐξελάσει τάξεως· ὅπως δʼ ἂν ἥδιον παραγγέλλοντός σου ἀκούωσι, φέρε λαβών, ἔφη, χιτῶνας μὲν τουτουσὶ τοῖς τῶν δορυφόρων ἡγεμόσι, κασᾶς δὲ τούσδε τοὺς ἐφιππίους τοῖς τῶν ἱππέων ἡγεμόσι δός, καὶ τῶν ἁρμάτων τοῖς ἡγεμόσιν ἄλλους τούσδε χιτῶνας.
当二人商讨并达成一致见解后,居鲁士便命令费劳拉斯督办此事,以便明天的出巡能如所商定妥当的那样举行。“我已经吩咐众人,”居鲁士说,“在出巡的序列安排上全听从你的指令。但为了让他们在你下达命令时更乐意听从,来,拿着,”他说,“把这边的短袍给持矛卫士的将领,把这些骑兵用的鞍垫给骑兵将领,再把这些别的短袍给战车将领。”
ὁ μὲν δὴ ἔφερε λαβών· οἱ δὲ ἡγεμόνες ἐπεὶ ἴδοιεν αὐτόν, ἔλεγον· μέγας δὴ σύγε, ὦ Φεραύλα, ὁπότε γε καὶ ἡμῖν τάξεις ἃ ἂν δέῃ ποιεῖν. οὐ μὰ Δίʼ, ἔφη ὁ Φεραύλας, οὐ μόνον γε, ὡς ἔοικεν, ἀλλὰ καὶ συσκευοφορήσω· νῦν γοῦν φέρω τώδε δύο κασᾶ, τὸν μὲν σοί, τὸν δὲ ἄλλῳ· σὺ μέντοι τούτων λαβὲ ὁπότερον βούλει.
费劳拉斯便接过来拿去。将领们每逢见到他,便说:“费劳拉斯,你可真是个了不起的大人物啊,如今连我们该做什么都要由你来调度了。”费劳拉斯说:“不,指宙斯起誓,看来不仅如此,我还要当个搬运脚夫呢;眼下我就抱着这两领鞍垫,一领给你,一领给另一位;不过这两领中你想要哪领,尽可自选。”
ἐκ τούτου δὴ ὁ μὲν λαμβάνων τὸν κασᾶν τοῦ μὲν φθόνου ἐπελέληστο, εὐθὺς δὲ συνεβουλεύετο αὐτῷ ὁπότερον λαμβάνοι· ὁ δὲ συμβουλεύσας ἂν ὁπότερος βελτίων εἴη καὶ εἰπών·3 ἤν μου κατηγορήσῃς ὅτι αἵρεσίν σοι ἔδωκα, εἰς αὖθις ὅταν διακονῶ, ἑτέρῳ χρήσῃ μοι διακόνῳ·4 ὁ μὲν δὴ Φεραύλας οὕτω διαδοὺς ᾗ ἐτάχθη εὐθὺς ἐπεμελεῖτο τῶν εἰς τὴν ἐξέλασιν ὅπως ὡς κάλλιστα ἕκαστα ἕξοι.
于是,接受鞍垫的人顿时忘却了嫉恨,立刻向他请教该拿哪一领;费劳拉斯便建议哪一领更好,并说道:“若你告发我给了你选择权,下次我当差侍奉时,你就会发现我是个不一样的仆役了。”费劳拉斯就这样遵照吩咐分发完毕,随即着手筹办出巡的各项事务,务使一切安排尽善尽美。
- 8.3.1τῶν μεμηχανημένων τὴν ἀρχὴν μὴ εὐκαταφρόνητον εἶναι
完成时被动分词 τῶν μεμηχανημένων 为阴性属格复数,修饰先行词 τῶν τεχνῶν,并支配“宾格加不定式”短语(τὴν ἀρχὴν μὴ εὐκαταφρόνητον εἶναι)作为结果/目的补足语,表示“为使统治不致被轻视而谋划的策略”。
- 8.3.6σκοπούντοιν αὐτοῖν ταὐτὰ συνέδοξεν
σκοπούντοιν αὐτοῖν 是阳性双数与格(现在主动分词与代词),受 συνέδοξεν 支配,指居鲁士与费劳拉斯二人。主句主语为中性复数主格 ταὐτά,其谓语动词 συνέδοξεν 依规则采用单数形式。
- 8.3.8ὁ δὲ συμβουλεύσας ἂν ὁπότερος βελτίων εἴη καὶ εἰπών
分词与 ἄν 连用(συμβουλεύσας ἄν),呼应第7节中表示过去重复行为的祈愿语气(ἐπεὶ ἴδοιεν),表达过去习惯性、重复性的动作(“他便会建议……并说道……”)。随后的分词 εἰπών 亦承接 ἄν 的重复含义。
- 8.3.8ἑτέρῳ χρήσῃ μοι διακόνῳ
动词 χρήσῃ(χράομαι 的将来时中动态第二人称单数,支配与格)以代词 μοι 为宾语,以 ἑτέρῳ... διακόνῳ 作表语性与格,意为“你将发现我是一个完全不同的(即不再通融随和的)仆役”。
