- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:8.3.31-8.3.41
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
费劳拉斯收下了萨卡青年的骏马并以己马相赠结下情谊,居鲁士亦因其出色部署行进队伍而赏赐酒杯。随后费劳拉斯宴请该青年,讲述自己寒微的出身,并向他阐明巨额财富带来的只是操心看护与烦扰,而非快乐。
ἐπεὶ δὲ προσῆλθεν, ἤρετο αὐτὸν εἰ βληθείη.1 ὁ δὲ ἀπεκρίνατο· ὡς ὁρᾷς. δίδωμι τοίνυν σοι, ἔφη, τοῦτον τὸν ἵππον. ὁ δʼ ἐπήρετο· ἀντὶ τοῦ; ἐκ τούτου δὴ διηγεῖτο ὁ Σάκας τὸ πρᾶγμα, καὶ τέλος εἶπε· καὶ οἶμαί γε οὐχ ἡμαρτηκέναι ἀνδρὸς ἀγαθοῦ.
当他走近时,便问他是否被击中了。费劳拉斯回答说:“正如你所见。”青年说道:“那么我把这匹马送给你。”费劳拉斯追问道:“作为何事的报偿?”萨卡人便向他叙述了事情的原委,最后说道:“而且我认为,我绝没有错失一位仁人志士。”
καὶ ὁ Φεραύλας εἶπεν· ἀλλὰ πλουσιωτέρῳ μὲν ἄν, εἰ ἐσωφρόνεις, ἢ ἐμοὶ ἐδίδους·2 νῦν δὲ κἀγὼ δέξομαι. ἐπεύχομαι δέ, ἔφη, τοῖς θεοῖς, οἵπερ με ἐποίησαν βληθῆναι ὑπὸ σοῦ, δοῦναί μοι ποιῆσαι μὴ μεταμέλειν σοι τῆς ἐμῆς δωρεᾶς. καὶ νῦν μέν, ἔφη, ἀπέλα, ἀναβὰς ἐπὶ τὸν ἐμὸν ἵππον· αὖθις δʼ ἐγὼ παρέσομαι πρὸς σέ. οἱ μὲν δὴ οὕτω διηλλάξαντο.
费劳拉斯说道:“但是,若是你明智的话,本该把它送给比我更富有的人;但既然如此,我也就收下了。我向那些使我被你击中的神明祈祷,”他说道,“愿他们使我能够让你不后悔给我的这件赠礼。现在,”他说道,“骑上我的马离开吧;回头我自会去找你。”于是他们就这样进行了交换。
Καδουσίων δὲ ἐνίκα Ῥαθίνης. ἀφίει δὲ καὶ τὰ ἅρματα καθʼ ἕκαστον· τοῖς δὲ νικῶσι πᾶσιν ἐδίδου βοῦς τε, ὅπως ἂν θύσαντες ἑστιῷντο, καὶ ἐκπώματα. τὸν μὲν οὖν βοῦν ἔλαβε καὶ αὐτὸς τὸ νικητήριον· τῶν δʼ ἐκπωμάτων τὸ αὑτοῦ μέρος Φεραύλᾳ ἔδωκεν, ὅτι καλῶς ἔδοξεν αὐτῷ τὴν ἐκ τοῦ βασιλείου ἔλασιν διατάξαι.
在卡杜西人中,拉提内斯获胜。居鲁士还让各族战车分别竞驰;向所有胜者赐予耕牛,以便他们献祭宴饮,又赐予酒杯。居鲁士自己也赢得了作为胜者奖赏的公牛;但酒杯中属于自己的那一份,他赐给了费劳拉斯,因为他认为费劳拉斯极其出色地部署了从王宫出发的行进队伍。
οὕτω δὴ τότε ὑπὸ Κύρου κατασταθεῖσα ἡ βασιλέως ἔλασις οὕτως ἔτι καὶ νῦν διαμένει, πλὴν τὰ ἱερὰ ἄπεστιν, ὅταν μὴ θύῃ. ὡς δὲ ταῦτα τέλος εἶχεν, ἀφικνοῦνται πάλιν εἰς τὴν πόλιν, καὶ ἐσκήνησαν, οἷς μὲν ἐδόθησαν οἰκίαι, κατʼ οἰκίας, οἷς δὲ μή, ἐν τάξει.
当时由居鲁士所确立的王室出巡礼仪,如今仍旧如此延续着,唯独在不献祭时没有牺牲。当这些活动结束时,他们又返回城中驻扎;分得房屋的人各入其屋,没有分得房屋的人则按部队序列扎营。
καλέσας δὲ καὶ ὁ Φεραύλας τὸν Σάκαν τὸν δόντα τὸν ἵππον ἐξένιζε, καὶ τἆλλά τε παρεῖχεν ἔκπλεω, καὶ ἐπεὶ ἐδεδειπνήκεσαν, τὰ ἐκπώματα αὐτῷ ἃ ἔλαβε παρὰ Κύρου ἐμπιμπλὰς προύπινε καὶ ἐδωρεῖτο.
费劳拉斯也邀请了赠马给他的那位萨卡人,设宴款待他,其余一切物品供应极其充裕;待宴饮完毕,他便将从居鲁士那里得来的酒杯斟满,向他敬酒,并把这些酒杯作为礼物赠送给他。
καὶ ὁ Σάκας ὁρῶν πολλὴν μὲν καὶ καλὴν στρωμνήν, πολλὴν δὲ καὶ καλὴν κατασκευήν, καὶ οἰκέτας δὲ πολλούς, εἰπέ μοι, ἔφη, ὦ Φεραύλα, ἦ καὶ οἴκοι τῶν πλουσίων ἦσθα;
萨卡人看到许多精美的被褥、许多华丽的陈设以及众多的仆役,便说道:“告诉我,费劳拉斯,你在家乡时也是富贵之人吗?”
καὶ ὁ Φεραύλας εἶπε· ποίων πλουσίων; τῶν μὲν οὖν σαφῶς ἀποχειροβιώτων. ἐμὲ γάρ τοι ὁ πατὴρ τὴν μὲν τῶν παίδων παιδείαν γλίσχρως αὐτὸς ἐργαζόμενος καὶ τρέφων ἐπαίδευεν· ἐπεὶ δὲ μειράκιον ἐγενόμην, οὐ δυνάμενος τρέφειν ἀργόν, εἰς ἀγρὸν ἀπαγαγὼν ἐκέλευσεν ἐργάζεσθαι.
费劳拉斯说道:“什么富贵之人!分明是完完全全靠双手劳作糊口的人!因为我的父亲辛勤劳作、自食其力地养育我,使我受到了男童的教育;但当我长成少年时,他无力养活无所事事的我,便将我带到田间,命我劳作。
ἔνθα δὴ ἐγὼ ἀντέτρεφον ἐκεῖνον, ἕως ἔζη, αὐτὸς σκάπτων καὶ σπείρων καὶ μάλα μικρὸν γῄδιον, οὐ μέντοι πονηρόν γε, ἀλλὰ πάντων δικαιότατον· ὅ τι γὰρ λάβοι σπέρμα, καλῶς καὶ δικαίως ἀπεδίδου αὐτό τε καὶ τόκον οὐδέν τι πολύν· ἤδη δέ ποτε ὑπὸ γενναιότητος καὶ διπλάσια ἀπέδωκεν ὧν ἔλαβεν.3 οἴκοι μὲν οὖν ἔγωγε οὕτως ἔζων· νῦν δὲ ταῦτα πάντα ἃ ὁρᾷς Κῦρός μοι ἔδωκε.
在那里,只要父亲还在世,我便靠自己耕作播种一片极小的土地来反哺供养他。然而那绝不是一块坏地,而是万物中最正直的地;因为无论它接受了什么种子,都会公道正直地归还种子本身,并附带并不算多的利息;有时出于慷慨,甚至能归还所受种子两倍的收成。在家乡时我便是这样生活的;而如今你所见到的这一切,全都是居鲁士赏赐给我的。”
καὶ ὁ Σάκας εἶπεν· ὦ μακάριε σὺ τά τε ἄλλα καὶ αὐτὸ τοῦτο ὅτι ἐκ πένητος πλούσιος γεγένησαι· πολὺ γὰρ οἴομαί σε καὶ διὰ τοῦτο ἥδιον πλουτεῖν ὅτι πεινήσας χρημάτων ἐπλούτησας.
萨卡人说道:“无论是因其他方面,还是正因由贫致富这一事实,你都是极有福气的人!因为我想,你在渴望财富之后才成为富人,必定因此更加快意地享用着财富。”
καὶ ὁ Φεραύλας εἶπεν· ἦ γὰρ οὕτως, ὦ Σάκα, ὑπολαμβάνεις ὡς ἐγὼ νῦν τοσούτῳ ἥδιον ζῶ ὅσῳ πλείω κέκτημαι; οὐκ οἶσθα, ἔφη, ὅτι ἐσθίω μὲν καὶ πίνω καὶ καθεύδω οὐδʼ ὁτιοῦν νῦν ἥδιον ἢ τότε ὅτε πένης ἦν· ὅτι δὲ ταῦτα πολλά ἐστι, τοσοῦτον κερδαίνω, πλείω μὲν φυλάττειν δεῖ, πλείω δὲ ἄλλοις διανέμειν, πλειόνων δὲ ἐπιμελούμενον πράγματα ἔχειν.4
费劳拉斯说道:“萨卡人啊,难道你当真以为我拥有的越多,如今的生活就越快乐吗?你难道不知道,”他说道,“我现在吃喝睡眠,丝毫也不比从前贫穷之时感到更有滋味?有了这许多财物,我所获得的不过是:必须看守更多的东西,向他人分发更多的东西,以及在操心更多的事物中承担麻烦。
νῦν γὰρ δὴ ἐμὲ πολλοὶ μὲν οἰκέται σῖτον αἰτοῦσι, πολλοὶ δὲ πιεῖν, πολλοὶ δὲ ἱμάτια· οἱ δὲ ἰατρῶν δέονται· ἥκει δέ τις ἢ τῶν προβάτων λελυκωμένα φέρων ἢ τῶν βοῶν κατακεκρημνισμένα ἢ νόσον φάσκων ἐμπεπτωκέναι τοῖς κτήνεσιν· ὥστε μοι δοκῶ, ἔφη ὁ Φεραύλας, νῦν διὰ τὸ πολλὰ ἔχειν πλείω λυπεῖσθαι ἢ πρόσθεν διὰ τὸ ὀλίγα ἔχειν.
因为如今确实有许多仆人向我索要口粮,许多人索要饮水,许多人索要衣裳;另一些人则需要医官;又有人不是送来被狼撕碎的羊,就是送来坠崖摔死的牛,或者报告疫病落到了牲畜身上。因此我觉得,”费劳拉斯说道,“如今因拥有诸多财物而承受的痛苦,反倒比以往因一贫如洗而承受的痛苦还要多。”
- 8.3.31ἤρετο αὐτὸν εἰ βληθείη
连词 εἰ 引导间接疑问句,后接希求语气动词 βληθείη(被动态不定过去时)。由于主句动词 ἤρετο 为历史时态(不定过去时),原直接疑问句中的直陈语气过去时(ἆρα ἐβλήθης;)在历史时态后转为希求语气(optative in secondary sequence)。
- 8.3.32πλουσιωτέρῳ μὲν ἄν, εἰ ἐσωφρόνεις, ἢ ἐμοὶ ἐδίδους
与现在事实相反的虚拟条件句。条件从句(εἰ ἐσωφρόνεις)与结果主句(ἄν... ἐδίδους)均使用未完成过去时直陈语气,表示对当前事实的假设(“若是你明智,本该把它送给比我更富有的人”)。比较级 πλουσιωτέρῳ 后接 ἢ ἐμοί,构成与格间接宾语之间的比较。
- 8.3.38ὧν ἔλαβεν
关系代词的格吸引(attraction)。此处省略了充当先行词的指示代词(如 τούτων);关系代词按逻辑本应作为 ἔλαβεν 的直接宾语而使用宾格 ἅ,但受省略的属格先行词影响,被吸引为属格 ὧν(相当于 διπλάσια τούτων ὧν ἔλαβεν)。
- 8.3.40πράγματα ἔχειν
由名词复数 πράγματα 与 ἔχω 构成的习语,意为“承担麻烦、陷入烦扰、操劳受累”。它表达了与分词短语 πλειόνων δὲ ἐπιμελούμενον(操心更多事物)相伴而生的负担与劳苦。
