- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:8.2.22-8.2.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
居鲁士向克罗伊索斯阐明真正的财富在于施惠于友与收获令名,并在身边储备医者与医药以照料部属;与此同时,他设立的竞赛与裁决规矩引发了卓越之士间的争竞与嫉恨,使他们竞相争夺他的宠信。
ἐπειδὰν δὲ κτήσωμαι, ἃ ἂν ἴδω περιττὰ ὄντα τῶν ἐμοὶ ἀρκούντων, τούτοις τάς τʼ ἐνδείας τῶν φίλων ἐξακοῦμαι καὶ πλουτίζων καὶ εὐεργετῶν ἀνθρώπους εὔνοιαν ἐξ αὐτῶν κτῶμαι καὶ φιλίαν, καὶ ἐκ τούτων καρποῦμαι ἀσφάλειαν καὶ εὔκλειαν· ἃ οὔτε κατασήπεται οὔτε ὑπερπληροῦντα λυμαίνεται, ἀλλὰ ἡ εὔκλεια ὅσῳ ἂν πλείων ᾖ, τοσούτῳ καὶ μείζων καὶ καλλίων καὶ κουφοτέρα φέρειν γίγνεται, πολλάκις δὲ καὶ τοὺς φέροντας αὐτὴν κουφοτέρους παρέχεται.
“而每当我获得财富,凡我见到超出足以满足我自身所需的过剩之物,我便以此去救济朋友们的匮乏;通过使人们富有并施予恩惠,我从他们那里赢得了善意与友谊,并由此收获了安全与盛名。这些既不腐烂,也不会因过剩而带来害处;相反,名望愈盛,便愈见博大、高贵且易于承载,并且常常使承受它的人自身也变得更为轻捷。
ὅπως δὲ καὶ τοῦτο εἰδῇς, ἔφη, ὦ Κροῖσε, ἐγὼ οὐ τοὺς πλεῖστα ἔχοντας καὶ φυλάττοντας πλεῖστα εὐδαιμονεστάτους ἡγοῦμαι· οἱ γὰρ τὰ τείχη φυλάττοντες οὕτως ἂν εὐδαιμονέστατοι εἴησαν· πάντα γὰρ τὰ ἐν ταῖς πόλεσι φυλάττουσιν· ἀλλʼ ὃς ἂν κτᾶσθαί τε πλεῖστα δύνηται σὺν τῷ δικαίῳ καὶ χρῆσθαι πλείστοις σὺν τῷ καλῷ, τοῦτον ἐγὼ εὐδαιμονέστατον νομίζω. καὶ ταῦτα μὲν δὴ φανερὸς ἦν ὥσπερ ἔλεγε καὶ πράττων.
克罗伊索斯,”他说,“为了使你亦能明白这一点,我认为最幸福的人并非是拥有最多并看守最多的人;因为果真如此的话,守卫城墙的人就当是最幸福的了,因为他们看守着城邦中的一切。相反,凡是能够合乎正义地获取最多,又能合乎高尚地使用最多的人,我才认为他是最幸福的。”而显而易见,这些事他也正如他所说的那样身体力行。
πρὸς δὲ τούτοις κατανοήσας τοὺς πολλοὺς τῶν ἀνθρώπων ὅτι1 ἢν μὲν ὑγιαίνοντες διατελῶσι, παρασκευάζονται ὅπως ἕξουσι τὰ ἐπιτήδεια καὶ κατατίθενται τὰ χρήσιμα εἰς τὴν τῶν ὑγιαινόντων δίαιταν· ὅπως δὲ ἢν ἀσθενήσωσι τὰ σύμφορα παρέσται, τούτου οὐ πάνυ ἐπιμελομένους ἑώρα· ἔδοξεν οὖν καὶ ταῦτα ἐκπονῆσαι αὐτῷ, καὶ ἰατρούς τε τοὺς ἀρίστους συνεκομίσατο πρὸς αὑτὸν τῷ τελεῖν ἐθέλειν καὶ ὁπόσα ἢ ὄργανα χρήσιμα ἔφη τις ἂν αὐτῶν γενέσθαι ἢ φάρμακα ἢ σῖτα ἢ ποτά, οὐδὲν τούτων ὅ τι οὐχὶ παρασκευάσας ἐθησαύριζε παρʼ αὑτῷ.
除此以外,他察觉到绝大多数人只要身体持续健康,便筹备生活必需品,并储备适于健康者饮食之物,但他看到人们对于患病时能有适宜之物备用却极少挂心,于是他认为自己也当在此事上下足功夫。因乐于承担开支,他将最卓越的医者罗致身边;凡医者中有人说可能有用的器具、药物、食物或饮料,没有一种他不曾备齐并储存在自己身边。
καὶ ὁπότε δέ τις ἀσθενήσειε τῶν θεραπεύεσθαι ἐπικαιρίων,2 ἐπεσκόπει καὶ παρεῖχε πάντα ὅτου ἔδει. καὶ τοῖς ἰατροῖς δὲ χάριν ᾔδει, ὁπότε τις ἰάσαιτό τινα τῶν παρʼ ἐκείνου λαμβάνων.
每当值得细心照料的要员中有人患病,他都亲自探望并提供所需的一切。每当医者用他处领取的物资治愈某人,他也对这些医者表达感激。
ταῦτα μὲν δὴ καὶ τοιαῦτα πολλὰ ἐμηχανᾶτο πρὸς τὸ πρωτεύειν παρʼ οἷς ἐβούλετο ἑαυτὸν φιλεῖσθαι. ὧν δὲ προηγόρευέ τε ἀγῶνας καὶ ἆθλα προυτίθει, φιλονικίας ἐμποιεῖν βουλόμενος περὶ τῶν καλῶν καὶ ἀγαθῶν ἔργων, ταῦτα τῷ μὲν Κύρῳ ἔπαινον παρεῖχεν ὅτι ἐπεμέλετο ὅπως ἀσκοῖτο ἡ ἀρετή· τοῖς μέντοι ἀρίστοις οἱ ἀγῶνες οὗτοι πρὸς ἀλλήλους καὶ ἔριδας καὶ φιλονικίας ἐνέβαλλον.
为了在那些他渴望得到其爱戴的人当中居于首位,他正是谋划了这些以及许多类似的办法。此外,他宣告各种竞技并设立奖赏,意在激发关于崇高美善业绩的好胜之心,这些做法由于致力于操练德行而为居鲁士赢得了赞誉;然而,这些竞赛却在最卓越的人们彼此之间挑起了争端与反目。
πρὸς δὲ τούτοις ὥσπερ νόμον κατεστήσατο ὁ Κῦρος, ὅσα διακρίσεως δέοιτο εἴτε δίκῃ εἴτε ἀγωνίσματι, τοὺς δεομένους διακρίσεως συντρέχειν τοῖς κριταῖς. δῆλον οὖν ὅτι ἐστοχάζοντο μὲν οἱ ἀνταγωνιζόμενοί τι ἀμφότεροι τῶν κρατίστων καὶ τῶν μάλιστα φίλων κριτῶν· ὁ δὲ μὴ νικῶν τοῖς μὲν νικῶσιν ἐφθόνει, τοὺς δὲ μὴ ἑαυτὸν κρίνοντας ἐμίσει· ὁ δʼ αὖ νικῶν τῷ δικαίῳ προσεποιεῖτο νικᾶν, ὥστε χάριν οὐδενὶ ἡγεῖτο ὀφείλειν.
除此以外,居鲁士确立了宛如法则一般的规矩:凡需要裁决之事,无论是诉讼抑或竞技,需要裁决的人都必须就裁判达成一致。因此显然,相互竞争的双方都竭力争取最有权势且最亲近的朋友充任裁判;未能获胜者嫉妒胜者,并憎恨未判自己获胜的人;而胜者则自称是凭正义获胜,因而认为自己不欠任何人的人情。
καὶ οἱ πρωτεύειν δὲ βουλόμενοι φιλίᾳ παρὰ Κύρῳ, ὥσπερ ἄλλοι ἐν πόλεσι, καὶ οὗτοι ἐπιφθόνως πρὸς ἀλλήλους εἶχον, ὥσθʼ οἱ πλείονες ἐκποδὼν ἐβούλοντο ὁ ἕτερος τὸν ἕτερον γενέσθαι μᾶλλον ἢ συνέπραξαν ἄν3 τι ἀλλήλοις ἀγαθόν. καὶ ταῦτα μὲν δεδήλωται ὡς ἐμηχανᾶτο τοὺς κρατίστους αὐτὸν μᾶλλον πάντας φιλεῖν ἢ ἀλλήλους.
至于那些渴望在居鲁士的友谊中占据首位的人,如同城邦中的其他人一样,彼此之间也心怀嫉恨,以至于大多数人宁愿将对方排挤除掉,也不愿彼此通力合作成就任何善事。由此便阐明了,他究竟是如何设法使所有最卓越的人爱戴他自己、甚于他们彼此相爱。
- 8.2.24κατανοήσας τοὺς πολλοὺς τῶν ἀνθρώπων ὅτι
提前句式(prolepsis)。从属从句(ὅτι 从句)的逻辑主语 τοὺς πολλοὺς τῶν ἀνθρώπων 被提前置于句首,作为分词 κατανοήσας 的宾格宾语。随后句子出现轻微的破格(anacoluthon),在后半部分引入了带有补充成分分词 οὐ πάνυ ἐπιμελομένους 的动词 ἑώρα。
- 8.2.25τῶν θεραπεύεσθαι ἐπικαιρίων
部分属格 τῶν ἐπικαιρίων(在要员之中)后接说明性被动不定式 θεραπεύεσθαι 作为限定,意为“需要被照料/医治的要员”。在医疗照护的上下文中,该不定式应作被动解(“接受照料/治疗”),而非主动解(“服侍”)。
- 8.2.28μᾶλλον ἢ συνέπραξαν ἄν
在结果从句(ὥστε...)内,由比较连词 μᾶλλον ἤ 引导的与事实相反/潜在结论(ἄν + 不定过去式直陈语气 συνέπραξαν)。表达了一种未实现的假设性对比:“宁愿……而不愿通力合作成就任何善事”。
