- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:8.2.1-8.2.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
居鲁士为了博得众人的爱戴,起初通过体恤同侪与同甘共苦,后来则通过从自己的御宴餐桌上分享精美膳食来笼络人心。本段进而论述了大城市中手艺的分工如何使王室膳食达到了登峰造极的精湛水准。
πρῶτον μὲν γὰρ διὰ παντὸς ἀεὶ τοῦ χρόνου φιλανθρωπίαν τῆς ψυχῆς ὡς ἐδύνατο μάλιστα ἐνεφάνιζεν, ἡγούμενος, ὥσπερ οὐ ῥᾴδιόν ἐστι φιλεῖν τοὺς μισεῖν δοκοῦντας οὐδʼ εὐνοεῖν τοῖς κακόνοις, οὕτω καὶ τοὺς γνωσθέντας ὡς φιλοῦσι καὶ εὐνοοῦσιν, οὐκ ἂν δύνασθαι μισεῖσθαι ὑπὸ τῶν φιλεῖσθαι ἡγουμένων.1
首先,他在整个一生中始终竭尽所能地展现出心灵的仁爱,因为他认为,正如人们不容易去爱那些看似憎恨自己的人,也不容易对怀有恶意的人心存善意一样,那些被公认怀有爱意与善意的人,也绝不可能被那些认为自己受到爱戴的人所憎恨。
ἕως μὲν οὖν χρήμασιν ἀδυνατώτερος ἦν εὐεργετεῖν, τῷ τε προνοεῖν τῶν συνόντων καὶ τῷ προπονεῖν καὶ τῷ συνηδόμενος μὲν ἐπὶ τοῖς ἀγαθοῖς φανερὸς εἶναι, συναχθόμενος δʼ ἐπὶ τοῖς κακοῖς, τούτοις ἐπειρᾶτο τὴν φιλίαν θηρεύειν· ἐπειδὴ δὲ ἐγένετο αὐτῷ ὥστε χρήμασιν εὐεργετεῖν, δοκεῖ ἡμῖν γνῶναι πρῶτον μὲν ὡς εὐεργέτημα ἀνθρώποις πρὸς ἀλλήλους οὐδέν ἐστιν ἀπὸ τῆς αὐτῆς δαπάνης ἐπιχαριτώτερον ἢ σίτων καὶ ποτῶν μετάδοσις.
因此,当他在财物方面还缺乏足够能力施予恩惠的时候,他便借由为同僚们谋划周全、身先士卒分担劳苦,以及在他人逢喜事时公然同乐、遭厄运时公然同悲,以此来求取友谊;而当他有能力用财物施予恩惠时,在我们看来,他首先认识到了在人与人之间,以相同的开销而言,没有任何恩惠能比分享饮食更能令人心悦诚服。
τοῦτο δʼ οὕτω νομίσας πρῶτον μὲν ἐπὶ τὴν αὑτοῦ τράπεζαν συνέταξεν ὅπως οἷς αὐτὸς σιτοῖτο σίτοις, τούτοις ὅμοια ἀεὶ παρατίθοιτο αὐτῷ ἱκανὰ παμπόλλοις ἀνθρώποις· ὅσα δὲ παρατεθείη, ταῦτα πάντα, πλὴν οἷς αὐτὸς καὶ οἱ σύνδειπνοι χρήσαιντο, διεδίδου οἷς δὴ βούλοιτο τῶν φίλων μνήμην ἐνδείκνυσθαι ἢ φιλοφροσύνην. διέπεμπε δὲ καὶ τούτοις οὓς ἀγασθείη ἢ ἐν φυλακαῖς ἢ ἐν θεραπείαις ἢ ἐν αἱστισινοῦν πράξεσιν, ἐνσημαινόμενος τοῦτο, ὅτι οὐκ ἂν λανθάνοιεν χαρίζεσθαι βουλόμενοι.
抱持着这种想法,他首先下令,自己的餐桌上所摆设的膳食,必须始终与自己所享用的相同,且分量足以供许许多多的人食用;而在呈上来的膳食中,除了他自己以及共餐者所享用的之外,他把其余一切都分发给他意欲借此表达惦念或厚意的友人们。对于那些无论在守卫中、伺候中还是在任何事务中令他赞许的人,他也派人送去膳食,借此表明那些意图讨好他的人绝不会被他忽视。
ἐτίμα δὲ καὶ τῶν οἰκετῶν ἀπὸ τῆς τραπέζης ὁπότε τινὰ ἐπαινέσειε· καὶ τὸν πάντα δὲ σῖτον τῶν οἰκετῶν ἐπὶ τὴν αὑτοῦ τράπεζαν ἐπετίθετο, οἰόμενος ὥσπερ καὶ τοῖς κυσὶν ἐμποιεῖν τινα καὶ τοῦτο εὔνοιαν. εἰ δὲ καὶ θεραπεύεσθαί τινα βούλοιτο τῶν φίλων ὑπὸ πολλῶν, καὶ τούτοις ἔπεμπεν ἀπὸ τραπέζης· καὶ νῦν γὰρ ἔτι οἷς ἂν ὁρῶσι πεμπόμενα2 ἀπὸ τῆς βασιλέως τραπέζης, τούτους πάντες μᾶλλον θεραπεύουσι, νομίζοντες αὐτοὺς ἐντίμους εἶναι καὶ ἱκανοὺς διαπράττειν, ἤν τι δέωνται. ἔτι δὲ καὶ οὐ τούτων μόνον ἕνεκα τῶν εἰρημένων εὐφραίνει τὰ πεμπόμενα παρὰ βασιλέως, ἀλλὰ τῷ ὄντι καὶ ἡδονῇ πολὺ διαφέρει τὰ ἀπὸ τῆς βασιλέως τραπέζης.
每当仆役中有受到他称赞的人时,他也从餐桌上予以赏赐;甚至仆役们所有的膳食,他也都先摆放在自己的餐桌上,认为正如对待犬只一样,这也能激发出某种善意。如果他希望自己的某位朋友受到众人的巴结奉迎,他也会从餐桌上给这些人送去膳食;因为即便在今天,人们凡是看见有御膳被赏赐给某人,大家便更会逢迎巴结他们,认定这些人深受尊崇,且能在有所祈求时代为办成事情。此外,御赐之物之所以令人欣喜,还不仅仅在于上述这些缘故,实际上来自王者餐桌的佳肴在美味上也确实大为出众。
καὶ τοῦτο μέντοι οὕτως ἔχειν οὐδέν τι θαυμαστόν· ὥσπερ γὰρ καὶ αἱ ἄλλαι τέχναι διαφερόντως ἐν ταῖς μεγάλαις πόλεσιν ἐξειργασμέναι εἰσί, κατὰ τὸν αὐτὸν τρόπον καὶ τὰ παρὰ βασιλεῖ σῖτα πολὺ διαφερόντως ἐκπεπόνηται. ἐν μὲν γὰρ ταῖς μικραῖς πόλεσιν οἱ αὐτοὶ ποιοῦσι κλίνην, θύραν, ἄροτρον, τράπεζαν, πολλάκις δʼ ὁ αὐτὸς οὗτος καὶ οἰκοδομεῖ, καὶ ἀγαπᾷ ἢν καὶ οὕτως ἱκανοὺς αὐτὸν τρέφειν ἐργοδότας λαμβάνῃ· ἀδύνατον οὖν πολλὰ τεχνώμενον ἄνθρωπον πάντα καλῶς ποιεῖν. ἐν δὲ ταῖς μεγάλαις πόλεσι διὰ τὸ πολλοὺς ἑκάστου δεῖσθαι ἀρκεῖ καὶ μία ἑκάστῳ τέχνη εἰς τὸ τρέφεσθαι· πολλάκις δὲ οὐδʼ ὅλη μία· ἀλλʼ ὑποδήματα ποιεῖ ὁ μὲν ἀνδρεῖα, ὁ δὲ γυναικεῖα· ἔστι δὲ ἔνθα καὶ ὑποδήματα ὁ μὲν νευρορραφῶν μόνον τρέφεται, ὁ δὲ σχίζων, ὁ δὲ χιτῶνας μόνον συντέμνων, ὁ δέ γε τούτων οὐδὲν ποιῶν ἀλλὰ συντιθεὶς ταῦτα. ἀνάγκη οὖν τὸν ἐν βραχυτάτῳ διατρίβοντα ἔργῳ τοῦτον καὶ ἄριστα δὴ ἠναγκάσθαι τοῦτο ποιεῖν.3
然而,这种情况如此,也丝毫不值得奇怪;因为正如其他手艺在各大城市中都格外精益求精一样,王所享用的膳食同样也是经过极其讲究的精工细作。在小城市里,同一个人既制作卧榻、门扉、犁具、桌案,往往这同一人还建造房屋,即便如此,只要能找到足以维持生计的雇主,他便心满意足了;因此,一个兼习多门手艺的人不可能把所有事情都做好。而在大城市里,由于需要每样物品的人很多,每人仅凭一门手艺便足以维持生计;往往甚至还用不上一整门手艺,而是有人专门制作男鞋,有人制作女鞋;甚至在有些地方,有人仅靠缝合鞋子便能谋生,有人靠裁切皮革谋生,有人仅靠裁剪短袍谋生,而另有人上述这些一概不做,仅负责将它们拼合组装。因此,专注于最专精细小工序的人,必然也被迫能将这项工作做得最为出色。
- 8.2.1οὐκ ἂν δύνασθαι μισεῖσθαι ὑπὸ τῶν φιλεῖσθαι ἡγουμένων
由分词ἡγούμενος支配的“带不定式的宾格”结构中,τοὺς γνωσθέντας为不定式οὐκ ἂν δύνασθαι的逻辑主语,其核心结构为“τοὺς γνωσθέντας... οὐκ ἂν δύνασθαι μισεῖσθαι”(被知晓……的人绝不可能被憎恨)。其中ὡς φιλοῦσι καὶ εὐνοοῦσιν作为说明γνωσθέντας内容的从属从句(“知晓他们怀有爱意与善意”)。句末的ὑπὸ τῶν φιλεῖσθαι ἡγουμένων由介词ὑπό支配现在分词属格ἡγουμένων,其内部带有被动不定式φιλεῖσθαι,意为“被那些自认为受到关爱的人”。
- 8.2.4οἷς ἂν ὁρῶσι πεμπόμενα
关系代词οἷς为与格,表示被赏赐膳食的对象;分词πεμπόμενα(中性复数,被送去之物)作为ὁρῶσι的感知宾语,构成“他们见有膳食赏赐给彼等(与格)”的结构。该关系从句的先行词τούτους置于其后,作主句动词θεραπεύουσι的直接宾语。
- 8.2.5ἀνάγκη οὖν τὸν ἐν βραχυτάτῳ διατρίβοντα ἔργῳ τοῦτον καὶ ἄριστα δὴ ἠναγκάσθαι τοῦτο ποιεῖν
此句属于冗余叠用结构:句首以无人称表述ἀνάγκη [ἐστί](必然)开始,句末却又出现了完成时被动不定式ἠναγκάσθαι(被迫/势必)。分词短语τὸν ἐν βραχυτάτῳ διατρίβοντα ἔργῳ(专注于最狭窄工作的人)作为逻辑主语宾格,紧接着由指示代词τοῦτον进行复指强调,整个句式通过双重的“必然/被迫”加重了因果关系的必然性。
