← 色诺芬

居鲁士的教育

§8.1.40-8.1.48

彰显君威与确保精英效忠的策略

居鲁士借由米底服饰与修容增添统治阶层的威严以慑服臣民,同时禁止奴仆阶层操练武艺或持有兵刃。他认识到真正的威胁并非来自被征服者,而是来自全副武装的统治精英,因而决定使他们忠诚依附于自己甚于彼此结纳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.1.40

καταμαθεῖν δὲ τοῦ Κύρου δοκοῦμεν1 ὡς οὐ τούτῳ μόνῳ ἐνόμιζε χρῆναι τοὺς ἄρχοντας τῶν ἀρχομένων διαφέρειν, τῷ βελτίονας αὐτῶν εἶναι, ἀλλὰ καὶ καταγοητεύειν ᾤετο χρῆναι αὐτούς. στολήν τε γοῦν εἵλετο τὴν Μηδικὴν αὐτός τε φορεῖν καὶ τοὺς κοινῶνας ταύτην ἔπεισεν ἐνδύεσθαι· —αὕτη γὰρ αὐτῷ συγκρύπτειν ἐδόκει εἴ τίς τι ἐν τῷ σώματι ἐνδεὲς ἔχοι, καὶ καλλίστους καὶ μεγίστους ἐπιδεικνύναι τοὺς φοροῦντας·

此外,我们似乎从居鲁士身上看出,他认为统治者之所以应当优越于被统治者,不仅在于自身比他们更优秀这一端,而且他还认为应当施术以魅惑他们。至少,他自己选择穿戴米底人的服饰,并劝导同僚们也穿上这身服饰;因为在他看来,这身服饰能遮掩任何人身上可能存在的躯体缺陷,并使穿戴者显得极其俊美而身材魁梧。

§8.1.41

καὶ γὰρ τὰ ὑποδήματα τοιαῦτα ἔχουσιν ἐν οἷς μάλιστα λαθεῖν ἔστι καὶ ὑποτιθεμένους τι, ὥστε δοκεῖν μείζους εἶναι ἢ εἰσί· —καὶ ὑποχρίεσθαι δὲ τοὺς ὀφθαλμοὺς προσίετο, ὡς εὐοφθαλμότεροι φαίνοιντο ἢ εἰσί, καὶ ἐντρίβεσθαι, ὡς εὐχροώτεροι ὁρῷντο ἢ πεφύκασιν.

因为他们的鞋子也是这样一种款式,人哪怕在脚下垫入某种物件也极易瞒过人眼,从而显得比实际身材更为高大;他也赞成在眼圈周围描画眼影,以使眼睛看起来比实际上更美观,并涂抹脂膏,以使脸色看起来比天然生成的更富有光彩。

§8.1.42

ἐμελέτησε δὲ καὶ ὡς μὴ πτύοντες μηδὲ ἀπομυττόμενοι φανεροὶ εἶεν, μηδὲ μεταστρεφόμενοι ἐπὶ θέαν μηδενός, ὡς οὐδὲν θαυμάζοντες. πάντα δὲ ταῦτα ᾤετο φέρειν τι εἰς τὸ δυσκαταφρονητοτέρους φαίνεσθαι τοῖς ἀρχομένοις.

他还训练大家绝不在人前吐痰或擤鼻涕,也不为了观看任何事物而转头回望,仿佛对任何事物都无动于衷、不以为奇。他认为所有这些都有助于使他们在被统治者眼中显得更难以被轻视。

§8.1.43

οὓς μὲν δὴ ἄρχειν ᾤετο χρῆναι, διʼ ἑαυτοῦ οὕτω κατεσκεύασε καὶ μελέτῃ καὶ τῷ σεμνῶς προεστάναι αὐτῶν· οὓς δʼ αὖ κατεσκεύαζεν εἰς τὸ δουλεύειν, τούτους οὔτε μελετᾶν τῶν ἐλευθερίων πόνων οὐδένα παρώρμα οὔθʼ ὅπλα κεκτῆσθαι ἐπέτρεπεν· ἐπεμελεῖτο δὲ ὅπως μήτε ἄσιτοι μήτε ἄποτοί ποτε ἔσοιντο ἐλευθερίων ἕνεκα μελετημάτων.

那些他认为应当居于统治地位的人,他通过自己这般身体力行,借由训练以及在他们面前威严端庄的表率加以塑造;而另一方面,对于那些他预备使其充当奴仆的人,他既不促使他们操练任何适合自由民的劳苦,也不允许他们持有武器;他甚至细心照料,使他们绝不至为了自由民的操练而忍饥挨渴。

§8.1.44

καὶ γὰρ ὁπότε ἐλαύνοιεν τὰ θηρία τοῖς ἱππεῦσιν εἰς τὰ πεδία, φέρεσθαι σῖτον εἰς θήραν τούτοις ἐπέτρεπε, τῶν δὲ ἐλευθέρων οὐδενί· καὶ ὁπότε πορεία εἴη, ἦγεν αὐτοὺς πρὸς τὰ ὕδατα ὥσπερ τὰ ὑποζύγια. καὶ ὁπότε δὲ ὥρα εἴη ἀρίστου, ἀνέμενεν αὐτοὺς ἔστʼ ἐμφάγοιέν τι, ὡς μὴ βουλιμιῷεν· ὥστε καὶ οὗτοι αὐτὸν ὥσπερ οἱ ἄριστοι πατέρα ἐκάλουν, ὅτι ἐπεμέλετο αὐτῶν ὅπως ἀναμφιλόγως ἀεὶ ἀνδράποδα διατελοῖεν.2

事实上,每当他们为骑兵将野兽驱赶至平原时,他便允许这些人携带干粮前往狩猎,却不许自由民中有任何人携带;每当行军时,他便如对待驮畜一般引他们前往水源;每当到了用午膳的时刻,他总要等候他们,直到他们吃了点东西,以免他们饱受暴饥之苦;以至于这些人也像最优秀的贵族一样称他为“父亲”,因为他对他们的照料,恰好使他们无可争议地永远保持奴隶的身份。

§8.1.45

τῇ μὲν δὴ ὅλῃ Περσῶν ἀρχῇ οὕτω τὴν ἀσφάλειαν κατεσκεύαζεν. αὑτῷ δὲ ὅτι μὲν οὐχ ὑπὸ τῶν καταστραφέντων κίνδυνος εἴη παθεῖν τι ἰσχυρῶς ἐθάρρει· καὶ γὰρ ἀνάλκιδας ἡγεῖτο εἶναι αὐτοὺς καὶ ἀσυντάκτους ὄντας ἑώρα, καὶ πρὸς τούτοις οὐδʼ ἐπλησίαζε τούτων οὐδεὶς αὐτῷ οὔτε νυκτὸς οὔτε ἡμέρας.

对于整个波斯帝国而言,他就是以此种方式构建起安全防线的。而对于他自身而言,他坚决确信绝不至于从那些被征服者手中遭受任何危害;因为他认为他们怯懦无能,又亲见他们缺乏组织纪律,况且这些人无论昼夜都绝无一人能够接近他。

§8.1.46

οὓς δὲ κρατίστους τε ἡγεῖτο καὶ ὡπλισμένους καὶ ἁθρόους ὄντας ἑώρα3—καὶ τοὺς μὲν αὐτῶν ᾔδει ἱππέων ἡγεμόνας ὄντας, τοὺς δὲ πεζῶν· πολλοὺς δὲ αὐτῶν καὶ φρονήματα ἔχοντας ᾐσθάνετο ὡς ἱκανοὺς ὄντας ἄρχειν· καὶ τοῖς φύλαξι δὲ αὐτοῦ οὗτοι μάλιστα ἐπλησίαζον, καὶ αὐτῷ δὲ τῷ Κύρῳ τούτων πολλοὶ πολλάκις συνεμίγνυσαν· ἀνάγκη γὰρ ἦν, ὅ τι καὶ χρῆσθαι ἔμελλεν αὐτοῖς—ὑπὸ τούτων οὖν καὶ κίνδυνος ἦν αὐτὸν μάλιστα παθεῖν τι κατὰ πολλοὺς τρόπους.

然而,对于那些他认为最为强悍、亲见其全副武装且聚集成群的人——他深知他们中有些人是骑兵将领,有些人是步兵将领,且察觉到其中许多人心怀大志,堪当统治之任;这些人最常接近他的卫队,且其中许多人频频与居鲁士本人往来共处,因为既然打算任用他们,这也是势在必行的——正是来自这些人,他在许多方面面临着遭受危害的最大危险。

§8.1.47

σκοπῶν οὖν ὅπως ἂν αὐτῷ καὶ τὰ ἀπὸ τούτων ἀκίνδυνα γένοιτο, τὸ μὲν περιελέσθαι αὐτῶν τὰ ὅπλα καὶ ἀπολέμους ποιῆσαι ἀπεδοκίμασε, καὶ ἄδικον ἡγούμενος καὶ κατάλυσιν τῆς ἀρχῆς ταύτην νομίζων· τὸ δʼ αὖ μὴ προσίεσθαι αὐτοὺς καὶ τὸ ἀπιστοῦντα φανερὸν εἶναι ἀρχὴν ἡγήσατο πολέμου·

因此,当他思忖如何使来自这些人的威胁也消弭于无形时,他否决了解除他们的武装并使其脱离战阵的做法,因为他认为这既是不义之举,又等同于自毁帝国基业;而另一方面,若不接见他们且公开表现出猜忌,他又认为这是挑起战端的开端。

§8.1.48

ἓν δὲ ἀντὶ πάντων τούτων ἔγνω καὶ κράτιστον εἶναι πρὸς τὴν ἑαυτοῦ ἀσφάλειαν καὶ κάλλιστον, εἰ δύναιτο ποιῆσαι τοὺς κρατίστους ἑαυτῷ μᾶλλον φίλους ἢ ἀλλήλοις. ὡς οὖν ἐπὶ τὸ φιλεῖσθαι δοκεῖ ἡμῖν ἐλθεῖν, τοῦτο πειρασόμεθα διηγήσασθαι.

取代这一切的,是他所认定对自身安全而言唯一最有效且最光彩的做法,那就是如果他能使那些最强悍的人对自己的亲善程度超过他们彼此之间的友谊。那么,关于在我们看来他是如何做到受人爱戴的,我们将尝试予以叙述。

语法注3 条
  1. 8.1.40καταμαθεῖν δὲ τοῦ Κύρου δοκοῦμεν

    依附于动词 καταμανθάνω(明察、察知)的属格 τοῦ Κύρου 起到表示关涉对象或预取性属格的作用,意为“就居鲁士而言/从居鲁士身上,我们似乎看出……”。其后由 ὡς 引出的从句构成了 καταμαθεῖν 的实际宾语内容。

  2. 8.1.44ὅπως ἀναμφιλόγως ἀεὶ ἀνδράποδα διατελοῖεν

    由表示关照的动词 ἐπεμέλετο 引出的 ὅπως 从句(表努力或目的,因主句动词为过去时而采用希求法 διατελοῖεν)。表面上看是在说明居鲁士照料他们免于饥渴、因而在表面上被呼为“父亲”的原因,实则透露出克塞诺芬冷峻的讽刺:这种周到照料的目的乃是“使他们无可争议地永远保持奴隶身份”。

  3. 8.1.46οὓς δὲ κρατίστους τε ἡγεῖτο καὶ ὡπλισμένους καὶ ἁθρόους ὄντας ἑώρα

    句首带宾格的关系从句(οὓς δὲ...)在插入了冗长的主观叙述(将领身份、心怀大志、接近近卫等)之后,在后续主句中被介词短语 ὑπὸ τούτων οὖν καὶ κίνδυνος ἦν...(“正因这些人……有遭受危害的危险”)重新承接,构成悬置并复指的倒装结构。其核心骨架为“那些他认为最强悍的人(οὓς...),正是来自这些人(ὑπὸ τούτων οὖν),存在着受害的危险”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:8.1.40-8.1.48