- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:8.2.6-8.2.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
居鲁士不仅通过精细分工制作出上乘佳肴以款待众人,还凭借丰厚的赏赐和恩宠促使臣民自发充当“王的眼睛与耳朵”,并在对友人的体贴照料上拔得头筹。
τὸ αὐτὸ δὲ τοῦτο πέπονθε καὶ τὰ ἀμφὶ τὴν δίαιταν. ᾧ μὲν γὰρ ὁ αὐτὸς κλίνην στρώννυσι, τράπεζαν κοσμεῖ, μάττει, ὄψα ἄλλοτε ἀλλοῖα ποιεῖ, ἀνάγκη οἶμαι τούτῳ, ὡς ἂν ἕκαστον προχωρῇ, οὕτως ἔχειν·1 ὅπου δὲ ἱκανὸν ἔργον ἑνὶ ἕψειν κρέα, ἄλλῳ ὀπτᾶν, ἄλλῳ δὲ ἰχθὺν ἕψειν, ἄλλῳ ὀπτᾶν, ἄλλῳ ἄρτους ποιεῖν, καὶ μηδὲ τούτους παντοδαπούς, ἀλλʼ ἀρκεῖ ἂν ἓν εἶδος εὐδοκιμοῦν παρέχῃ, ἀνάγκη οἶμαι καὶ ταῦτα οὕτω ποιούμενα πολὺ διαφερόντως ἐξειργάσθαι ἕκαστον.
在膳食方面的情况也完全是这同一个道理。因为对于由同一仆役铺设卧榻、布置餐桌、揉捏面团、时常烹制各种佳肴的人来说,我认为事情也必然只能是听凭各样工序顺其自然地发展;然而,在一个人专司煮肉、另一人专司烤肉,一人专司煮鱼、另一人专司烤鱼,还有一人专司烤制面包——甚至也不必烤制各色面包,只要能提供一种备受好评的品种便足矣——的地方,我认为以这种方式制作出来的每一道佳肴,也必然精湛绝伦得多。
τῇ μὲν δὴ τῶν σίτων θεραπείᾳ τοιαῦτα ποιῶν πολὺ ὑπερεβάλλετο πάντας· ὡς δὲ καὶ τοῖς ἄλλοις πᾶσι θεραπεύων πολὺ ἐκράτει, τοῦτο νῦν διηγήσομαι· πολὺ γὰρ διενεγκὼν ἀνθρώπων τῷ πλείστας προσόδους λαμβάνειν πολὺ ἔτι πλέον διήνεγκε τῷ πλεῖστα ἀνθρώπων δωρεῖσθαι. κατῆρξε μὲν οὖν τούτου Κῦρος, διαμένει δʼ ἔτι καὶ νῦν τοῖς βασιλεῦσιν ἡ πολυδωρία.
他在膳食照料方面通过采取此类做法,确实远远超越了众人;而他在其他所有方面也如何通过关怀而独占鳌头,我现在便要叙述:因为他在获取最多的收入方面固然远胜常人,而在比所有人都赏赐得更多这方面,他超出的幅度还要大得多。居鲁士开创了这一风尚,而这般厚赠的传统至今仍留存于诸王之间。
τίνι μὲν γὰρ φίλοι πλουσιώτεροι ὄντες φανεροὶ ἢ Περσῶν βασιλεῖ; τίς δὲ κοσμῶν κάλλιον φαίνεται στολαῖς τοὺς περὶ αὑτὸν ἢ βασιλεύς; τίνος δὲ δῶρα γιγνώσκεται ὥσπερ ἔνια τῶν βασιλέως, ψέλια καὶ στρεπτοὶ καὶ ἵπποι χρυσοχάλινοι; οὐ γὰρ δὴ ἔξεστιν ἐκεῖ ταῦτα ἔχειν ᾧ ἂν μὴ βασιλεὺς δῷ.
实际上,在谁身边的朋友能像在波斯王身边的朋友那样显而易见地更为富有呢?又有谁在用华服盛饰打扮身边侍从方面显得比王更为美观呢?又有谁的赏赐能像王的某些赏赐那样赫然易辨——例如手镯、项圈和配有黄金嚼子的骏马?因为在那个国度里,凡未获王之赏赐者,皆不得私自拥有这些物品。
τίς δʼ ἄλλος λέγεται δώρων μεγέθει ποιεῖν αἱρεῖσθαι αὑτὸν καὶ ἀντʼ ἀδελφῶν καὶ ἀντὶ πατέρων καὶ ἀντὶ παίδων; τίς δʼ ἄλλος ἐδυνάσθη ἐχθροὺς ἀπέχοντας πολλῶν μηνῶν ὁδὸν τιμωρεῖσθαι ὡς Περσῶν βασιλεύς; τίς δʼ ἄλλος καταστρεψάμενος ἀρχὴν ὑπὸ τῶν ἀρχομένων πατὴρ καλούμενος ἀπέθανεν ἢ Κῦρος; τοῦτο δὲ τοὔνομα δῆλον ὅτι εὐεργετοῦντός ἐστι μᾶλλον ἢ ἀφαιρουμένου.
又有谁据说能凭借赏赐的丰厚,使人们将自己选置于兄弟、父亲乃至子女之上呢?又有谁能像波斯王那样,惩戒相隔数月路程之外的仇敌呢?除了居鲁士,又有谁在征服帝国之后,在临终时被臣民尊称为父亲呢?而这一称号显然属于施予恩惠者,而非横征暴敛者。
κατεμάθομεν δὲ ὡς καὶ τοὺς βασιλέως καλουμένους ὀφθαλμοὺς καὶ τὰ βασιλέως ὦτα οὐκ ἄλλως ἐκτήσατο ἢ τῷ δωρεῖσθαί τε καὶ τιμᾶν· τοὺς γὰρ ἀπαγγείλαντας ὅσα καιρὸς αὐτῷ εἴη πεπύσθαι μεγάλως εὐεργετῶν πολλοὺς ἐποίησεν ἀνθρώπους καὶ ὠτακουστεῖν καὶ διοπτεύειν τί ἂν ἀγγείλαντες ὠφελήσειαν2 βασιλέα.
我们还获悉,他之所以获得那些被称为王的眼睛和王的耳朵的人,完全是通过赏赐和嘉奖。因为对于那些向他通报他理应知晓之要务的人,他一律施以重赏,从而使许多人竭力探听和侦察究竟通报什么才能对王有所裨益。
ἐκ τούτου δὴ καὶ πολλοὶ ἐνομίσθησαν βασιλέως ὀφθαλμοὶ καὶ πολλὰ ὦτα. εἰ δέ τις οἴεται ἕνα αἱρετὸν εἶναι ὀφθαλμὸν βασιλεῖ, οὐκ ὀρθῶς οἴεται· ὀλίγα γὰρ εἷς γʼ ἂν ἴδοι καὶ εἷς ἀκούσειε· καὶ τοῖς ἄλλοις ὥσπερ ἀμελεῖν ἂν παρηγγελμένον εἴη, εἰ ἑνὶ τοῦτο προστεταγμένον εἴη· πρὸς δὲ καὶ ὅντινα γιγνώσκοιεν ὀφθαλμὸν ὄντα, τοῦτον ἂν εἰδεῖεν ὅτι φυλάττεσθαι δεῖ. ἀλλʼ οὐχ οὕτως ἔχει, ἀλλὰ τοῦ φάσκοντος ἀκοῦσαί τι ἢ ἰδεῖν ἄξιον ἐπιμελείας παντὸς βασιλεὺς ἀκούει.
正因如此,王被认为拥有许多只眼睛和许多只耳朵。如果有人以为王设有一位专选的“眼睛”,那他的想法便不正确;因为仅凭一人,能看见的极少,能听见的也极少;而且若是这桩差事委派给单独一人,其他人便好似奉命可以玩忽职守了一般;不仅如此,凡人们知道谁是“眼睛”,便会懂得防范此人。然而事实并非如此,凡是声称听到或看到任何值得关注之事的每一个人,王都会倾听其言。
οὕτω δὴ πολλὰ μὲν βασιλέως ὦτα, πολλοὶ δʼ ὀφθαλμοὶ νομίζονται· καὶ φοβοῦνται πανταχοῦ λέγειν τὰ μὴ σύμφορα βασιλεῖ, ὥσπερ αὐτοῦ ἀκούοντος, καὶ ποιεῖν ἃ μὴ σύμφορα, ὥσπερ αὐτοῦ παρόντος. οὔκουν ὅπως μνησθῆναι ἄν τις ἐτόλμησε3 πρός τινα περὶ Κύρου φλαῦρόν τι, ἀλλʼ ὡς ἐν ὀφθαλμοῖς πᾶσι καὶ ὠσὶ βασιλέως τοῖς ἀεὶ παροῦσιν οὕτως ἕκαστος διέκειτο. τὸ δὲ οὕτω διακεῖσθαι τοὺς ἀνθρώπους πρὸς αὐτὸν ἐγὼ μὲν οὐκ οἶδα ὅ τι ἄν τις αἰτιάσαιτο μᾶλλον ἢ ὅτι μεγάλα ἤθελεν ἀντὶ μικρῶν εὐεργετεῖν.
因此,世人确实认为王有许多只耳朵和许多只眼睛;在任何地方,人们不敢谈论对王不利之事,宛如他亲自倾听一般;也不敢做不利之事,宛如他亲自在场一般。因此,绝无任何人敢于向他人谈论关于居鲁士的只字坏话,相反,每个人行事的心态都如同置身于随时在场的王之全部眼睛与耳朵的注视之下。至于人们对他抱有如此态度,依我看来,任何人都不可能归因于其他缘由,而只能归因于他乐于施予大恩而非小惠。
καὶ τὸ μὲν δὴ μεγέθει δώρων ὑπερβάλλειν πλουσιώτατον ὄντα οὐ θαυμαστόν· τὸ δὲ τῇ θεραπείᾳ καὶ τῇ ἐπιμελείᾳ τῶν φίλων βασιλεύοντα περιγίγνεσθαι, τοῦτο ἀξιολογώτερον. ἐκεῖνος τοίνυν λέγεται κατάδηλος εἶναι μηδενὶ ἂν οὕτως αἰσχυνθεὶς ἡττώμενος ὡς φίλων θεραπείᾳ·4
身为最富有之人而在赏赐的厚重上凌驾他人,这本不足为奇;然而贵为王者,却在对友人的关照与操心上胜过他人,这才是更为值得称道的。据说他显然曾表明,在任何事情上落于下风,都不如在对友人的关怀上落于下风那般令他深感羞愧。
- 8.2.6ὡς ἂν ἕκαστον προχωρῇ, οὕτως ἔχειν
由 ὡς ἂν 搭配虚拟式 προχωρῇ 构成泛指条件关系从句(“无论各项工序进展如何,事情都只能按其进展的样貌呈现”)。主句中的 οὕτως ἔχειν 则是充当非人称结构 ἀνάγκη [ἐστί] 主语的不定式。
- 8.2.10τί ἂν ἀγγείλαντες ὠφελήσειαν
间接疑问句中的带有 ἄν 的潜能希求法(ὠφελήσειαν)。分词 ἀγγείλαντες 表条件,意为“通报什么才能对王有所裨益”(即“若予通报,通报何事可起到助益”)。
- 8.2.12οὔκουν ὅπως μνησθῆναι ἄν τις ἐτόλμησε
οὔκουν ὅπως 是表示“非但绝不……”、“谈不上……”的否定惯用结构(与后文的 ἀλλά 相对照)。句中包含 ἄν 搭配不定过去时直陈式 ἐτόλμησε,表达对过去的与事实相反或过去潜能(“绝无任何人敢于谈论……”)。
- 8.2.13μηδενὶ ἂν οὕτως αἰσχυνθεὶς ἡττώμενος ὡς φίλων θεραπείᾳ
分词 αἰσχυνθείς 与 ἄν 结合,代表间接引语中的潜能希求法(相当于 αἰσχυνθείη ἄν),受不定式 κατάδηλος εἶναι 支配。ἡττώμενος 是跟随在 αἰσχύνομαι 后的补充性分词(“因落败而感到羞愧”)。与格 μηδενί 与 φίλων θεραπείᾳ 则表示比较或方面(“在任何事上都不及在照料友人方面”)。
