- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:8.1.8-8.1.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
居鲁士将财产与日常行政事务分派给各项官员,而亲自致力于培养辅佐并保卫其帝国的优秀精英,并仿照军队的层级体制精简政务以腾出闲暇。
οὕτω δʼ ἔχει καὶ ταῦτα ὥσπερ καὶ τἆλλα· ὅταν μὲν ὁ ἐπιστάτης βελτίων γένηται, καθαρώτερον τὰ νόμιμα πράττεται· ὅταν δὲ χείρων, φαυλότερον. ἐφοίτων μὲν οὖν ἐπὶ τὰς θύρας Κύρου οἱ ἔντιμοι σὺν τοῖς ἵπποις καὶ ταῖς αἰχμαῖς, συνδόξαν1 πᾶσι τοῖς ἀρίστοις τῶν συγκαταστρεψαμένων τὴν ἀρχήν.
而在这一点上,情况亦正如其他一切事务一样:监督者越优异,惯例的实行就越严谨;监督者越拙劣,就越松懈。于是,经所有协助征服这帝国的最优秀人物一致同意,受尊崇的人们便带着马匹和长矛常常来到居鲁士的门前。
Κῦρος δʼ ἐπὶ μὲν τἆλλα καθίστη ἄλλους ἐπιμελητάς, καὶ ἦσαν αὐτῷ καὶ προσόδων ἀποδεκτῆρες καὶ δαπανημάτων δοτῆρες καὶ ἔργων ἐπιστάται καὶ κτημάτων φύλακες καὶ τῶν εἰς τὴν δίαιταν ἐπιτηδείων ἐπιμεληταί· καὶ ἵππων δὲ καὶ κυνῶν ἐπιμελητὰς καθίστη οὓς ἐνόμιζε καὶ ταῦτα τὰ βοσκήματα βέλτιστʼ ἂν παρέχειν αὑτῷ χρῆσθαι.
至于其他事务,居鲁士则任命了别的管理者;他有了负责收入的接收官、负责支出的发放官、工务的监察官、财产的看管官以及负责生活必需品的供应官。他也为马匹和猎犬指派了管理者,他认为这些人最能将这些畜生打理妥当供自己使用。
οὓς δὲ συμφύλακας τῆς εὐδαιμονίας οἱ ᾤετο χρῆναι ἔχειν,2 τούτους ὅπως ὡς βέλτιστοι ἔσοιντο οὐκέτι τούτου τὴν ἐπιμέλειαν ἄλλοις προσέταττεν, ἀλλʼ αὑτοῦ ἐνόμιζε τοῦτο ἔργον εἶναι. ᾔδει γὰρ ὅτι, εἴ τι μάχης ποτὲ δεήσοι, ἐκ τούτων αὐτῷ καὶ παραστάτας καὶ ἐπιστάτας ληπτέον εἴη, σὺν οἷσπερ οἱ μέγιστοι κίνδυνοι· καὶ ταξιάρχους δὲ καὶ πεζῶν καὶ ἱππέων ἐγίγνωσκεν ἐκ τούτων καταστατέον εἶναι.
然而,对于那些他认为自己应当拥有作为幸福的共同守护者的人,为了使他们尽可能成为最优秀之辈,他不再将这方面的关照委托给他人,而是认为这是他自己的职责。因为他知道,如果在任何时候需要作战,他必须从这些人中挑选身旁与身后的同袍,与他们共冒最大的凶险;他也明白,无论是步兵还是骑兵的队长,都必须从这些人中任命。
εἰ δὲ δέοι καὶ στρατηγῶν που ἄνευ αὐτοῦ, ᾔδει ὅτι ἐκ τούτων πεμπτέον εἴη· καὶ πόλεων δὲ καὶ ὅλων ἐθνῶν φύλαξι καὶ σατράπαις ᾔδει ὅτι τούτων τισὶν εἴη χρηστέον καὶ πρέσβεις γε τούτων τινὰς πεμπτέον, ὅπερ ἐν τοῖς μεγίστοις ἡγεῖτο εἶναι εἰς τὸ ἄνευ πολέμου τυγχάνειν ὧν δέοιτο.
而且如果在任何地方需要没有他亲自在场的将领,他也知道必须从这些人中派去;而对于诸城邦以及整个民族的卫戍官和行省总督,他也知道必须任用这些人中的某些人,并且必须派遣他们当中的某些人充当使节——他认为这是不用诉诸战争而获得所需之物的最主要手段之一。
μὴ ὄντων μὲν οὖν οἵων δεῖ διʼ ὧν αἱ μέγισται καὶ πλεῖσται πράξεις ἔμελλον εἶναι, κακῶς ἡγεῖτο τὰ αὑτοῦ ἕξειν. εἰ δʼ οὗτοι εἶεν οἵους δέοι, πάντα ἐνόμιζε καλῶς ἔσεσθαι. ἐνέδυ μὲν οὖν οὕτω γνοὺς εἰς ταύτην τὴν ἐπιμέλειαν· ἐνόμιζε δὲ τὴν αὐτὴν καὶ αὑτῷ ἄσκησιν εἶναι τῆς ἀρετῆς. οὐ γὰρ ᾤετο οἷόν τε εἶναι μὴ αὐτόν τινα ὄντα οἷον δεῖ ἄλλους παρορμᾶν3 ἐπὶ τὰ καλὰ καὶ ἀγαθὰ ἔργα.
因此,如果那些将要通过他们来执行最重大和最多事务的人不是应有的人选,他认为自己的基业就会陷入困境;但如果这些人正如所应当的那样,他相信一切都会顺遂。于是他在作了如此判定之后,便全心投入于这种关照之中;并且他认为,这同样的关照对自己而言也是一种美德的操练。因为他认为,如果一个人自己不是应有的样子,就不可能去激励他人从事崇高而善美的作为。
ὡς δὲ ταῦτα διενοήθη, ἡγήσατο σχολῆς πρῶτον δεῖν, εἰ μέλλοι δυνήσεσθαι τῶν κρατίστων ἐπιμελεῖσθαι. τὸ μὲν οὖν προσόδων ἀμελεῖν οὐχ οἷόν τε ἐνόμιζεν εἶναι, προνοῶν ὅτι πολλὰ καὶ τελεῖν ἀνάγκη ἔσοιτο εἰς μεγάλην ἀρχήν· τὸ δʼ αὖ πολλῶν κτημάτων ὄντων ἀμφὶ ταῦτα αὐτὸν ἀεὶ ἔχειν ᾔδει ὅτι ἀσχολίαν παρέξοι τῆς τῶν ὅλων σωτηρίας ἐπιμελεῖσθαι.
当他作如是思忖之后,他认为若要能够关照最优秀之士,首先需要有闲暇。忽视税收,他固然认为是行不通的,因为他预见到维持一个庞大的帝国必然需要大笔支出;但另一方面,他也知道,在拥有庞大产业的情况下,自己若始终忙于这些琐务,就会使自己没有闲暇去关照整个大局的保全。
οὕτω δὴ σκοπῶν, ὅπως ἂν τά τε οἰκονομικὰ καλῶς ἔχοι καὶ ἡ σχολὴ γένοιτο, κατενόησέ πως τὴν στρατιωτικὴν σύνταξιν. ὡς γὰρ τὰ πολλὰ δεκάδαρχοι μὲν δεκαδέων ἐπιμέλονται, λοχαγοὶ δὲ δεκαδάρχων, χιλίαρχοι δὲ λοχαγῶν, μυρίαρχοι δὲ χιλιάρχων, καὶ οὕτως οὐδεὶς ἀτημέλητος γίγνεται, οὐδʼ ἢν πάνυ πολλαὶ μυριάδες ἀνθρώπων ὦσι, καὶ ὅταν ὁ στρατηγὸς βούληται χρήσασθαί τι τῇ στρατιᾷ, ἀρκεῖ ἢν τοῖς μυριάρχοις παραγγείλῃ·
于是,在谋划如何既能使财产事务井井有条又能获得闲暇时,他注意到了军队的编成体制。因为大体上,十人队长关照十人队的士兵,百人队长关照十人队长,千人队长关照百人队长,万人队长关照千人队长;这样便没有一人无人照管,哪怕人数多达数万;而当统帅想要对军队有所使用时,只要向万人队长传达命令就足够了。
ὥσπερ οὖν ταῦτʼ ἔχει, οὕτω καὶ ὁ Κῦρος συνεκεφαλαιώσατο τὰς οἰκονομικὰς πράξεις· ὥστε καὶ τῷ Κύρῳ ἐγένετο ὀλίγοις διαλεγομένῳ μηδὲν τῶν οἰκείων ἀτημελήτως ἔχειν· καὶ ἐκ τούτου ἤδη σχολὴν ἦγε πλείω ἢ ἄλλος μιᾶς οἰκίας καὶ μιᾶς νεὼς ἐπιμελούμενος. οὕτω δὴ καταστησάμενος τὸ αὑτοῦ ἐδίδαξε καὶ τοὺς περὶ αὐτὸν ταύτῃ τῇ καταστάσει χρῆσθαι.
因此,正如这种情况一样,居鲁士也将行政财产事务予以总揽归并;从而使居鲁士即便只同少数几个人交谈,也能做到使自己的产业毫无疏漏;由此一来,他现在所拥有的闲暇,甚至比另一个仅仅掌管一个家庭或一艘船只的人还要多。在如此确立了自己的体制之后,他也教导身边的近臣采用这种体制。
- 8.1.8συνδόξαν
无人称动词 συνδοκεῖ(一致决议、获得赞同)的绝对宾格(accusative absolute)。该中性单数分词构成无人称绝对独立结构,表示原因或背景(“经……一致决议/同意”),而非属格独立结构。
- 8.1.10οὓς δὲ συμφύλακας τῆς εὐδαιμονίας οἱ ᾤετο χρῆναι ἔχειν
关系分句置于指示代词先行词(τούτους)之前的倒装结构。关系分句内部的人称代词 οἱ 是间接反身代词(第三人称单数与格),指代主句主语居鲁士自身(即“对他而言/他自己应当拥有”)。
- 8.1.12μὴ αὐτόν τινα ὄντα οἷον δεῖ ἄλλους παρορμᾶν
不定式 παρορμᾶν 的意义主语为宾格不定代词与强调代词 αὐτόν τινα(“一个人自己……”),分词 ὄντα 与之同格作宾格修饰。配合否定词 μή,构成由 οἷόν τε εἶναι 所管辖的普遍命题(“一个人自己若非应有之人,便无法激励他人……”)。
