← 色诺芬

居鲁士的教育

§8.1.16-8.1.26

促使廷臣朝觐的方法与君主的德行表率

居鲁士通过查封财产和职能分配迫使缺席的廷臣朝觐,同时自身在敬神和正义上树立典范以引导臣民。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.1.16

τὴν μὲν δὴ σχολὴν οὕτω κατεσκευάσατο αὑτῷ τε καὶ τοῖς περὶ αὐτόν, ἤρχετο δʼ ἐπιστατεῖν τοῦ εἶναι οἵους δεῖ τοὺς κοινῶνας.1 πρῶτον μὲν ὁπόσοι ὄντες ἱκανοὶ ἄλλων ἐργαζομένων τρέφεσθαι μὴ παρεῖεν ἐπὶ τὰς θύρας, τούτους ἐπεζήτει, νομίζων τοὺς μὲν παρόντας οὐκ ἂν ἐθέλειν οὔτε κακὸν οὔτε αἰσχρὸν οὐδὲν πράττειν καὶ διὰ τὸ παρʼ ἄρχοντι εἶναι καὶ διὰ τὸ εἰδέναι ὅτι ὁρῷντʼ ἂν ὅ τι πράττοιεν ὑπὸ τῶν βελτίστων· οἳ δὲ μὴ παρεῖεν, τούτους ἡγεῖτο ἢ ἀκρατείᾳ τινὶ ἢ ἀδικίᾳ ἢ ἀμελείᾳ ἀπεῖναι.

居鲁士就这样为自己和身边的近臣安排好了闲暇,并开始督导同僚们,使他们成为应当成为的人。首先,凡是能够依靠他人的劳作生活却不来到宫门前的人,他都会加以追究;因为他认为,出席的人既因为身在统治者面前,又因为深知自己的一举一动都会被最优秀的人看在眼里,便绝不肯做出任何卑劣或可耻的事;而那些不来的人,他认为他们缺席要么是出于某种放纵,要么是出于不公,要么是出于懈怠。

§8.1.17

τοῦτο οὖν πρῶτον διηγησόμεθα ὡς προσηνάγκαζε τοὺς τοιούτους παρεῖναι. τῶν γὰρ παρʼ ἑαυτῷ μάλιστα φίλων ἐκέλευσεν ἄν τινα λαβεῖν τὰ τοῦ μὴ φοιτῶντος,2 φάσκοντα λαμβάνειν τὰ ἑαυτοῦ. ἐπεὶ οὖν τοῦτο γένοιτο, ἧκον ἂν εὐθὺς οἱ στερόμενοι ὡς ἠδικημένοι.

因此,我们首先叙述他如何强迫这等人出席。他总是吩咐自己最亲密的朋友中的某个人,去拿走那些不来朝觐之人的财产,并声称是在拿取属于自己的东西。于是每当发生这种事,被剥夺财产的人就会立刻以蒙受不公为由赶来。

§8.1.18

ὁ δὲ Κῦρος πολὺν μὲν χρόνον οὐκ ἐσχόλαζε τοῖς τοιούτοις ὑπακούειν· ἐπεὶ δὲ ἀκούσειεν αὐτῶν, πολὺν χρόνον ἀνεβάλλετο τὴν διαδικασίαν. ταῦτα δὲ ποιῶν ἡγεῖτο προσεθίζειν αὐτοὺς θεραπεύειν, ἧττον δὲ ἐχθρῶς ἢ εἰ αὐτὸς κολάζων ἠνάγκαζε παρεῖναι.

而居鲁士在很长一段时间里都无暇理会这样的人;等到听取了他们的诉说,也会把审理推迟很久。他认为这样做能使他们习惯于前来奉事,而且比起自己通过惩罚强迫他们出席,所招致的敌意更少。

§8.1.19

εἷς μὲν τρόπος διδασκαλίας ἦν αὐτῷ οὗτος τοῦ παρεῖναι· ἄλλος δὲ τὸ τὰ ῥᾷστα καὶ κερδαλεώτατα τοῖς παροῦσι προστάττειν· ἄλλος δὲ τὸ μηδέν ποτε τοῖς ἀποῦσι νέμειν·

这是他教导他们出席的一种方式;另一种方式是把最轻松、最有利可图的事务指派给出席的人;再一种方式则是绝不给缺席者分派任何好处。

§8.1.20

ὁ δὲ δὴ μέγιστος τρόπος τῆς ἀνάγκης ἦν, εἰ τούτων μηδέν τις ὑπακούοι, ἀφελόμενος ἂν τοῦτον ἃ ἔχοι ἄλλῳ ἐδίδου ὃν ᾤετο ἂν ἐν τῷ δέοντι παρεῖναι· καὶ οὕτως ἐγίγνετο αὐτῷ φίλος χρήσιμος ἀντὶ ἀχρήστου. ἐπιζητεῖ δὲ καὶ νῦν βασιλεύς, ἤν τις ἀπῇ οἷς παρεῖναι καθήκει.

然而,最强硬的强制手段是:如果有人对这些手段一概不理睬,他就会剥夺这人所拥有的东西,转赐给另一个他认为会在需要时出席的人;这样一来,他便获得了一个有用的朋友来取代一个无用的人。即便在今天,如果应当出席的人中有谁缺席,国王也依然会追究。

§8.1.21

τοῖς μὲν δὴ μὴ παροῦσιν οὕτω προσεφέρετο. τοὺς δὲ παρέχοντας ἑαυτοὺς ἐνόμισε μάλιστʼ ἂν ἐπὶ τὰ καλὰ καὶ ἀγαθὰ ἐπαίρειν, ἐπείπερ ἄρχων ἦν αὐτῶν, εἰ αὐτὸς ἑαυτὸν ἐπιδεικνύειν πειρῷτο τοῖς ἀρχομένοις πάντων μάλιστα κεκοσμημένον τῇ ἀρετῇ.

对于不出席的人,他便是这样处置的。而对于那些亲自到场的人,他认为,既然自己是他们的统治者,如果自己努力在被统治者面前展现出比所有人都更能以美德装点自身,就能最大限度地激励他们追求崇高而善美的德行。

§8.1.22

αἰσθάνεσθαι μὲν γὰρ ἐδόκει καὶ διὰ τοὺς γραφομένους νόμους βελτίους γιγνομένους ἀνθρώπους· τὸν δὲ ἀγαθὸν ἄρχοντα βλέποντα νόμον3 ἀνθρώποις ἐνόμισεν, ὅτι καὶ τάττειν ἱκανός ἐστι καὶ ὁρᾶν τὸν ἀτακτοῦντα καὶ κολάζειν.

因为他似乎观察到,人们固然也因成文法而变得更为优良,但他认为一个优秀的统治者对人们而言乃是“活的法律”,因为他不仅能够确立秩序,还能够洞察失序之人并予以惩处。

§8.1.23

οὕτω δὴ γιγνώσκων πρῶτον μὲν τὰ περὶ τοὺς θεοὺς μᾶλλον ἐκπονοῦντα ἐπεδείκνυεν ἑαυτὸν ἐν τούτῳ τῷ χρόνῳ, ἐπεὶ εὐδαιμονέστερος ἦν. καὶ τότε πρῶτον κατεστάθησαν οἱ μάγοι ὑμνεῖν τε ἀεὶ ἅμα τῇ ἡμέρᾳ τοὺς θεοὺς καὶ θύειν ἀνʼ ἑκάστην ἡμέραν οἷς οἱ μάγοι θεοῖς εἴποιεν.

正是基于这样的认识,首先,鉴于他此时更加富贵昌盛,他便展现出自己在敬神方面比以往更加倾注心力。正是在那时,最初设立了僧侣制度,以便在破晓时分始终向神祇颂诗祈祷,并在每日向僧侣所指定的诸神献祭。

§8.1.24

οὕτω δὴ τὰ τότε κατασταθέντα ἔτι καὶ νῦν διαμένει παρὰ τῷ ἀεὶ ὄντι βασιλεῖ. ταῦτʼ οὖν πρῶτον ἐμιμοῦντο αὐτὸν καὶ οἱ ἄλλοι Πέρσαι, νομίζοντες καὶ αὐτοὶ εὐδαιμονέστεροι ἔσεσθαι, ἢν θεραπεύωσι τοὺς θεούς, ὥσπερ ὁ εὐδαιμονέστατός τε ὢν καὶ ἄρχων· καὶ Κύρῳ δʼ ἂν ἡγοῦντο ταῦτα ποιοῦντες ἀρέσκειν.

当时确立的这些规矩,就这样在历代国王那里延续至今。于是,其他波斯人首先在这些事上效仿他,认为如果像这位最富贵昌盛的统治者一样敬奉神祇,他们自己也会更加富贵;而且他们认为这样做也会博得居鲁士的欢心。

§8.1.25

ὁ δὲ Κῦρος τὴν τῶν μεθʼ αὑτοῦ εὐσέβειαν καὶ ἑαυτῷ ἀγαθὸν ἐνόμιζε, λογιζόμενος ὥσπερ οἱ πλεῖν αἱρούμενοι μετὰ τῶν εὐσεβῶν μᾶλλον ἢ μετὰ τῶν ἠσεβηκέναι τι δοκούντων. πρὸς δὲ τούτοις ἐλογίζετο ὡς εἰ πάντες οἱ κοινῶνες θεοσεβεῖς εἶεν, ἧττον ἂν αὐτοὺς ἐθέλειν περί τε ἀλλήλους ἀνόσιόν τι ποιεῖν καὶ περὶ ἑαυτόν, εὐεργέτης νομίζων εἶναι τῶν κοινώνων.

而居鲁士则认为,同伴们的虔敬对自己而言也是一件好事,他的思考方式就像那些宁愿与虔敬之人同行乘船、而不愿与那些被认为做过不敬之事的人同行的人一样。除此以外,他还考虑到,如果所有同僚都敬畏神祇,他们就更不愿对彼此以及对他自己做出任何不虔之事——因为他自认为是这些同僚的施恩者。

§8.1.26

ἐμφανίζων δὲ καὶ τοῦτο ὅτι περὶ πολλοῦ ἐποιεῖτο μηδένα μήτε φίλον ἀδικεῖν μήτε σύμμαχον, ἀλλὰ τὸ δίκαιον ἰσχυρῶς ἀθρῶν, μᾶλλον καὶ τοὺς ἄλλους ᾤετʼ ἂν τῶν μὲν αἰσχρῶν κερδῶν ἀπέχεσθαι, διὰ τοῦ δικαίου δʼ ἐθέλειν πορεύεσθαι.

而且,他公开表明自己极力避免亏待任何朋友或盟友,而是坚定地注视着正义;他认为这样一来,其他人也就会更加远离不义之财,而情愿在正义之路上行走。

语法注3 条
  1. 8.1.16τοῦ εἶναι οἵους δεῖ τοὺς κοινῶνας

    属格带冠词不定式 τοῦ εἶναι 用作 ἤρχετο ἐπιστατεῖν(开始督导)的宾语性属格补足语。短语 οἵους δεῖ 源自 τοιούτους οἵους δεῖ(如其所当成为的那样的人),先行词被省略,关系代词受吸引变为 οἵους。

  2. 8.1.17ἐκέλευσεν ἄν τινα λαβεῖν τὰ τοῦ μὴ φοιτῶντος

    直陈式过去时加上 ἄν(反映过去重复发生的 iterative ἄν 结构),表示过去惯常或反复发生的动作(“他总是吩咐……”)。接下来的 ἧκον ἂν εὐθὺς 和 ἀφελόμενος ἂν ... ἐδίδου 也属于相同用法。

  3. 8.1.22βλέποντα νόμον

    谓语性表达,意为“有视力的法律”或“活的法律”。它与前句的“成文法(γραφομένους νόμους)”形成对比,形象地说明优秀的统治者本身就是一个有目共睹、能亲自明察秋毫并维持秩序的法律化身。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:8.1.16-8.1.26