- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:8.1.1-8.1.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
居鲁士发言后,克律桑塔斯起立论述服从统治者对保全政权的至高重要性,提议朝门伺候之制,获得众人赞同并确立为世代沿袭的定制。
Κῦρος μὲν οὖν οὕτως εἶπεν· ἀνέστη δʼ ἐπʼ αὐτῷ Χρυσάντας καὶ εἶπεν ὧδε. ἀλλὰ πολλάκις μὲν δή, ὦ ἄνδρες, καὶ ἄλλοτε κατενόησα ὅτι ἄρχων ἀγαθὸς οὐδὲν διαφέρει πατρὸς ἀγαθοῦ· οἵ τε γὰρ πατέρες προνοοῦσι τῶν παίδων ὅπως μήποτε αὐτοὺς τἀγαθὰ ἐπιλείψει, Κῦρός τέ μοι δοκεῖ νῦν συμβουλεύειν ἡμῖν ἀφʼ ὧν μάλιστʼ ἂν εὐδαιμονοῦντες διατελοῖμεν· ὃ δέ μοι δοκεῖ ἐνδεέστερον ἢ ὡς ἐχρῆν δηλῶσαι, τοῦτο ἐγὼ πειράσομαι τοὺς μὴ εἰδότας διδάξαι.1
居鲁士就这样讲完了;继他之后,克律桑塔斯站起来说道:“确实,诸位,我常常并在其他时候就注意到,一个优秀的统治者和一个优秀的父亲毫无分别。因为正如父亲们为子女谋划,使他们绝不匮乏美物,居鲁士现在向我们建议的,在我看来也是最能使我们持续幸福的事。但在我看来他表明得尚不如应有的那样充分的一点,我将设法指教那些不知晓的人。
ἐννοήσατε γὰρ δὴ τίς ἂν πόλις πολεμία ὑπὸ μὴ πειθομένων ἁλοίη· τίς δʼ ἂν φιλία ὑπὸ μὴ πειθομένων διαφυλαχθείη· ποῖον δʼ ἂν ἀπειθούντων στράτευμα νίκης τύχοι· πῶς δʼ ἂν μᾶλλον ἐν μάχαις ἡττῷντο ἄνθρωποι ἢ ἐπειδὰν ἄρξωνται ἰδίᾳ ἕκαστος περὶ τῆς αὑτοῦ σωτηρίας βουλεύεσθαι· τί δʼ ἂν ἄλλο ἀγαθὸν τελεσθείη ὑπὸ μὴ πειθομένων τοῖς κρείττοσι· ποῖαι δὲ πόλεις νομίμως ἂν οἰκήσειαν ἢ ποῖοι οἶκοι σωθείησαν· πῶς δʼ ἂν νῆες ὅποι δεῖ ἀφίκοιντο·
请大家想一想,什么样的敌方城邦能被不服从的人攻克?什么样的友方城邦能被不服从的人守护?什么样的抗命之军能够获得胜利?人们在战斗中又何曾比在各自开始私下为自己的保全谋划时遭受更大的惨败?不听从长上的人还能成就什么善事?什么样的城邦能够依法治理,什么样的家族能够保全?船只又如何能到达所该去的地方?
ἡμεῖς δὲ ἃ νῦν ἀγαθὰ ἔχομεν διὰ τί ἄλλο μᾶλλον κατεπράξαμεν ἢ διὰ τὸ πείθεσθαι τῷ ἄρχοντι; διὰ τοῦτο γὰρ καὶ νυκτὸς καὶ ἡμέρας ταχὺ μὲν ὅποι ἔδει παρεγιγνόμεθα, ἁθρόοι δὲ τῷ ἄρχοντι ἑπόμενοι ἀνυπόστατοι ἦμεν, τῶν δʼ ἐπιταχθέντων οὐδὲν ἡμιτελὲς κατελείπομεν. εἰ τοίνυν μέγιστον ἀγαθὸν τὸ πειθαρχεῖν φαίνεται εἰς τὸ καταπράττειν τἀγαθά, οὕτως εὖ ἴστε ὅτι τὸ αὐτὸ τοῦτο καὶ εἰς τὸ διασῴζειν ἃ δεῖ μέγιστον ἀγαθόν ἐστι.
至于我们现在所拥有的诸般好处,除了通过服从统治者之外,我们又是靠什么取得的呢?正是因为这一点,无论昼夜,我们都能迅速赶赴所需要的地方;全体一心跟随统治者,我们势不可挡,所受吩咐的事情没有一件半途而废。因此,如果说听从指挥在求取善果方面显见是最大的善事,那么请大家确信,这同一件事在保全必须保全的事物方面也是最大的善事。
καὶ πρόσθεν μὲν δὴ πολλοὶ ἡμῶν ἦρχον μὲν οὐδενός, ἤρχοντο δέ· νῦν δὲ κατεσκεύασθε οὕτω πάντες οἱ παρόντες ὥστε ἄρχετε οἱ μὲν πλειόνων, οἱ δὲ μειόνων. ὥσπερ τοίνυν αὐτοὶ ἀξιώσετε ἄρχειν τῶν ὑφʼ ὑμῖν, οὕτω καὶ αὐτοὶ πειθώμεθα οἷς ἂν ἡμᾶς καθήκῃ. τοσοῦτον δὲ διαφέρειν δεῖ τῶν δούλων ὅσον οἱ μὲν δοῦλοι ἄκοντες τοῖς δεσπόταις ὑπηρετοῦσιν, ἡμᾶς δʼ, εἴπερ ἀξιοῦμεν ἐλεύθεροι εἶναι, ἑκόντας δεῖ ποιεῖν ὃ πλείστου ἄξιον φαίνεται εἶναι. εὑρήσετε δʼ, ἔφη, καὶ ἔνθα ἄνευ μοναρχίας πόλις οἰκεῖται, τὴν μάλιστα τοῖς ἄρχουσιν ἐθέλουσαν πείθεσθαι ταύτην ἥκιστα τῶν πολεμίων ἀναγκαζομένην ὑπακούειν.
从前,我们当中的许多人不曾统治任何人,而是被人统治;但现在,在场的诸位都被安置在这样的位置上,以至于你们都在施行统治,有的管辖更多的人,有的管辖较少的人。因此,正如你们自己也要求统治在你们治下的人一样,我们也应当服从我们理当服从的人。我们与奴隶的分别应该在于:奴隶伺候主人是被迫的,而我们若自诩为自由人,就应当自愿去做看来最有价值的事情。而且你们会发现,”他说道,“即使在没有君主统治的城邦里,那最乐意服从统治者的城邦,最少被迫臣服于敌人。
παρῶμέν τε οὖν, ὥσπερ Κῦρος κελεύει, ἐπὶ τόδε τὸ ἀρχεῖον, ἀσκῶμέν τε διʼ ὧν μάλιστα δυνησόμεθα κατέχειν ἃ δεῖ, παρέχωμέν τε ἡμᾶς αὐτοὺς χρῆσθαι Κύρῳ ὅ τι ἂν δέῃ.2 καὶ τοῦτο γὰρ εὖ εἰδέναι χρὴ ὅτι οὐ μὴ δυνήσεται3 Κῦρος εὑρεῖν ὅ τι αὑτῷ μὲν ἐπʼ ἀγαθῷ χρήσεται, ἡμῖν δὲ οὔ, ἐπείπερ τά γε αὐτὰ ἡμῖν συμφέρει καὶ οἱ αὐτοί εἰσιν ἡμῖν πολέμιοι.
因此,让我们按照居鲁士的嘱咐,来到这所官署前听命,操练那些最能让我们守住所应守之物的本领,并将我们自己奉献出来供居鲁士用于任何需要的事务。因为我们必须清楚地知道,居鲁士绝不可能找到任何只对他自己有利而对我们不利的差遣,因为我们的利益完全一致,仇敌也是相同的。”
ἐπεὶ δὲ ταῦτα εἶπε Χρυσάντας, οὕτω δὴ καὶ ἄλλοι ἀνίσταντο πολλοὶ καὶ Περσῶν καὶ τῶν συμμάχων συνεροῦντες· καὶ ἔδοξε τοὺς ἐντίμους ἀεὶ παρεῖναι ἐπὶ θύρας καὶ παρέχειν αὑτοὺς χρῆσθαι ὅ τι ἂν βούληται, ἕως ἀφείη Κῦρος. ὡς δὲ τότε ἔδοξεν, οὕτω καὶ νῦν ἔτι ποιοῦσιν οἱ κατὰ τὴν Ἀσίαν ὑπὸ βασιλεῖ ὄντες, θεραπεύουσι τὰς τῶν ἀρχόντων θύρας.
克律桑塔斯说了这些话之后,波斯人和盟友中的其他许多人也纷纷站起来表示赞同;大家决定,受尊崇的人应当常常来到宫门听候,随时听凭差遣,直到居鲁士准许退下为止。正如当时所决定的那样,如今在亚洲处于大王统治之下的人仍然这样做,在统治者的门前侍候。
ὡς δʼ ἐν τῷ λόγῳ δεδήλωται Κῦρος καταστησάμενος4 εἰς τὸ διαφυλάττειν αὑτῷ τε καὶ Πέρσαις τὴν ἀρχήν, ταὐτὰ καὶ οἱ μετʼ ἐκεῖνον βασιλεῖς νόμιμα ἔτι καὶ νῦν διατελοῦσι ποιοῦντες.
而且,正如本记述所表明居鲁士为了给自己和波斯人维持统治而确立的那样,后继的诸王直到今日仍然恪守这些制度。
- 8.1.1ὃ δέ μοι δοκεῖ ἐνδεέστερον ἢ ὡς ἐχρῆν δηλῶσαι, τοῦτο ἐγὼ πειράσομαι τοὺς μὴ εἰδότας διδάξαι.
主句的主干为 τοῦτο ἐγὼ πειράσομαι ... διδάξαι,由关系代词 ὃ 引导的从句先行地界定了先行词 τοῦτο 的内容。比较级 ἐνδεέστερον 后的 ἢ ὡς ἐχρῆν(比照连接词 ὡς 加上未完成过去时 ἐχρῆν)表示“不如本应当呈现的那样充分”。不定词 δηλῶσαι 依附于 δοκεῖ(或作为说明性不定词修饰 ἐνδεέστερον),意为“表明得不够充分”。
- 8.1.5παρέχωμέν τε ἡμᾶς αὐτοὺς χρῆσθαι Κύρῳ ὅ τι ἂν δέῃ.
劝勉语气虚拟式 παρέχωμεν 带直接宾语 ἡμᾶς αὐτούς,后接说明目的的不定词 χρῆσθαι。与格 Κύρῳ 用作不定词 χρῆσθαι 的逻辑主语(与格施事),即“供居鲁士使用(我们)”。从句 ὅ τι ἂν δέῃ 则充当动词 χράομαι 的内宾格或状语性宾格(“用于任何需要之事”)。
- 8.1.5οὐ μὴ δυνήσεται
双重否定词 οὐ μή 后接直陈式将来时 δυνήσεται,构成表示强烈断言或确信的否定预测句式(“绝不可能能够”)。
- 8.1.7ὡς δʼ ἐν τῷ λόγῳ δεδήλωται Κῦρος καταστησάμενος
此处使用了人称被动句式,而非无人称句式:Κῦρος 充当完成时被动态动词 δεδήλωται 的主语,过去分词 καταστησάμενος 与之在主格上保持一致,字面意为“正如居鲁士在本叙述中被表明确立了……”。
