← 色诺芬

居鲁士的教育

§8.1.27-8.1.39

垂范慎节与率众艰苦训练

居鲁士以身作则展现敬逊、节制与克制,以此教化身边的臣下,在宫廷中树立起严明的秩序与礼节。同时,他率先投身艰苦的狩猎训练,并以赏赐和官职嘉奖展现美德与功绩者,激发了臣下的竞争心。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.1.27

καὶ αἰδοῦς δʼ ἂν ἡγεῖτο μᾶλλον πάντας ἐμπιμπλάναι, εἰ αὐτὸς φανερὸς εἴη πάντας οὕτως αἰδούμενος ὡς μήτʼ εἰπεῖν ἂν μήτε ποιῆσαι μηδὲν αἰσχρόν.

他还认为,如果自己公开表明敬重所有人,以至于既不说出也不做出任何可耻之事,就能使所有人更充满敬畏与知耻之心。

§8.1.28

ἐτεκμαίρετο δὲ τοῦτο οὕτως ἕξειν ἐκ τοῦδε. μὴ γὰρ ὅτι ἄρχοντα, ἀλλὰ καὶ οὓς οὐ φοβοῦνται,1 μᾶλλον τοὺς αἰδουμένους αἰδοῦνται τῶν ἀναιδῶν οἱ ἄνθρωποι· καὶ γυναῖκας δὲ ἃς ἂν αἰδουμένας αἰσθάνωνται, ἀνταιδεῖσθαι μᾶλλον ἐθέλουσιν ὁρῶντες.

他从以下这点推断出事情必将如此:因为且不说对统治者,即便对那些人们并不惧怕的人,人们对知耻敬逊之人也比对无耻之徒更加敬重;而且当他们察觉到妇女存有羞怯知耻之心时,目睹者便更情愿以敬逊相报。

§8.1.29

τὸ δʼ αὖ πείθεσθαι οὕτω μάλιστʼ ἂν ᾤετο ἔμμονον εἶναι τοῖς περὶ αὐτόν,2 εἰ τοὺς ἀπροφασίστως πειθομένους φανερὸς εἴη μᾶλλον τιμῶν τῶν τὰς μεγίστας ἀρετὰς καὶ ἐπιπονωτάτας δοκούντων παρέχεσθαι.

此外,他又认为,如果自己公开表明对那些毫无借口地顺从之人所给予的尊崇,要超过那些看似表现出最伟大、最艰辛德行之人,那么身边的臣下对服从的坚守便会最为持久。

§8.1.30

γιγνώσκων δʼ οὕτω καὶ ποιῶν διετέλει. καὶ σωφροσύνην δʼ αὑτοῦ ἐπιδεικνὺς μᾶλλον ἐποίει καὶ ταύτην πάντας ἀσκεῖν. ὅταν γὰρ ὁρῶσιν, ᾧ μάλιστα ἔξεστιν ὑβρίζειν, τοῦτον σωφρονοῦντα, οὕτω μᾶλλον οἵ γε ἀσθενέστεροι ἐθέλουσιν οὐδὲν ὑβριστικὸν ποιοῦντες φανεροὶ εἶναι.

他抱持着这样的见解,并且始终身体力行。而且他通过展现自身的节制,使所有人更加致力于践行这一美德。因为当人们看到拥有最大特权肆意妄为的人尚能节制自守时,那些较弱小的人便更情愿表现得毫无骄横放肆之举。

§8.1.32

καὶ ἐγκράτειαν δὲ οὕτω μάλιστʼ ἂν ᾤετο ἀσκεῖσθαι, εἰ αὐτὸς ἐπιδεικνύοι ἑαυτὸν μὴ ὑπὸ τῶν παραυτίκα ἡδονῶν ἑλκόμενον ἀπὸ τῶν ἀγαθῶν, ἀλλὰ προπονεῖν ἐθέλοντα πρῶτον σὺν τῷ καλῷ τῶν εὐφροσυνῶν.

至于克制自持,他也认为,如果自己展现出不被眼前的享乐从善事中拉开,而是甘愿为了合乎崇高的愉悦而率先承受劳苦,这种克制就能得到最充分的实践。

§8.1.33

τοιγαροῦν τοιοῦτος ὢν ἐποίησεν ἐπὶ ταῖς θύραις πολλὴν μὲν τῶν χειρόνων εὐταξίαν, ὑπεικόντων τοῖς ἀμείνοσι, πολλὴν δʼ αἰδῶ καὶ εὐκοσμίαν πρὸς ἀλλήλους. ἐπέγνως δʼ ἂν ἐκεῖ οὐδένα3 οὔτε ὀργιζόμενον κραυγῇ οὔτε χαίροντα ὑβριστικῷ γέλωτι, ἀλλὰ ἰδὼν ἂν αὐτοὺς ἡγήσω τῷ ὄντι εἰς κάλλος ζῆν.

因此,正因为他是这样一个人,他使得宫门前在下者顺从居上者,呈现出一片井然的秩序,并在彼此之间充满敬逊与得体之礼。在那里,你绝不会发现有谁在大声喧嚷中发怒,或以傲慢的笑声取乐;反之,若看见他们,你会认为他们真正是在为了崇美而生活。

§8.1.34

τοιαῦτα μὲν δὴ ποιοῦντες καὶ ὁρῶντες ἐπὶ θύραις διῆγον. τῆς πολεμικῆς δʼ ἕνεκα ἀσκήσεως ἐπὶ θήραν ἐξῆγεν οὕσπερ ἀσκεῖν ταῦτα ᾤετο χρῆναι, ταύτην ἡγούμενος καὶ ὅλως ἀρίστην ἄσκησιν πολεμικῶν εἶναι, καὶ ἱππικῆς δὲ ἀληθεστάτην.

他们就是这样一面践行一面目睹着这些事,在宫门前度过时光的。然而为了军事操练,他便将那些他认为应当操练这方面技能的人带去狩猎,他认为这总归是军事方面的最佳训练,也是骑术的最真实操练。

§8.1.35

καὶ γὰρ ἐπόχους ἐν παντοδαποῖς χωρίοις αὕτη μάλιστα ἀποδείκνυσι διὰ τὸ θηρίοις φεύγουσιν ἐφέπεσθαι, καὶ ἀπὸ τῶν ἵππων ἐνεργοὺς αὕτη μάλιστα ἀπεργάζεται διὰ τὴν τοῦ λαμβάνειν φιλοτιμίαν καὶ ἐπιθυμίαν· καὶ τὴν ἐγκράτειαν δὲ καὶ πόνους καὶ ψύχη καὶ θάλπη καὶ λιμὸν καὶ δίψος δύνασθαι φέρειν ἐνταῦθα μάλιστα προσείθιζε τοὺς κοινῶνας. καὶ νῦν δʼ ἔτι βασιλεὺς καὶ οἱ ἄλλοι οἱ περὶ βασιλέα ταῦτα ποιοῦντες διατελοῦσιν.

因为狩猎借由追逐奔逃的野兽,最能使人在各类地形中成为熟练的骑士;又借由捕获野兽的荣誉心与热望,最能使人在马背上保持果敢干练;而且在此项运动中,他最能使同僚们习惯于克制自持,并具备承受劳苦、严寒、酷暑、饥渴的能力。即便在今日,国王以及国王身边的人也依然持续做着这些事。

§8.1.37

ὅτι μὲν οὖν οὐκ ᾤετο προσήκειν οὐδενὶ ἀρχῆς ὅστις μὴ βελτίων εἴη τῶν ἀρχομένων καὶ τοῖς προειρημένοις πᾶσι δῆλον, καὶ ὅτι οὕτως ἀσκῶν τοὺς περὶ αὐτὸν πολὺ μάλιστα αὐτὸς ἐξεπόνει καὶ τὴν ἐγκράτειαν καὶ τὰς πολεμικὰς τέχνας καὶ μελέτας.

由此可见,他认为凡是不比被统治者更为优良的人,就不配享有统治之权,这一点从前文所述的一切中已显而易见;同样显而易见的是,他在如此操练身边众人的同时,自己本身在克制自持以及军事技能和操练上最为刻苦。

§8.1.38

καὶ γὰρ ἐπὶ θήραν τοὺς μὲν ἄλλους ἐξῆγεν, ὁπότε μὴ μένειν ἀνάγκη τις εἴη· αὐτὸς δὲ καὶ ὁπότε ἀνάγκη εἴη, οἴκοι ἐθήρα τὰ ἐν τοῖς παραδείσοις θηρία τρεφόμενα· καὶ οὔτʼ αὐτός ποτε πρὶν ἱδρῶσαι δεῖπνον ᾑρεῖτο4 οὔτε ἵπποις ἀγυμνάστοις σῖτον ἐνέβαλλε· συμπαρεκάλει δὲ καὶ εἰς ταύτην τὴν θήραν τοὺς περὶ αὐτὸν σκηπτούχους.

因为每当无需留守时,他便率领其他人外出狩猎;而即使必须留守时,他也在王宫园囿中狩猎饲养的野兽;而且他自己若不先出一身汗就绝不进晚餐,也绝不给未经操练的马匹喂食草料;在王宫园内的这项狩猎中,他也共同招聚身边的持杖官们一同参与。

§8.1.39

τοιγαροῦν πολὺ μὲν αὐτὸς διέφερεν ἐν πᾶσι τοῖς καλοῖς ἔργοις, πολὺ δὲ οἱ περὶ ἐκεῖνον, διὰ τὴν ἀεὶ μελέτην. παράδειγμα μὲν δὴ τοιοῦτον ἑαυτὸν παρείχετο. πρὸς δὲ τούτῳ καὶ τῶν ἄλλων οὕστινας μάλιστα ὁρῴη τὰ καλὰ διώκοντας, τούτους καὶ δώροις καὶ ἀρχαῖς καὶ ἕδραις καὶ πάσαις τιμαῖς ἐγέραιρεν· ὥστε πολλὴν πᾶσι φιλοτιμίαν ἐνέβαλλεν ὅπως ἕκαστος ὅτι ἄριστος φανήσοιτο Κύρῳ.

因此,他自己在一切善美的行为上大为出众,而他身边的臣下也因持之以恒的锻炼而大为出众。他就是这样将自己树立为这般的榜样。除此以外,凡是他看见其他人中最积极追求善美德行的人,他都以赏赐、官职、席位以及一切尊荣加以嘉奖;以至于他在所有人心中激发了极大的竞争心,使每个人都渴望在居鲁士面前展现出尽善尽美。

语法注4 条
  1. 8.1.28μὴ γὰρ ὅτι ἄρχοντα, ἀλλὰ καὶ οὓς οὐ φοβοῦνται

    成语性结构 μὴ ὅτι... ἀλλὰ καί...(源自省略句如 μὴ εἴπω ὅτι),意为“且不说/不仅……甚至连……也”。此处 ἄρχοντα 为宾格,作下文 αἰδοῦνται 的宾语,与后面的 οὓς οὐ φοβοῦνται 并列。

  2. 8.1.29τὸ δʼ αὖ πείθεσθαι οὕτω μάλιστʼ ἂν ᾤετο ἔμμονον εἶναι τοῖς περὶ αὐτόν

    带冠词不定式 τὸ πείθεσθαι(“服从/顺从”)作为由 ᾤετο 所支配的“宾格加不定式”结构(ἔμμονον εἶναι)中的逻辑主语(主格性宾格)。置于句首以凸显主题。

  3. 8.1.33ἐπέγνως δʼ ἂν ἐκεῖ οὐδένα

    第二人称单数不定过去时直陈式加 ἄν,表达针对设想中的观察者的过去潜在语气或虚拟语气(“你断不会在那里认出任何人……”)。紧接着的 ἰδὼν ἂν αὐτοὺς ἡγήσω(“若看到他们你必会认为……”)属于相同的句法结构。

  4. 8.1.38οὔτʼ αὐτός ποτε πρὶν ἱδρῶσαι δεῖπνον ᾑρεῖτο

    虽然主句由否定词 οὔτε 引导,时间连词 πρίν 却接不定过去时不定式 ἱδρῶσαι(“流汗”),而非直陈式或虚拟式。πρίν 加不定式通常用于肯定句表示“在……之前”,在此与表示习惯性动作的未完成过去时(ᾑρεῖτο)结合,表达一种时间先行的必要条件(“在出汗之前从不用晚餐”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:8.1.27-8.1.39