← 色诺芬

居鲁士的教育

§7.5.79-7.5.86

统治者的军事操练与子嗣的德性教育

居鲁士告诫同盟者,绝不可将军事技艺分给被征服者,自身必须时刻不离武器并坚持美德与节制,以劳苦作为享用福禄的前提。他提议仿照波斯旧制,让同等阶层在公署周围共同操练、互为砥砺,并在此地教育子嗣,使之耳濡目染成为典范。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.5.79

πολεμικῆς δʼ ἐπιστήμης καὶ μελέτης παντάπασιν οὐ μεταδοτέον τούτοις, οὕστινας ἐργάτας ἡμετέρους καὶ δασμοφόρους βουλόμεθα καταστήσασθαι, ἀλλʼ αὐτοὺς δεῖ τούτοις τοῖς ἀσκήμασι πλεονεκτεῖν, γιγνώσκοντας ὅτι ἐλευθερίας ταῦτα ὄργανα καὶ εὐδαιμονίας οἱ θεοὶ τοῖς ἀνθρώποις ἀπέδειξαν· καὶ ὥσπερ γε ἐκείνους τὰ ὅπλα ἀφῃρήμεθα, οὕτως ἡμᾶς αὐτοὺς δεῖ μήποτʼ ἐρήμους ὅπλων γίγνεσθαι, εὖ εἰδότας ὅτι τοῖς ἀεὶ ἐγγυτάτω τῶν ὅπλων οὖσι τούτοις καὶ οἰκειότατά ἐστιν ἃ ἂν βούλωνται.

然而,关于军事知识和操练,绝不可分给那些我们希望将其作为我们的劳工和纳税者的人;相反,我们自己必须在这些操练中占有优势,深知神明已将这些指定为人获得自由与幸福的工具。正如我们夺去了他们的武器一样,我们自己也绝不可离开武器,因为深知唯有那些始终最靠近武器的人,才能最确实地将自己的愿望化为己有。

§7.5.80

εἰ δέ τις τοιαῦτα ἐννοεῖται, τί δῆτα ἡμῖν ὄφελος καταπρᾶξαι ἃ ἐπεθυμοῦμεν, εἰ ἔτι δεήσει καρτερεῖν καὶ πεινῶντας καὶ διψῶντας καὶ πονοῦντας καὶ ἐπιμελουμένους, ἐκεῖνο δεῖ καταμαθεῖν ὅτι τοσούτῳ τἀγαθὰ μᾶλλον εὐφραίνει ὅσῳ ἂν μᾶλλον προπονήσας τις ἐπʼ αὐτὰ ἴῃ· οἱ γὰρ πόνοι ὄψον τοῖς ἀγαθοῖς· ἄνευ δὲ τοῦ δεόμενον τυγχάνειν τινὸς1 οὐδὲν οὕτω πολυτελῶς παρασκευασθείη ἂν ὥσθʼ ἡδὺ εἶναι.

如果有人心里在想:“如果我们仍需忍饥挨渴、劳作不休、殚精竭虑,那么达成此前所渴望的一切,究竟对我们有什么益处呢?”这样的人应当切实明白:善物令人愉悦的程度,正与人在走向善物之前所付出的劳苦成正比。因为劳苦是善物的调味汁;而若不曾感到匮乏,任何事物无论准备得多么奢华,都不可能带来甜美。

§7.5.81

εἰ δὲ ὧν μὲν μάλιστα ἄνθρωποι ἐπιθυμοῦσιν ὁ δαίμων ἡμῖν ταῦτα συμπαρεσκεύακεν, ὡς δʼ ἂν ἥδιστα ταῦτα φαίνοιτο αὐτός τις αὑτῷ παρασκευάσει, ὁ τοιοῦτος ἀνὴρ τοσούτῳ πλεονεκτήσει τῶν ἐνδεεστέρων βίου ὡς2 πεινήσας τῶν ἡδίστων σίτων τεύξεται καὶ διψήσας τῶν ἡδίστων ποτῶν ἀπολαύσεται καὶ δεηθεὶς ἀναπαύσεως ᾗ ἥδιστον ἀναπαύσεται.

如果神明已经为我们提供了人们最渴望的那些东西,而每个人又亲自为自己准备好如何让这些东西显得最为甘甜,那么这样的人比起生计贫乏之人所占的优势就在于:由于饥饿,他能尝到最甜美的食物;由于干渴,他能享用最甜美的饮品;由于渴望休息,他能以最舒适的方式安歇。

§7.5.82

ὧν ἕνεκά φημι χρῆναι νῦν ἐπιταθῆναι ἡμᾶς εἰς ἀνδραγαθίαν, ὅπως τῶν τε ἀγαθῶν ᾗ ἄριστον καὶ ἥδιστον ἀπολαύσωμεν καὶ ὅπως τοῦ πάντων χαλεπωτάτου ἄπειροι γενώμεθα. οὐ γὰρ τὸ μὴ λαβεῖν τἀγαθὰ οὕτω χαλεπὸν ὥσπερ τὸ λαβόντα στερηθῆναι λυπηρόν.

因此我说,我们现在必须振作起来,追求英勇的美德,以便我们能以最崇高、最愉悦的方式享用这些善物,并使我们免于经历万事中最严酷之境。因为未能获得善物,远不如获得之后又被剥夺那样令人痛苦。

§7.5.83

ἐννοήσατε δὲ κἀκεῖνο τίνα πρόφασιν ἔχοντες ἂν προσιοίμεθα3 κακίονες ἢ πρόσθεν γενέσθαι. πότερον ὅτι ἄρχομεν; ἀλλʼ οὐ δήπου τὸν ἄρχοντα τῶν ἀρχομένων πονηρότερον προσήκει εἶναι. ἀλλʼ ὅτι εὐδαιμονέστεροι δοκοῦμεν νῦν ἢ πρότερον εἶναι; ἔπειτα τῇ εὐδαιμονίᾳ φήσει τις τὴν κακίαν πρέπειν; ἀλλʼ ὅτι ἐπεὶ κεκτήμεθα δούλους, τούτους κολάσομεν, ἢν πονηροὶ ὦσι;

诸位也请想想:我们究竟能有什么借口,容许自己变得比从前更差劲呢?难道是因为我们掌握了统治权?但统治者绝不应当比被统治者更为劣败。难道是因为我们现在似乎比以前更享福禄?难道有人会说恶劣品质配得上福禄吗?难道是因为既然我们占有了奴隶,一旦他们恶劣我们便可惩罚他们?

§7.5.84

καὶ τί προσήκει αὐτὸν ὄντα πονηρὸν πονηρίας ἕνεκα ἢ βλακείας ἄλλους κολάζειν; ἐννοεῖτε δὲ καὶ τοῦτο ὅτι τρέφειν μὲν παρεσκευάσμεθα πολλοὺς καὶ τῶν ἡμετέρων οἴκων φύλακας καὶ τῶν σωμάτων· αἰσχρὸν δὲ πῶς οὐκ ἂν εἴη, εἰ διʼ ἄλλους μὲν δορυφόρους τῆς σωτηρίας οἰησόμεθα χρῆναι τυγχάνειν, αὐτοὶ δὲ ἡμῖν αὐτοῖς οὐ δορυφορήσομεν; καὶ μὴν εὖ γε δεῖ εἰδέναι ὅτι οὐκ ἔστιν ἄλλη φυλακὴ τοιαύτη οἵα αὐτόν τινα καλὸν κἀγαθὸν ὑπάρχειν· τοῦτο γὰρ δεῖ συμπαρομαρτεῖν· τῷ δʼ ἀρετῆς ἐρήμῳ οὐδὲ ἄλλο καλῶς ἔχειν οὐδὲν προσήκει.

可是,一个人自己就很恶劣,又怎配因恶劣或怠惰而去惩戒他人呢?诸位还要想想这一点:我们已经准备养活许多人作为我们府邸和人身的侍卫;但是,如果我们认为应当借助充当侍卫的他人获得安全,而自己却不为自己充当侍卫,这岂不是可耻之极吗?诸位确实应当深知,再没有任何守卫能比得上自己身为高尚贤良之士;因为唯有这一点必须形影相随,而对于空无德行的人来说,其他任何事物都不可能顺利安好。

§7.5.85

τί οὖν φημι χρῆναι ποιεῖν καὶ ποῦ τὴν ἀρετὴν ἀσκεῖν καὶ ποῦ τὴν μελέτην ποιεῖσθαι; οὐδὲν καινόν, ὦ ἄνδρες, ἐρῶ· ἀλλʼ ὥσπερ ἐν Πέρσαις ἐπὶ τοῖς ἀρχείοις οἱ ὁμότιμοι διάγουσιν, οὕτω καὶ ἡμᾶς φημι χρῆναι ἐνθάδε ὄντας τοὺς ὁμοτίμους πάντα ἅπερ κἀκεῖ ἐπιτηδεύειν, καὶ ὑμᾶς τε ἐμὲ ὁρῶντας κατανοεῖν παρόντας εἰ ἐπιμελόμενος ὧν δεῖ διάξω, ἐγώ τε ὑμᾶς κατανοῶν θεάσομαι, καὶ οὓς ἂν ὁρῶ τὰ καλὰ καὶ τἀγαθὰ ἐπιτηδεύοντας, τούτους τιμήσω.

那么,我说我们应当做什么,又在哪里操练德行、在哪里进行训练呢?朋友们,我不会说什么新奇的话;正如在波斯,同等阶层的人都在官署周围度日,我说我们这里的同等阶层之人也必须践行在那里所践行的一切;你们看着我,在场观察我是否始终关注应尽之事,我也将观察注视你们,凡我见到践行高尚良善之事的人,我都将予以嘉奖。

§7.5.86

καὶ τοὺς παῖδας δέ, οἳ ἂν ἡμῶν γίγνωνται, ἐνθάδε παιδεύωμεν· αὐτοί τε γὰρ βελτίονες ἐσόμεθα, βουλόμενοι τοῖς παισὶν ὡς βέλτιστα παραδείγματα ἡμᾶς αὐτοὺς παρέχειν, οἵ τε παῖδες οὐδʼ ἂν εἰ βούλοιντο ῥᾳδίως πονηροὶ γένοιντο, αἰσχρὸν μὲν μηδὲν μήτε ὁρῶντες μήτε ἀκούοντες, ἐν δὲ καλοῖς κἀγαθοῖς ἐπιτηδεύμασι διημερεύοντες.

而且,凡是我们生下的孩子,我们都要在这里教育他们。因为我们自己若渴望向孩子们展现自身作为最完美的榜样,我们自己就会变得更为优秀;而孩子们既不看、也不听任何可耻之事,终日在高尚良善的操行中度过,哪怕他们想要变坏,也绝不容易变坏了。”

语法注3 条
  1. 7.5.80ἄνευ δὲ τοῦ δεόμενον τυγχάνειν τινὸς

    介词 ἄνευ 支配带中性属格冠词的不定词(动名词)τοῦ ... τυγχάνειν,意为“在不……的情况下”。分词 δεόμενον 采用宾格,是因为它与不定词 τυγχάνειν 未明言的泛指主语(τινά)在格上保持一致,即“在人自身不感到匮乏的情况下”。

  2. 7.5.81τοσούτῳ πλεονεκτήσει τῶν ἐνδεεστέρων βίου ὡς

    程度与格 τοσούτῳ(“在如此程度上”)与引导方式或结果的连词 ὡς 相互呼应(“在……这一方面胜过”)。动词 πλεονεκτήσει 支配比较属格 τῶν ἐνδεεστέρων(“匮乏者”),而 βίου 则是限定/关系属格(“在生活资料上”)。

  3. 7.5.83ἂν προσιοίμεθα

    动词 προσίημι 的中动表意希求法第一人称复数,配合潜势小词 ἄν。中动形式 προσίεμαι 意为“准许靠近、接受、容许”,在此接不定词短语 κακίονες γενέσθαι,表示“容许自己变得劣败”。与疑问分词短语 τίνα πρόφασιν ἔχοντες(“怀着何种借口”)结合,构成强烈的反问修辞。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:7.5.79-7.5.86